Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium indictionis, in martyres [Sp.] 1.1
Not analysed yet
Ἐπάλληλον σημεῖον παρὰ τοῦ Δεσπότου Χριστοῦ ἡ τῶν ἀγαθῶν ἐπομβρία, καὶ ἄλλος ἄλλον διαδέχεται πλοῦτον. Ἰδοὺ καὶ σήμερον ἡμᾶς ἑστιῶσιν οἱ καλλίνικοι μάρτυρες, τοὺς οἰκείους ἄθλους προτεθεικότες εἰς ἐπίκοινον εὐφροσύνης συμπόσιον. Ἔδει γὰρ, ἔδει τοὺς ἀεὶ νεάζοντας τῇ χάριτι μάρτυρας, καὶ τῇ τοῦ ἔτους εἰσόδῳ γενέσθαι τοῖς εὐσεβέσιν ἀφορμὴν δεξιώσεως· ἔδει τοιαύτην τῷ νέῳ ἐνιαυτῷ τοῖς πιστοῖς ὑπαντῆσαι τὴν ἀγαλλίασιν· ἔδει μετὰ τοσαύτης ἡμᾶς εὐλογίας ἀσπάσασθαι τῆς τοῦ χρόνου ἐναλλαγῆς τὰ προοίμια· ἔδει τὴν τῆς παρούσης ἡμέρας πανήγυριν τῷ χορῷ τῶν ἁγίων τετιμημένην ὑποδέξασθαι· ἔδει τὸν κύκλον τοῦ ἔτους τῷ τῶν μαρτύρων κοσμηθῆναι στεφάνῳ· ἔδει τοιαύτῃ χρήσασθαι ἐπὶ τοῦ ἐπιστάντος ἐνιαυτοῦ τῇ εὐωχίᾳ, ἐπαγομένους καὶ τὴν τῶν μαρτύρων τιμήν. Αὐτοὶ γάρ εἰσι πάσης εὐφροσύνης τῷ γένει παραίτιοι οἱ γενναῖοι τοῦ Χριστοῦ στρατιῶται, οἱ καὶ μετὰ θάνατον τῆς αὐτοῦ δυνάμεως κήρυκες, οἱ τὸν ἀπατεῶνα ὄφιν ποσὶ καρτερίας καταπατήσαντες, καὶ τὸν τυραννόφρονα λέοντα φιλοθεΐας χερσὶν ἀποπνίξαντες, καὶ τὴν ἀλήθειαν φανερώσαντες· οἱ τὴν παροῦσαν ζωὴν ὡς ματαίαν μισήσαντες, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν, ὡς υἱοὶ μητέρα, ποθήσαντες· οἱ διὰ θανάτου τὰς τῆς ἀθανασίας πύλας ἀνοίξαντες, καὶ τὸν τοῦ θανάτου γεννήτορα τῷ οἰκείῳ θανάτῳ νεκρώσαντες· οἱ ἐν σώματι τοὺς ἀσωμάτους νικήσαντες δαίμονας, οὐ δυνάμει σώματος, ἀλλὰ πίστει ψυχῆς· διὰ πίστεως γὰρ τῶν τοῦ κόσμου κατηγωνίσαντο πάντων, ἧς οὐδὲν Χριστιανοῖς αἱρετώτερον. Πίστιν γὰρ κεκτημένοι συμπράκτορα τοὺς λόγους ἔργοις ἐβεβαίωσαν. Μέγα μὲν γὰρ ὡς ἀληθῶς τὸ τῆς δικαιοσύνης κατόρθωμα· λαμπρὰ δὲ καὶ τῆς σωφροσύνης ἡ ἀρετή· χρήσιμος ὁμοίως καὶ τῆς φιλοπτωχίας ἡ ἐπιμέλεια· καλὴ μετὰ τούτων καὶ τῆς ἐγκρατείας ἡ ἄσκησις· φέρει δὲ τὴν κατὰ πάντων νίκην τὸ δυνατὸν τῆς πίστεως πλεονέκτημα. Αὕτη ποτὲ τοῦ Ἀβραὰμ τὴν χερσεύουσαν τῆς Σάῤῥας γαστέρα μετὰ τὴν πολλὴν τοῦ χρόνου δαπάνην πρὸς γόνιμον ἐγεώργησεν ἄρουραν· ταύτῃ καὶ Μωϋσῆς πεζεύεσθαι πλεομένην ἐποίησε θάλασσαν· διὰ ταύτης Ἠλίας προσέταττεν οὐρανῷ, καὶ ἠκούετο· αὕτη μυρία τῶν παθῶν ἐπὶ τοῦ Σωτῆρος ἀπεδίωξε γένη· λεπρὸς διὰ πίστεως τῶν τοῦ πάθους ἀπηλλάγη φολίδων· τυφλὸς δι' ἐκείνης ὀφθαλμοὺς, οὓς ἡ φύσις οὐκ ἤνεγκεν, ἀπέλαβε· ταύτην συμμαχοῦσαν ἡ Χαναναία λαβοῦσα, βιασθεῖσα περὶ γονὴν ἀφήρπασε τὴν θυγατέρα τοῦ κατέχοντος δαίμονος. Ἐξήρανε καὶ λανθάνουσα πίστις αἱμάτων ῥοὰς, καὶ ἐπ' ἄλλων μὲν προλαμβανούσης αἰτήσεως ἠκολούθει τὸ δῶρον, ἐνταῦθα δὲ σιγῶσα παρὰ σιγῶντος, ὡς ἐνόμιζεν, ἀπεσύλα τὸ χάρισμα. Ὢ γυναικὸς ἀθλίας καὶ μακαρίας ὁμοῦ. ἀθλίας διὰ τὰ πρῴην, μακαρίας διὰ τὰ δεύτερα· Ἰδοὺ γὰρ, φησὶ, Γυνὴ ἐν ῥύσει αἵματος αὐτῆς δώδεκα ἔτη. Τοσοῦτος ἡμερῶν εἰ ἦν ἀριθμὸς, ὁπόσος ἐτῶν ἠνάλωτο χρόνος, κατεδάμασεν αὐτὴν ἂν, οὐχὶ δὲ ἔτη δώδεκα. Εἰς φύσιν, ὡς οἶμαι, τὸ πάθος μετέπεσεν· ἥτις ἰατροῖς προσαναλώσασα τὸν βίον ὅλον, τῷ τοῦ σώματος μαρασμῷ καὶ τὴν τῶν χρημάτων προσέθηκε μείωσιν· ὑπ' οὐδενὸς δὲ ἴσχυσε θεραπευθῆναι. Ὢ τὸ, Οὐκ ἴσχυσεν· ἀνταγωνιστὴν εἶχεν ἡ γυνὴ τὸν τοῦ πάθους πολέμιον· ἐπήγαζεν ἄρα τῆς γυναικὸς ἡ γαστὴρ, κρουνός τις αἱμάτων ἀνελλιπὴς κατεφέρετο· οὐδὲ τοσούτου χρόνου τὸ μῆκος τῷ τῆς δυσωδίας ὀχετῷ τὴν φορὰν ἐδαπάνα. Ὀδύναις ἔτι καὶ φροντίσιν ἐκόπτετο τὴν διάνοιαν, πῶς τὸν δεσμὸν διαῤῥήξει τοῦ χαλεποῦ ἀῤῥωστήματος, πῶς τὸ δωδεκάετες ἀποτινάξεται πάθος, πῶς λύσει τὰς ἀνενδότους ὠδῖνας, πῶς στήσει τὰ ἀχαλίνωτα ῥεῖθρα, πῶς παύσει τῶν φλεβῶν τὴν μανίαν· πάντων ἰατρῶν νυκτοποροῦσα καὶ συρομένη κατετρίβετο θύραις· παρῃτεῖτο γὰρ τὸ φῶς, μὴ αἱ τῶν αἱμάτων κατιοῦσαι σταγόνες ἀτραπὸν ἐργασάμεναι, στηλιτεύσωσι τὴν λανθάνουσαν τῆς βαδιζούσης αἰσχύνην. Μισθὸν τοῖς θεραπεύειν ἐθέλουσι, πᾶσαν ἣν εἶχε περιουσίαν ἐξήντλησε, τῆς ἀνάγκης βιαζομένης τὴν δόσιν· ἡ γὰρ ἐπιθυμία τῆς ὑγιείας πείθει χρημάτων μὴ φείδεσθαι. Καὶ οὕτως ἰατροὶ πάντες τῇ νόσῳ πολεμοῦντες, ἠτόνουν· ποικίλαι φαρμάκων ἐπίνοιαι τὴν τοῦ πάθους οὐκ ἴσχυον ἐξημεροῦν ἀγριότητα· ὥσπερ γάρ τι δύσκωφον θηρίον τῆς τῶν ἐπᾳδόντων τέχνης ἀνήκοον ἔμενεν, ὥσπερ ἀντιλέγειν τοιαῦτα δοκοῦν τοῖς βιαζομένοις ἀνόνητα· Τί μάχεσθε δυνατωτέρῳ θηρίῳ; χρόνος με τοσοῦτος τῆς ἐν σώματι νομῆς οὐκ ἐσύλησεν, ἰατρευόντων ἐπιστήμαις οὐκ εἴκω χρήμασιν οὐδεὶς ἐξαγοράσει τὴν δύναμιν, οὐδείς μου τὴν φορὰν τῶν ἐπὶ γῆς ἀνακόψει· εἷς με μόνος ἐκ παρθένου γεννηθεὶς ἰατρὸς φυγαδεύσει· ἐκείνου κἀγὼ πρὸς δόξαν φυλάττομαι· μάρτυς μετὰ τῶν ἄλλων τῆς ἐκείνου τηροῦμαι δυνάμεως. Τί οὖν ἀπράκτους ἐπιδείκνυσθε πόνους, δεσπότου προαρπάζειν οἱ δοῦλοι βιαζόμενοι νίκην; Οὐ φείσομαι τοῦ πλάσματος, ἂν μὴ τὸν πλάστην θεάσωμαι. Ὢ πόσα τῇ γυναικὶ τὰ μαχόμενα. χρόνου μῆκος, ἀλγηδόνες ἀνένδοτοι, δημεύσεις ἀνωφέλητοι, μαραινομένου σώματος λύπη, λογισμὸς κεναῖς ἐλπίσι δαπανηθείς. Ἀλλὰ τοσοῦτοι πολέμιοι τὸ τῆς πίστεως τῆς κινδυνευούσης οὐκ ἐσύλησαν ὅπλον· τοσαῦται τῶν δεινῶν τρικυμίαι τῇ γυναικὶ ναυάγιον οὐκ εἰργάσαντο· τοσαῦται πειρασμῶν προσβολαὶ τὴν ὑπομένουσαν οὐ κατέβαλον γυναῖκα. Εἶδε, φησὶ, τὸν Ἰησοῦν. Εἶδεν ἡ ἀπολλυμένη τὸν σώζοντα, εἶδεν ἡ δεδεμένη τὸν λυτρωτὴν, εἶδεν ἡ χειμαζομένη τοῦ κόσμου τὴν ἄγκυραν, εἶδε τὸν ἄνωθεν ἐλθόντα τῶν παθῶν βασιλέα, εἶδεν ἐλπίδα χαρᾶς ἀπροσδόκητον, εἶδε θεραπείαις ἀκαταγώνιστον δύναμιν, εἶδε πηγὴν ἰαμάτων ἀμισθὶ μερίζουσαν νάματα, εἶδε ζωὴν νεκρουμένοις ἐνδημήσασαν· εἶδε, καὶ τοιαύτην εὐθυμίας ἀνέστρεφεν ἔννοιαν. Εὗρον, λέγουσα, θεραπευτὴν ἐπιτήδειον· οὗτος ὁ ἰατρὸς μισθὸν οὐκ ἀπαιτήσει χρυσίου· ἕνα μισθὸν, ὡς οἶμαι, γνώμην ἀπαιτήσει γνησίαν· μίαν πίστεως ἐπιζητήσει με δόσιν. Ἀλλ' ἔχω· ταύτης γάρ με μόνης ἡ νόσος οὐκ ἀπεστέρησεν. Ἀλλὰ λογισμῶν ἀπορίαις ἀνθέλκομαι. Τί γάρ; προσδραμοῦσα κατάσχω; Τὸν ἀπὸ τοῦ πλήθους ὑποστέλλομαι κίνδυνον. Βοήσω τὰ κατ' ἐμαυτήν; Διώξουσιν ὡς ἀκάθαρτον. Κρύψω τὴν συμφοράν; Ἀλλὰ τὴν ὀδύνην οὐ φέρω. Ὡς ἰατρῷ προσδράμω τῆς φύσεως; Ἀλλ' ὡς βασιλέα φοβοῦμαι. Ὡς ἱκετεύουσαν δέξεται; Μὴ ὡς μολύνουσαν φύγῃ. Ἐλεήσει τὸ πάθος; Μὴ κατακρίνῃ φανεῖσαν.