Ancient Greek
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΠΡΟΔΟΣΙΑΝ ΤΟΥ ΙΟΥΔΑ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In proditionem Judae [Sp.] ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΠΡΟΔΟΣΙΑΝ ΤΟΥ ΙΟΥΔΑ..1
Not analysed yet
Νῦν Δάφνη τερπνὴ καὶ θεοφιλὴς, οὐ μόνον διειδέστατα βλύζουσα νάματα, οὐ κόμας δένδρων χαριεστάτας ἐκτρέφουσα, ἀλλὰ προσλαβοῦσα ξένον φυτὸν τὸν σταυρόν· νῦν σώφρων ἀληθῶς πηγὴ καὶ τῷ Πυθίῳ δαίμονι φοβερά. Οὐκ ἔτι ποσὶν ἀνδρῶν ἀσεβῶν ἀναπεταννῦσα τὸ ἔδαφος, ἀλλ' ὑμῖν τοῖς εὐσεβέσι παρέχουσα τὸ ἄλσος, εἰκόνα ποθουμένου χωρίου ἐκείνου, τοῦ κήπου φημὶ, ἐν ᾧ τοῦ Σωτῆρος ἡ προδοσία τετόλμηται, καὶ τῆς σωτηρίας τῆς ἡμετέρας ἐφυτεύθη τὰ πράγματα. Ἀλλὰ γὰρ οὐκ ἔχω τί φράσαι πρὸς τὴν παροῦσαν πανήγυριν· ἡ μὲν γὰρ πανήγυρις πρὸς κατηγορίαν τοῦ Ἰούδα τὴν ἐμὴν γλῶσσαν κινεῖ, ἡ δὲ φιλανθρωπία τοῦ Σωτῆρος ἐπιστρέφει μου τὸ στόμα πρὸς αὐτήν. Καὶ δύο τούτοις συνέχομαι, μίσει προδότου, πόθῳ Δεσπότου· νικᾷ δὲ πόθος τὸ μῖσος, μείζων ὑπάρχων καὶ δυνατώτερος. Διὸ τὸν προδότην καταλιπὼν τὸν εὐεργέτην ὑμνῶ, οὐχ ὅσον ἐστὶν ἄξιος, ἀλλ' ὅσον εἰμὶ δυνατὸς ἀνυμνῶ. Πῶς ἔκλινεν οὐρανοὺς καὶ κατέβη πρὸς τὴν γῆν; πῶς ὁ πᾶσαν κτίσιν πληρῶν ἦλθε πρός με, γενόμενος δι' ἐμὲ, κατ' ἐμέ; πῶς ὃν ᾔδει προδότην ἐσόμενον τοῦτον ἔλαβεν μαθητὴν, καὶ τὸν πολέμιον ὡς φίλον ἐνεκελεύσατο ἀκολουθεῖν αὐτῷ; πῶς οὐκ ἔμελεν αὐτῷ περὶ τῆς προδοσίας, ἀλλὰ περὶ τῆς τοῦ προδιδόντος σωτηρίας ἐφρόντιζεν; Ὀψίας γὰρ, φησὶ, γενομένης, ἀνέκειτο ὁ Ἰησοῦς μετὰ τῶν δώδεκα μαθητῶν αὐτοῦ, καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Προεῖπεν τὴν προδοσίαν, ἵνα κωλύσῃ τὸ παρανόμημα· ἀπρόσωπον τὴν πρόῤῥησιν ἐποιήσατο μὴ δυναμένην θριαμβεῦσαι τοῦ μαθητοῦ τὴν παρανομίαν τοὺς συνανακειμένους λανθάνουσαν. Τίς Δεσπότου τοιαύτην φιλανθρωπίαν ἐθεάσατο; Καὶ προδίδοται καὶ τὸν προδότην φιλεῖ. Τίς καταφρονεῖται καὶ ἐλεεῖ; πιπράσκεται καὶ λαμβάνει τὸν κακὸν ἔμπορον ὁμοτράπεζον, καὶ τοῦ ἐπιβουλεύσαντος φείδεται; Καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Ὡς ἄνθρωπος ἤσθιεν, καὶ ὡς Θεὸς τὸ μέλλον ἐφώνει· τὰ τῇ ἐμῇ φύσει πρέποντα μετέρχεται δι' ἐμέ. Πάντων δὲ τῶν μαθητῶν πληγέντων ὑπὸ τοῦ ῥήματος, καὶ τὰς ἑαυτῶν συνειδήσεις μαστιζόντων δεινῶς, καὶ τὸν τοῦ δείπνου καιρὸν ποιουμένων ἀθυμίας καιρὸν, ἑκάστου λέγοντος, Μήτι ἐγώ εἰμι, Κύριε; καὶ βουλομένων τῷ διὰ τῆς ἐρωτήσεως ῥήματι τὴν ἀμεριμνίαν τῆς κακῆς ὑπονοίας εὑρεῖν, θεραπεύων τὰς τῶν ἀκαίρως πληττομένων ψυχὰς ὁ Σωτὴρ, φανερὸν τὸν ἀγνοούμενον διὰ τῆς ἀποκρίσεως καθίστησιν· Ὁ ἐμβάψας μετ' ἐμοῦ, φησὶν, τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει· καὶ ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ. Οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' ὃν ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Ἐλεεῖ τὸν ἑαυτοῦ ἐλεεῖν μὴ ἐθέλοντα, φείδεται τοῦ μὴ φεισαμένου τῆς οἰκείας ψυχῆς. Παρῃτεῖτο γυμνῶσαι τὸν ἑαυτὸν πάλαι γυμνώσαντα, κἀκείνῳ καιρὸν μετανοίας διδοὺς, καὶ τοὺς λοιποὺς μαθητὰς ἀθυμοῦντας ἰώμενος· ἀλλ' οὐδὲν ἐκ τούτων βελτίων ὁ προδότης ἐγένετο. Δέον γὰρ ἦν αὐτῷ εὐθέως ἐξαναστῆναι τοῦ δείπνου μετ' ἐκεῖνα τὰ φρικωδέστατα ῥήματα, δέον τοὺς συμμαθητὰς παραλαβεῖν πρεσβευτὰς, δέον περιπλακῆναι τοῖς γόνασι τοῦ Σωτῆρος, καὶ τοιούτοις αὐτὸν ἐκμειλίξασθαι ῥήμασιν. Ἥμαρτον, φιλάνθρωπε, ἥμαρτον, ἠνόμησα, τοῖς ἀνθρώποις πωλήσας ὀλίγου τιμήματος τὸν ἀτίμητον μαργαρίτην, ἠνόμησα τὸν ἀδαπάνητον πλοῦτον ὀλίγων χρημάτων προϊέμενος. Συγχώρησόν μοι τῷ τῆς ζημίας καὶ τῆς ἀπωλείας ἐμπόρῳ, συγχώρησόν μοι τῷ παρὰ τοῦ χρυσοῦ κλαπέντι τὸν λογισμόν· σύγγνωθι τῷ παρὰ τῶν Φαρισαίων ἐξαπατηθέντι κακῶς. Τούτων μὲν τῶν ῥημάτων οὐκ εἶπεν οὐδὲν, οὔτε ἐνενόησεν, διὰ δὲ ταχυτέρας φωνῆς ἐδήλου τὴν τῆς ψυχῆς ἰταμότητα βοῶν· Μήτι ἐγώ εἰμι, Κύριε; Ὢ γλώττης ἀναιδοῦς. ὢ ψυχῆς ἀτεράμονος. Ὡς ἀγνοῶν ἐρωτᾷ περὶ ὧν ἡ μελέτη, καὶ λανθάνειν ἐνόμιζεν τὸν ἀκοίμητον ὀφθαλμόν. Ἐπὶ τῆς ψυχῆς τὸν δόλον ἐβάσταζεν, καὶ διὰ τῆς γλώττης τὸν τῆς ἀγνοίας λόγον προέφερεν· τῇ διανοίᾳ τὴν προδοσίαν κατειργάσατο, καὶ τῷ στόματι, ὡς ἐνόμισε, τὴν ἁμαρτίαν ἔκρυπτεν. Τοῖς ῥήμασιν ὁμοίως τοῖς ἄλλοις μαθηταῖς ἐχρήσατο, ὁμοίῳ τρόπῳ μὴ χρώμενος· λύκος ὢν τῇ γνώμῃ, ἀπεκρίνατο τῇ τῶν προβάτων φωνῇ. Τί οὖν πρὸς αὐτὸν ὁ Σωτήρ; Σὺ εἶπας. Μακροθύμῳ φωνῇ διήλεγξεν τοῦ πονηροῦ τὴν σκηνήν. Ἠδύνατο μὲν γὰρ εἰπεῖν πρὸς αὐτόν· Τί λέγεις, βδελυρὲ καὶ πονηρέ; τί λέγεις, δοῦλε χρημάτων καὶ τοῦ διαβόλου γνήσιε κοινωνέ; τολμᾷς ἄγνοιαν ὑποκρίνεσθαι; τολμᾷς κρύπτειν τὰ κρύπτεσθαι μὴ δυνάμενα; μὴ γὰρ οὐ παρήμην κακουργοῦντί σοι τῇ θεότητι; μὴ γὰρ οὐκ εἶδόν σε τῷ τῆς θεότητος ὀφθαλμῷ προσιόντα τοῖς ἀρχιερεῦσιν; μὴ γὰρ οὐκ ἤκουον ἀπὼν λέγοντός σου, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; μὴ γὰρ οὐκ οἶδα καὶ πόσου πέπρακας; Τί οὖν; μετὰ τὸν ἔλεγχον οὕτως ἀναισχυντεῖς; τί σκέπειν φιλονεικεῖς ἃ βούλει πράττειν; ἐμοὶ γυμνὰ τὰ πάντα. Οὕτως ἀποκριθῆναι δυνάμενος ὁ Χριστὸς οὐχ οὕτως ἐφθέγξατο, ἀλλ' ἁπλῶς καὶ ἀνεξικάκως καὶ πράως· Σὺ εἶπας· διδάσκων ἡμᾶς τοῖς ἐχθροῖς ἡμῶν οὕτω προσφέρεσθαι. Ὅμως, μετὰ τοσαύτην περιοδείαν, ἔμεινεν Ἰούδας νοσῶν, ἀλλ' οὐ παρὰ τὴν τοῦ ἰατροῦ ἀμέλειαν, ἀλλὰ παρὰ τὴν τοῦ κάμνοντος. Ὁ μὲν γὰρ προσήγαγε πάντα τὰ τῆς σωτηρίας φάρμακα, ὁ δὲ ταῦτα οὐκ ἠθέλησε δέξασθαι, ἀλλὰ μόνην τὴν φιλαργυρίαν εἰδὼς, ἠγάπησε μᾶλλον τὸν χρυσὸν ἢ τὸν Χριστὸν, καὶ γέγονε περὶ τοὺς μισθωσαμένους εὔνους τε καὶ πιστός. Καὶ προσελθὼν Ἰούδας εἶπε τῷ Χριστῷ· Χαῖρε, Ῥαββὶ, καὶ κατεφίλησεν αὐτόν. Ξένος οὗτος προδοσίας τρόπος, ἀπὸ φιλήματος καὶ προσηγορίας ἐρχόμενος. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφ' ᾧ πάρει; τί μοι χαίρειν ἐπιτάττεις, λυπεῖν προαιρούμενος; τί τῷ ῥήματι θεραπεύεις, πλήττων τῷ πράγματι; καλεῖς διδάσκαλον, μὴ ὢν μαθητής; τί παρατιτρώσκεις τῆς ἀγάπης τὰ δίκαια; τί σημεῖον προδοσίας ποιεῖς τῆς εἰρήνης τὸ σύμβολον; τίνα μιμησάμενος τοῦτο πεποίηκας; Οὕτως εἶδες πρώην τὴν πόρνην φιλοῦσάν μου τοὺς πόδας; οὕτως ἐθεάσω γονυπετοῦντα τὸν ἑκατόνταρχον; οὕτως εἶδες τοὺς δαίμονας ὑποπίπτοντας; Οἶδα τίς σου τοῦ δολεροῦ φιλήματος ὑπέδειξε τὴν ὁδόν· ὁ διάβολος τῆς περιπτύξεως ταύτης τὸν τρόπον ὑπέθετό σοι, σὺ δὲ κακῷ συμβούλῳ πεισθεὶς, ἐκείνου τὸ βούλημα πληροῖς. Ἑταῖρε, ἐφ' ᾧ πάρει; πλήρωσον τὰς κακὰς συνθήκας ἃς πρὸς τοὺς Φαρισαίους πεποίησαι· συντέλεσον τὸ γραμματεῖον τῆς πράσεως· ὑπόγραψον ὅπερ ὑπηγόρευσας· παράδος τὸν παραδοθῆναι βουλόμενον· κτῆσαι λοιπὸν μετὰ τοῦ γλωσσοκόμου καὶ τὸ τῆς ἀδικίας βαλάντιον· ὑποχώρησον τῷ λῃστῇ μέλλοντι διὰ τῆς ὁμολογίας λαμβάνειν τὴν τάξιν, ἥν σοι διὰ προδοσίας ἀπώλεσας. Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν, καὶ ἐκράτησαν αὐτόν. Καὶ τὸ προφητικὸν ἐκεῖνο λόγιον πέρας ἐλάμβανεν· Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις· καὶ πάλιν, Ἐκύκλωσάν με κύνες πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ἀλλ' ὢ τῆς ἀνεξικακίας τῆς μόνῳ πρεπούσης αὐτῷ. ἐν οὐρανῷ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ μὴ τολμῶντα προσβλέπειν τὴν ὑπερβάλλουσαν δόξαν, αὐτῶν ταῖς πτέρυξι καθάπερ χερσὶ καλύπτει τὰ πρόσωπα, καὶ ἐπὶ τῆς γῆς τῆς σαρκὸς αὐτοῦ κατεχομένης ὑπὸ χειρῶν ἀνόμων, ἠνείχετο. Εἴδετε ποίου μακροθύμου καὶ φιλανθρώπου Δεσπότου καθεστήκατε δοῦλοι; Γίνεσθε οὖν τοιοῦτοι περὶ τοὺς ἐχθροὺς τοὺς συνδούλους ὑμῶν, οἷον ἐθεάσασθε περὶ τοὺς πολεμίους γεγενημένον τὸν Κύριον. Μέλλετε γὰρ καὶ ὑμεῖς ἐπὶ δεῖπνον συγκαλεῖσθαι πνευματικόν· μέλλετε συνανακλίνεσθαι τῷ Δεσπότῃ· μήτις Ἰούδας τὸν τρόπον ἐν ὑμῖν εὑρεθῇ· πάντες μετὰ γαλήνης καὶ εἰρήνης προσέλθητε, πάντες μετὰ καθαροῦ συνειδότος τῷ Σωτῆρι προσδράμωμεν. Οὗτος γάρ ἐστι νηστεία τῶν πιστῶν καὶ ἑστίασις, οὗτος ὑπάρχει τροφεὺς καὶ τροφὴ, οὗτος ὑπάρχει ποιμὴν καὶ ἀμνός. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.