Ancient Greek
Ὅτι οὐκ ἀκίνδυνον τοῖς ἀκροαταῖς τὸ σιγᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ, καὶ τίνος ἕνεκεν αἱ Πράξεις ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται, καὶ διὰ τί οὐκ ἔδειξε πᾶσιν ἑαυτὸν ἀναστὰς ὁ Χριστὸς, καὶ ὅτι τῆς ὄψεως σαφεστέραν παρέσχε τὴν τῆς ἀναστάσεως ἀπόδειξιν τὴν διὰ τῶν σημείων τῶν ἀποστόλων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4) 9.1
Not analysed yet
Ὁρᾷς πανταχόθεν καὶ τοὺς ἐχθροὺς ἀγωνιῶντας καὶ δεδοικότας; εἶδες αὐτῶν τὴν ἀγωνίαν; Μάθε καὶ τοῦ σταυρωθέντος τὴν φιλανθρωπίαν. Ἐκεῖνοι μὲν γὰρ ἔλεγον· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὁ δὲ Χριστὸς οὐκ ἐποίησεν οὕτως· ἀλλὰ πρὸς τὸν Πατέρα καθικετεύων λέγει· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἰ γὰρ ἐγένετο τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν, οὐκ ἂν ἀπὸ τῶν τέκνων αὐτῶν ἐγένοντο ἀπόστολοι· οὐκ ἂν ὁμοῦ τρισχίλιοι ἐπίστευσαν, οὐκ ἂν πεντακισχίλιοι. Ὁρᾷς πῶς ἐκεῖνοι μὲν ὠμοὶ καὶ ἀπηνεῖς περὶ τὰ ἔκγονα αὐτῶν ὄντες καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν, ὁ δὲ Θεὸς πατέρων ἁπάντων φιλανθρωπότερος, καὶ μητέρων φιλοστοργότερος γέγονεν; Ἐγένετο μὲν γὰρ τὸ αἷμα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν· ἐπὶ τὰ τέκνα δὲ οὐχὶ πάντα, ἀλλ' ἐπ' ἐκεῖνα μόνον τὰ μιμησάμενα τὴν πατρικὴν ἀσέβειαν καὶ παρανομίαν, καὶ ὅσοι ἦσαν αὐτοῖς υἱοὶ οὐ κατὰ τὴν τῆς φύσεως διαδοχὴν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως μανίαν, οὗτοι μόνοι γεγόνασιν ὑπεύθυνοι τῶν κακῶν. Σκόπει δέ μοι καὶ ἑτέρωθεν τὴν ἀγαθότητα καὶ φιλανθρωπίαν τοῦ Θεοῦ. Οὐ γὰρ εὐθέως ἐπήγαγεν ἐπ' αὐτοὺς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, ἀλλὰ τεσσαράκοντα καὶ πλείονα ἔτη διέλιπε μετὰ τὸν σταυρόν. Αὐτὸς μὲν γὰρ ὁ Σωτὴρ ἐπὶ Τιβερίου ἐσταυρώθη· ἡ δὲ πόλις αὐτῶν ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου ἑάλω. Τίνος οὖν ἕνεκεν τὸν μετὰ ταῦτα τοῦτον χρόνον διέλιπεν; Βουλόμενος αὐτοῖς δοῦναι καιρὸν μετανοίας, ὥστε ἀποδύσασθαι τὰ πεπλημμελημένα, ὥστε ἀποκρούσασθαι τὰ ἐγκλήματα. Ἐπειδὴ δὲ καὶ προθεσμίαν μετανοίας λαβόντες ἔμενον ἀνιάτως ἔχοντες, ἐπήγαγε λοιπὸν αὐτοῖς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, καὶ τὴν πόλιν καθελὼν ἐξήγαγεν αὐτοὺς διασπείρας πανταχοῦ τῆς οἰκουμένης, καὶ τοῦτο διὰ φιλανθρωπίαν ποιῶν. Διέσπειρε γὰρ αὐτοὺς, ἵνα πανταχοῦ τῆς οἰκουμένης προσκυνούμενον ἴδωσι τὸν ὑπ' αὐτῶν σταυρωθέντα Χριστὸν, ἵνα ὁρῶντες αὐτὸν προσκυνούμενον ὑπὸ πάντων καὶ μαθόντες αὐτοῦ τὴν δύναμιν, ἐπιγνῶσι τῆς οἰκείας ἀσεβείας τὴν ὑπερβολὴν, καὶ ἐπιγνόντες ἐπανέλθωσι πρὸς τὴν ἀλήθειαν. Καὶ λοιπὸν ἡ αἰχμαλωσία αὐτοῖς διδασκαλία ἐγίνετο, καὶ ἡ τιμωρία νουθεσία· εἰ γὰρ ἔμενον ἐπὶ τῆς Ἰουδαίας γῆς, οὐκ ἂν ἔγνωσαν τῶν προφητῶν τὴν ἀλήθειαν. Τί γὰρ καὶ ἔλεγον οἱ προφῆται; Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἔδει τοίνυν αὐτοὺς ἐξελθεῖν εἰς τὰ πέρατα τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὀφθαλμοῖς, ὅτι καὶ τὰ πέρατα τῆς γῆς κατέχει ὁ Χριστός. Πάλιν οὖν ἕτερος προφήτης λέγει· Καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ. Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπαντα διασπαρῆναι τόπον τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὄμμασιν ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ προσκυνοῦντα αὐτόν. Πάλιν ἄλλος εἶπε· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπασαν τὴν γῆν ἀπελθεῖν, ὥστε ἰδεῖν αὐτὴν πεπληρωμένην τοῦ γνῶναι τὸν Κύριον, καὶ τὰς θαλάσσας, τουτέστι τὰς πνευματικὰς ταύτας Ἐκκλησίας, τῆς θεοσεβείας μεμεστωμένας. Διὰ ταῦτα διέσπειρεν αὐτοὺς ὁ Θεὸς πανταχοῦ τῆς γῆς· εἰ γὰρ ἐν Ἰουδαίᾳ ἐκάθηντο, ταῦτα ἂν ἠγνόησαν. Λοιπὸν βούλεται αὐτοὺς καὶ τῆς τῶν προφητῶν ἀληθείας καὶ τῆς αὐτοῦ δυνάμεως αὐταῖς ὄψεσι τὴν πεῖραν λαβεῖν· ἵνα ἐὰν μὲν εὐγνωμονῶσι, διὰ τούτων χειραγωγηθῶσι πρὸς τὴν ἀλήθειαν· ἂν δὲ ἐπιμένωσι τῇ ἀσεβείᾳ, μηδεμίαν ἔχωσιν ἀπολογίαν ἐν τῇ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ. Διὰ τοῦτο διέσπειρεν αὐτοὺς πανταχοῦ τῆς οἰκουμένης, ἵνα καὶ ἡμεῖς ἐκ τούτου κερδάνωμέν τι, τουτέστιν ἐκείνας τὰς προῤῥήσεις ὁρῶντες τὰς περὶ τῆς διασπορᾶς αὐτῶν εἰρημένας, τὰς περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων, ἃς καὶ ὁ Δανιὴλ τοῦ βδελύγματος τῆς ἐρημώσεως μνησθεὶς, καὶ ὁ Μαλαχίας εἰπὼν, Ὅτι καὶ ἐν ὑμῖν συγκλεισθήσονται πύλαι, καὶ ὁ Δαυῒδ καὶ ὁ Ἡσαΐας καὶ ἕτεροι πολλοὶ προφῆται περὶ τούτων προανεφώνησαν, ἵνα ὁρῶντες τοὺς περὶ τὸν Δεσπότην ἀγνώμονας γεγενημένους οὕτω κολαζομένους, ἐκπεπτωκότας τῆς ἐλευθερίας τῆς πατρικῆς καὶ τῶν οἰκείων ἁπάντων θεσμῶν τε καὶ πατρικῶν παραδόσεων, μάθωμεν αὐτοῦ τὴν δύναμιν τὴν προειποῦσαν αὐτὰ καὶ ἐργασαμένην, καὶ οἱ μὲν ἐχθροὶ διὰ τῶν ἡμετέρων ἀγαθῶν ἴδωσιν αὐτοῦ τὴν ἰσχύν· ἡμεῖς δὲ διὰ τῶν εἰς ἐκείνους τιμωριῶν μάθωμεν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν καὶ δύναμιν, καὶ διὰ παντὸς δοξάζοντες αὐτὸν διατελῶμεν, ὅπως καὶ τῶν αἰωνίων καὶ ἀποῤῥήτων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.