Ancient Greek
Ὅτι οὐκ ἀκίνδυνον τοῖς ἀκροαταῖς τὸ σιγᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ, καὶ τίνος ἕνεκεν αἱ Πράξεις ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται, καὶ διὰ τί οὐκ ἔδειξε πᾶσιν ἑαυτὸν ἀναστὰς ὁ Χριστὸς, καὶ ὅτι τῆς ὄψεως σαφεστέραν παρέσχε τὴν τῆς ἀναστάσεως ἀπόδειξιν τὴν διὰ τῶν σημείων τῶν ἀποστόλων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4) 6.1-3
Not analysed yet
Τίνος οὖν ἕνεκεν οὐ τότε αὐτὰ ἀναγινώσκομεν, ἀλλ' εὐθέως μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν, ἀκούσατε μετὰ ἀκριβείας τὴν αἰτίαν ἅπασαν. Μετὰ τὸν σταυρὸν εὐθέως ἀνάστασιν καταγγέλλομεν τοῦ Χριστοῦ, τῆς δὲ ἀναστάσεως ἀπόδειξίς ἐστι τὰ σημεῖα τὰ ἀποστολικὰ, τῶν δὲ σημείων ἀποστολικῶν διδασκαλεῖόν ἐστι τοῦτο τὸ βιβλίον. Ὃ τοίνυν μάλιστα πιστοῦται τὴν ἀνάστασιν τὴν Δεσποτικὴν, τοῦτο μετὰ τὸν σταυρὸν καὶ τὴν ζωηφόρον ἀνάστασιν εὐθέως οἱ Πατέρες ἐνομοθέτησαν ἀναγινώσκεσθαι. Διὰ τοῦτο τοίνυν, ἀγαπητοὶ, μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν εὐθέως ἀναγινώσκομεν τὰ σημεῖα τῶν ἀποστόλων, ἵνα ἔχωμεν σαφῆ καὶ ἀναμφισβήτητον τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. Οὐκ εἶδες αὐτὸν ἀναστάντα τοῖς ὀφθαλμοῖς τοῦ σώματος, ἀλλὰ βλέπεις αὐτὸν ἀναστάντα τοῖς ὀφθαλμοῖς τῆς πίστεως· οὐκ εἶδες αὐτὸν διὰ τῶν ὀμμάτων τούτων ἀναστάντα, ἀλλ' ὄψει αὐτὸν ἀναστάντα διὰ τῶν θαυμάτων ἐκείνων. Ἡ γὰρ τῶν σημείων ἐπίδειξις χειραγωγεῖ σε πρὸς τὴν τῆς πίστεως θεωρίαν. Ὅθεν τοῦ φανῆναι αὐτὸν ἀναστάντα πολλῷ μείζων ἦν ἀπόδειξις καὶ σαφεστέρα τὸ σημεῖα γίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ. Βούλει μαθεῖν, πῶς τοῦτο μᾶλλον πιστοῦται τὴν ἀνάστασιν, ἢ εἰ ἐφάνη πᾶσιν ἀνθρώποις κατ' ὀφθαλμούς; Ἀκούσατε νουνεχῶς· καὶ γὰρ πολλοὶ τοῦτο ἐρωτῶσι, καὶ λέγουσι· Τίνος ἕνεκεν ἀναστὰς οὐκ εὐθέως ἐφάνη τοῖς Ἰουδαίοις; ἀλλὰ περιττὸς ὁ λόγος οὗτος καὶ μάταιος. Εἰ γὰρ ἔμελλε πρὸς τὴν πίστιν αὐτοὺς ἐπισπάσασθαι, οὐκ ἂν παρῃτήσατο μετὰ τὴν ἀνάστασιν φανῆναι πᾶσιν· ὅτι δὲ οὐκ ἔμελλεν αὐτοὺς ἐπισπάσασθαι φανεὶς αὐτοῖς μετὰ τὴν ἀνάστασιν, δείκνυσι διὰ τοῦ Λαζάρου. Τοῦτον γὰρ τετραήμερον νεκρὸν ἀναστήσας, ὀδωδότα, διεφθορότα, καὶ μετὰ τῶν κειριῶν δεδεμένον ποιήσας αὐτὸν ἐξελθεῖν ὑπὸ τὰς ἁπάντων ὄψεις, οὐ μόνον οὐκ ἐπεσπάσατο πρὸς τὴν πίστιν αὐτοὺς, ἀλλὰ καὶ παρώξυνεν· ἐλθόντες γὰρ ἠβουλήθησαν καὶ αὐτὸν ἀνελεῖν διὰ τοῦτο. Εἰ οὖν ἕτερον ἀνέστησε καὶ οὐκ ἐπίστευσαν, ἑαυτὸν ἀναστήσας εἰ ἔδειξεν ἑαυτὸν, οὐκ ἂν πάλιν ἐμάνησαν κατ' αὐτοῦ; Εἰ καὶ μηδὲν ἔμελλον ἀνύειν, ἀλλ' ὅμως διὰ τῆς ἐπιχειρήσεως ἔμελλον ἀσεβεῖν. Ὥστε βουλόμενος αὐτοὺς ἀπαλλάξαι μανίας περιττῆς, ἔκρυψεν ἑαυτόν· μᾶλλον γὰρ ἂν ἐποίησεν ὑπευθύνους κολάσει, εἰ μετὰ τὸν σταυρὸν ἐφάνη. Διὰ τοῦτο φειδόμενος αὐτῶν ἔκρυψε μὲν ἑαυτὸν ἐκ τῆς ἐκείνων ὄψεως· ἔδειξε δὲ διὰ τῆς τῶν σημείων ἀποδείξεως. Τοῦ γὰρ ἰδεῖν αὐτὸν ἀναστάντα οὐκ ἔλαττον ἦν ἀκοῦσαι Πέτρου λέγοντος· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει. Καὶ ὅτι τοῦτο ἀναστάσεως μεγίστη ἀπόδειξις, καὶ εὐκολώτερον πρὸς πίστιν ἢ ἐκεῖνο τὸ πρότερον, καὶ μᾶλλον ἠδύνατο πεῖσαι τὰς διανοίας τῶν ἀνθρώπων τὸ σημεῖα φαίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ γινόμενα, ἢ τὸ ἰδεῖν αὐτὸν ἀναστάντα, δῆλον ἐκεῖθεν. Ἀνέστη καὶ ἔδειξεν ἑαυτὸν τοῖς μαθηταῖς ὁ Χριστός· ἀλλ' ὅμως εὑρέθη τις ἀπιστῶν καὶ ἐν ἐκείνοις Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ ἐδεήθη τοῦ τὰς χεῖρας εἰσενεγκεῖν εἰς τοὺς τύπους τῶν ἥλων· ἐδεήθη δὲ καὶ τὴν πλευρὰν αὐτοῦ καταμαθεῖν. Εἰ δὲ ὁ μαθητὴς ἐκεῖνος ὁ τρεῖς χρόνους διατρίψας μετ' αὐτοῦ, ὁ τραπέζης Δεσποτικῆς κοινωνήσας, ὁ σημεῖα καὶ τέρατα θεασάμενος μέγιστα, ὁ ῥημάτων Δεσποτικῶν μετασχὼν, καὶ ἰδὼν αὐτὸν ἀναστάντα, οὐ πρότερον ἐπίστευσεν, ἕως ὅτε τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὰ τραύματα εἶδε· πῶς ἡ οἰκουμένη πιστεύειν ἔμελλεν, εἰπέ μοι, εἰ εἶδεν αὐτὸν ἀναστάντα; Καὶ τίς ἂν ταῦτα εἴποι; Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν δείξομεν, ὅτι μᾶλλον ἔπειθε τὰ σημεῖα τοῦ θεάσασθαι κατ' ὄψιν ἀναστάντα. Ἀκούσαντες γὰρ οἱ ὄχλοι τοῦ Πέτρου τῷ χωλῷ λέγοντος, Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει, τρισχίλιοι ἐπίστευσαν καὶ πεντακισχίλιοι τῷ Χριστῷ ἄνδρες· ὁ δὲ μαθητὴς ἰδὼν ἀναστάντα ἠπίστησεν. Ὁρᾷς πῶς τοῦτο εὐκολώτερον μᾶλλον πρὸς τὴν τῆς ἀναστάσεως πίστιν; Ἐκεῖνο μὲν γὰρ καὶ ὁ οἰκεῖος μαθητὴς ἰδὼν ἠπίστησε· ταῦτα δὲ καὶ οἱ ἐχθροὶ θεασάμενοι ἐπίστευσαν. Οὕτω μεῖζον τοῦτο ἐκείνου καὶ σαφέστερον, καὶ μᾶλλον αὐτοὺς ἐπεσπᾶτο καὶ ἔπειθε πρὸς τὴν ἀνάστασιν. Καὶ τί λέγω τὸν Θωμᾶν; Ὅτι γὰρ οὐδὲ οἱ λοιποὶ μαθηταὶ ἐκ πρώτης ὄψεως ἐπίστευον, ἄκουσον νουνεχῶς. Ἀλλὰ μὴ καταγνῷς αὐτῶν, ἀγαπητέ· εἰ γὰρ ὁ Χριστὸς οὐ κατέγνω αὐτῶν, μηδὲ σὺ καταγνῷς αὐτῶν· καὶ γὰρ πρᾶγμα ξένον εἶδον οἱ μαθηταὶ καὶ παράδοξον, πρωτότοκον αὐτὸν ἐκ τῶν νεκρῶν ἀναστάντα· τὰ δὲ τοιαῦτα μέγιστα θαύματα ἐκ πρώτης ἐκπλήττειν εἴωθεν, ἕως ἂν τῷ χρόνῳ μόνιμα γένηται ἐν ταῖς τῶν πιστευόντων ψυχαῖς· ὅπερ οὖν καὶ ἐπὶ τῶν μαθητῶν ἐγένετο τότε. Ἐπειδὴ γὰρ ἀναστὰς ὁ Χριστὸς ἐκ νεκρῶν εἶπεν αὐτοῖς· Εἰρήνη ὑμῖν, Πτοηθέντες, φησὶν, ἐκεῖνοι καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν, καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τί τεταραγμένοι ἐστέ; Καὶ μετὰ ταῦτα ἐπιδείξας αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ Ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; διὰ τούτων βουλόμενος αὐτοῖς τὴν ἀνάστασιν πιστώσασθαι. Οὐ πείθει σε, φησὶν, ἡ πλευρὰ, οὐδὲ τὰ τραύματα; πειθέτω κἂν ἡ τράπεζα.