# In Psalmos 101-107 [Sp.] 1.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.], ΨΑΛΜ. ΡΓʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmos-101-107-sp/1.1-3

Ἡ τοῦ παναγίου Πνεύματος χάρις οὐ μόνον ἠθικὴν καὶ δογματικὴν διδασκαλίαν τοῖς ἀνθρώποις προσφέρει, ἀλλὰ καὶ ὅπως ὑμνεῖν χρὴ τὸν Ποιητὴν ἀκριβῶς ἐκπαιδεύει. Διά τοι τοῦτο τοῦτον συνεγράψατο τὸν ψαλμὸν, τῷ μακαρίῳ Δαυῒδ ὑπουργῷ χρησαμένη, ὡς ἂν μάθοιεν ἅπαντες τίσιν ὕμνοις χρὴ τὸν εὐεργέτην ἀμείβεσθαι. Τὰς μέντοι κοινὰς εὐεργεσίας ἐνταῦθα διέξεισι, καὶ δείκνυσι ποιητὴν ἁπάντων ὁμοῦ καὶ πρύτανιν τὸν τῶν ὅλων Θεόν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ὁ μὲν Θεὸς ἄνθρωπον εὐλογεῖ, ἐν ἀσφαλείᾳ καθιστῶν καὶ λαμπρότερον ποιῶν, καθάπερ τὸν Ἀβραάμ· ὁ δὲ ἄνθρωπος οὐχ οὕτως, ἀλλ' αὑτὸν τότε λαμπρότερον ποιῶν. Ἄν τε γὰρ ὁ Θεὸς εὐλογῇ, ἄν τε ἄνθρωπος τὸν Θεὸν, ἑκατέρωθεν τὸ κέρδος εἰς τὸν ἄνθρωπον διαβαίνει· τὸ γὰρ Θεῖον ἀπροσδεές. Ὑμνεῖν τε διδάσκει τὸν εὐεργέτην Θεὸν ἕκαστον τὸν τῆς εὐσεβείας τρόφιμον. Κύριος ὁ Θεός μου, ὡς ἐμεγαλύνθης σφόδρα. Ἐπιτάσεως καὶ ἐνταῦθα τὸ, Ὡς· τὸ δὲ, Ἐμεγαλύνθης σφόδρα, οὐκ αὐξήσεως δηλωτικὸν, ἀλλὰ τοῦ ἀμετρήτου μεγέθους σημαντικόν· οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· Κύριε ὁ Θεός μου, μέγας εἶ σφόδρα. Οὐ γὰρ σμικρὸς ὢν ἐμεγαλύνθης· ἀλλὰ φύσει μέγας ὢν, τοῦτο τοῖς εὐσεβέσιν ἐδείχθης. Πῶς δὲ γίνεται μέγας ὁ ἀεὶ ὢν μέγας, καὶ μὴ δεόμενος προσθήκης, ἀλλ' ἀεὶ τέλειος ὤν; πῶς μεγαλύνεται; Ὅταν οἱ ἀνακείμενοι αὐτῷ βίον ἄριστον ἐπιδείξωνται, ὅταν καὶ διὰ ῥημάτων καὶ δι' ἔργων αὐτὸν ἀνυμνῶσι, μεγαλύνεται τότε, οὐκ αὐτός τι προσλαμβάνων εἰς μέγεθος, ἀλλὰ τοῖς ἀγνοοῦσιν αὐτὸν διὰ τῶν θεραπευόντων μέγας δεικνύμενος διὰ μεγαλουργίας κτισμάτων ποικιλίας τε καὶ προνοίας. Χαίρουσα δὲ ἡ ψυχὴ τῷ τοσούτῳ φησί· Κύριε ὁ Θεός μου· σεμνυνομένης γὰρ ἡ φωνή. Τίνα δὲ τρόπον ἐμεγαλύνθη ἐπάγει· Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω. Ὁ δὲ Σύμμαχος οὕτως, Ὕμνον καὶ εὐδοξίαν ἠμφιάσω. Οὐκ ἔτι γάρ σε ἀγνοοῦσιν οἱ τῶν σῶν ἀπολαύοντες ἀγαθῶν, οὐδὲ τοῖς εἰδώλοις τὸ σὸν σέβας προσφέρουσιν, ἀλλά σε ὑμνοῦσι, καί σοι τὸ τῆς δοξολογίας ἐκτίνουσι χρέος. Εἰ γὰρ καὶ ἱκανὴ εἰς δήλωσιν τοῦ μεγέθους τοῦ Θεοῦ ἡ τῶν ἀγγέλων δημιουργία, ἡ τῶν οὐρανῶν ἔκτασις, ἡ τῆς γῆς θεμελίωσις, καὶ ἄλλα ὅσα τούτοις ὁ ψαλμῳδὸς ἐπήγαγεν, ἀλλὰ τούτων ἱκανώτερον τὸ γενέσθαι τὸν Σωτῆρα ἄνθρωπον, καὶ μεῖναι Θεὸν, παθεῖν τε τὰ ἡμέτερα, καὶ φυλάξαι τὴν οἰκείαν ἀπάθειαν. Διόπερ δεύτερα ταῦτα τῇ τάξει ὄντα, πρότερα τῶν ἄλλων ὅμως ἔταξεν, ὡς τῇ δυνάμει τυγχάνοντα πρότερα. Ἐξομολόγησιν τὴν ἀφ' ἡμῶν σάρκα φησὶν, ἐπειδὴ δι' αὐτῆς τῷ Θεῷ τὴν ὑπὲρ ἡμῶν προσήγαγεν ἐξομολόγησιν, ὥστε βοᾷν τῷ Πατρί· Ἐξομολογοῦμαί σοι, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ὅσα τοιαῦτα· μεγαλοπρέπειαν δὲ, ἐπειδήπερ μεγάλως καὶ λίαν ὑπερβαλλόντως ἔπρεπε διασῶσαι τὸ ἡμέτερον φύραμα. Ἀλλὰ γὰρ καὶ ἐνδύσασθαι ταύτην αὐτὸν τὴν ἐξομολόγησιν καὶ τὴν μεγαλοπρέπειάν φησιν, οὐχ ὡς πάλιν ἀποδύεσθαι μέλλοντα, ἀλλ' ὥστε δειχθῆναι, ὅτι σαρκωθεὶς οὐ μετεβλήθη εἰς ἄνθρωπον, ἀλλὰ καὶ Θεὸς μένει καὶ ἄνθρωπος γίνεται. Ὁ ἀναβαλλόμενος φῶς, ὡς ἱμάτιον. Περιβάλλεται φῶς, ὡς ἱμάτιον, ὡς γνώσεως πανταχόθεν πεπληρωμένος, ὡς ἀκατάληπτον ἔχων οὐσίαν. Καὶ τὴν ἀκραιφνεστάτην δὲ τοῦ Θεοῦ γνῶσιν σημαίνει τὸ φῶς· Οἰκεῖ γὰρ φῶς, κατὰ Παῦλον, ἀπρόσιτον. Τὸ γὰρ, οἰκεῖν, τὸ ὅλον εἶναι γνῶσιν σημαίνει, δυσπερινόητον ὑπάρχοντα τοῖς νοητοῖς· ἀπρόσιτον γὰρ εἶπε τὸ φῶς. Συνῳδὰ γὰρ τούτοις καὶ ὁ Ἀπόστολος λέγει· Ὁ μόνος ἔχων ἀθανασίαν, ὁ φῶς οἰκῶν ἀπρόσιτον. Τοσοῦτον γάρ ἐστιν ἐκεῖνο τὸ φῶς, ὡς μηδένα πελάζειν τολμᾷν· ἀποστρέφει γὰρ τὰς ὄψεις ἡ τῆς αἴγλης ὑπερβολή. Εἰ γὰρ ὁ αἰσθητὸς τοῦτο ποιεῖν ἥλιος ἀναγκάζει τοὺς ἀπλήστως καθορᾷν πειρωμένους, τίς ἱκανὸς τοῦ ἀπροσίτου φωτὸς ἐν περινοίᾳ γενέσθαι; Ἔστι μὲν οὖν καὶ αὐτὸς φῶς ἀληθινὸν, ἀναβάλλεται δὲ καὶ φῶς ὡς ἱμάτιον, καὶ φῶς οἰκεῖ ἀπρόσιτον, καὶ Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. Καὶ οὐκ ἐναντία ταῦτα ἀλλήλοις· τὸ γὰρ ἀπρόσιτον φῶς τοῖς ὁρᾷν οὐ δυναμένοις τῷ γνόφῳ καὶ τῷ σκότει ταὐτόν ἐστιν· οὔτε γὰρ τὰ ἐν τούτῳ, οὔτε τὰ ἐν ἐκείνῳ δυνατὸν κατιδεῖν· καὶ τοῦτο μέντοι κἀκεῖνο τῆς θείας φύσεως δηλοῖ τὸ ἀόρατον. Οὐ μὴν ἀλλὰ καὶ Ἰωάννης ὁ θεολόγος περὶ τῆς αὐτῆς οἰκονομίας διηγούμενος, φῶς αὐτὴν ἐκάλεσε λέγων· Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαί νει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Ταύτην ὡς ἱμάτιον ἐνδύεται μὲν, ὅτε ὁλοκλήρως τοῖς ὑστερήμασι τῆς σαρκὸς σκέπει τε καὶ κρύπτει τὴν δύναμιν τῆς θεότητος, οἷον πεινῶν, διψῶν, κοπιῶν, καὶ τὰ τούτων ὑπομένων παραπλήσια. Ἀναβάλλεται δὲ φῶς, ἡνίκα ἑαυτοῦ φανεροῖ τὴν θεότητα, ἐπιτιμῶν τῇ θαλάσσῃ, σαλεύων τὴν γῆν, σκοτίζων τὸν ἥλιον· οὐκ ἔτι γὰρ συγχωρεῖ τὴν θεότητα ὑπὸ τῆς ἀνθρωπότητος κρύπτεσθαι. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg206.local001/.
