# In Psalmos 101-107 [Sp.] 3.1-6

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.], ΨΑΛΜ. Ρϛʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmos-101-107-sp/3.1-6

Ἰουδαῖοι μὲν γὰρ τῷ πλήθει συνεχόμενοι τῶν κακῶν καὶ αὐτὴν ἀπεστρέφοντο τὴν τροφήν. Τοῦτο γὰρ καὶ ἐν ἑτέρῳ ψαλμῷ ὡς ἐξ ἐκείνων εἴρηκεν ὁ προφήτης· Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. Τὰ δὲ ἔθνη οὐδὲ ταῖς τῶν οἰκείων φιλοσόφων διδασκαλίαις προσέχειν ἐβούλετο. Οὗ δὴ χάριν οἱ μὲν Σωκράτους κατεψηφίσαντο θάνατον, οἱ δὲ τὸν Ἀνάξαρχον ξένῃ παρέδοσαν τιμωρίας ἰδέᾳ, ἄλλοι τοὺς Πυθαγόρου διαδόχους πικρῶς αἰκισάμενοι, πρόωρον αὐτοῖς ἐπήγαγον θάνατον. Ἀλλ' ὅμως καὶ τούτοις ὁ τῶν ὅλων Θεὸς παρεσκεύασε μεταδοθῆναι τῆς ἀθανάτου τροφῆς, καὶ μετὰ πάσης ταύτῃ προσδραμεῖν προθυμίας ἀνέπεισε, καὶ τῶν τοῦ θανάτου πυλῶν ἠλευθέρωσε. Καὶ ἄλλως βρῶμα ἐνταῦθα τὴν λογικὴν νοήσομεν τροφὴν, περὶ ἧς ὁ Κύριος τοῖς ἀποστόλοις ἔλεγεν· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. Ταύτης πᾶν εἶδος ὁ ἄνθρωπος ἐβδελύξατο. Οὔτε γὰρ φυσικὸν νόμον οὔτε γραπτὸν ἐφύλαξε, καὶ διὰ τοῦτο Ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. Πύλαι δὲ θανάτου τὰ ἁμαρτήματα, οἷς ἤγγισαν, δέον αὐτοὺς μακρύνεσθαι. Ὅσον γὰρ ταύτης ἤγγισαν, πόῤῥω τῶν πυλῶν τῆς ζωῆς ἀναγκαίως ἐγίνοντο. Ἀλλ' ὁ Χριστὸς αὐτοὺς, καὶ μακρὰν ὄντας, ἐγγὺς διὰ τοῦ αἵματος τοῦ οἰκείου πεποίηκε. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Κραυγὴν ὁ Θεὸς οὐ τὴν διὰ φωνῆς γινομένην, ἀλλὰ τὴν διάθεσιν τῆς διανοίας λογίζεται· ἐπεὶ καὶ Μωϋσέως σιωπῶντος ἔλεγε· Τί βοᾷς πρός με; Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Ὁ γὰρ Θεὸς Λόγος ἐνανθρωπίσας καὶ ἀποσταλεὶς ὡς ἄνθρωπος (ὡς γὰρ Θεὸς, ἀπερίγραπτος, καὶ πανταχοῦ πάρεστι, καὶ περιέχει τὰ σύμπαντα), τὰ παντοδαπὰ τῶν ψυχῶν ἰάσατο τραύματα, καὶ τοὺς φθαρέντας ἀνέῤῥωσε λογισμούς. Οὕτω τὴν ἁμαρτωλὸν ἐκείνην ἰάσατο γυναῖκα, καὶ θαῤῥεῖν παρηγγύησεν· οὕτω τὸν παρειμένον συνέσφιγξεν εἰρηκὼς, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· οὕτως ἀνέῳξε τῷ λῃστῇ τὸν παράδεισον· οὕτω τοὺς τελώνας διδασκάλους τῆς οἰκουμένης ἀπέφηνεν· οὕτω τοὺς τῷ παναγίῳ προσιόντας βαπτίσματι νεουργεῖ καὶ καθαίρει, καὶ τῶν τῆς ἁμαρτίας ἀπαλλάττει τραυμάτων. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει. Ὑπὲρ δὴ τούτων ἁπάντων ὑμνεῖν, φησὶ, δίκαιον τὸν φιλάνθρωπον Θεὸν, ἐλέῳ τοσούτῳ χρησάμενον, καὶ τὴν παράδοξον ἡμῖν δωρησάμενον σωτηρίαν. Χρὴ δὲ μὴ μόνον εἰδέναι τὰς θείας θαυματουργίας, ἀλλὰ καὶ τοὺς ἀγνοοῦντας διδάσκειν, καὶ πάντας διεγείρειν εἰς ὑμνῳδίαν. Ἐπισημαίνεσθαι μέντοι δεῖ, ὡς αἰνέσεως θυσίαν καὶ ἐνταῦθα προσενεγκεῖν τῷ Θεῷ παρηγγύησε, καὶ οὐ τῶν ἀλόγων τὰ θύματα. Τοιγαροῦν ἐκβάλλει καὶ ἐνταῦθα τὴν κατὰ νόμον λατρείαν. Τὴν δὲ τῆς Αἰνέσεως θυσίαν ὁ Ἀκύλας Θυσίαν εὐχαριστίας προσηγόρευσεν. Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς. Τῶν ἀποστόλων καὶ τῶν ἅμα αὐτοῖς ἡ παροῦσα προφητεία τὴν μνήμην σφόδρα ἀκολούθως συνῆψε τῇ τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους παρουσίᾳ. Αὐτοὶ γὰρ ἦσαν οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις ῥητῶς καὶ κατὰ λέξιν, ὥσπερ οὖν ἡ θεία Γραφὴ τῶν εὐαγγελίων μαρτυρεῖ αὐτοῖς. Καὶ τὰ νέα μυστήρια τῆς καινῆς Διαθήκης πράττειν παρακελεύεται λέγων· Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως. Ἔχει δὲ οὕτως· Παράγων γὰρ, φησὶν, ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφοὺς, Σίμωνα τὸν καλούμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς. Καὶ εἶπεν αὐτοῖς· Δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφοὺς, Ἰάκωβον καὶ Ἰωάννην, καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ τούτους ὁμοίως ἐκάλεσε. Περὶ τῶν ἀποστόλων τοίνυν ὁ λόγος. Οἷα γάρ τινος ζητοῦντος, καὶ τίνες οὗτοι τυγχάνουσιν; ἐπήγαγεν, Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, καὶ τὰ ἑξῆς· καὶ δι' αὐτῶν ἐπληροῦτο τῶν ἔργων ἡ δύναμις. Τῶν γὰρ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν πλεόντων σὺν αὐτῷ, Σεισμὸς ἐγένετο, φησὶ, μέγας ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· οἱ δὲ προσπεσόντες εἶπον αὐτῷ· Κύριε, σῶσον ἡμᾶς. Καὶ ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη· ὅπερ ἦν ἰδεῖν Τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. Αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. Παραβολικῶς ταῦτα τέθεικεν ὁ προφήτης. Λέγει δὲ τοῦτο, ὅτι καθάπερ οἱ ναυτιλλόμενοι καὶ τὰ μεγάλα διαπερῶντες πελάγη διαφερόντως τὰς θείας μεγαλουργίας ὁρῶσι, κλύδωσι μὲν χαλεποῖς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλπίδα τῆς σωτηρίας ἀπολαύοντες· οὕτω καὶ Ἰουδαῖοι ταῖς συμφοραῖς ἐκείναις προπεσόντες καὶ τὴν ἐλευθερίαν ἀπειληφότες, τὴν θείαν κατέμαθον δύναμιν. Καὶ μὲν δὴ καὶ ἅπαντες ἄνθρωποι τὴν ξένην τῶν πραγμάτων ὁρῶντες μεταβολὴν, καὶ τῆς προτέρας πλάνης τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γαλήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν. Ἐνταῦθα δὲ θάλασσαν νοῆσαι χρὴ τὸν βίον τὸν ἡμέτερον· πλοῖα, τὰς Ἐκκλησίας, ἐν αἷς οἱ ἀποστόλοι εἰργάσαντο σωτηρίαν, ἐν τῷ πλήθει δηλαδὴ τῶν ἀνθρώπων. Εἴδοσαν δὲ καὶ τοῦ Θεοῦ τὰ ἔργα, τουτέστι, τὰ δημιουργήματα καὶ τὰ θαυμάσια, τὰ σημεῖα ὅσα τὴν σωτηρίαν οἰκονομῶν τὴν ἡμετέραν ἔθετο ἐν τῷ βυθῷ, τουτέστιν, ἐν τῇ σοφίᾳ, μεθ' ἧς οἰκονομεῖ τὰ ἡμέτερα. Βάθος γὰρ ἡ τοῦ Θεοῦ σοφία, διὰ τὸ ἀνείκαστον αὐτῆς καὶ ἀμέτρητον. Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς. Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων. Καὶ διὰ τούτων ἐδίδαξεν, ὡς αὐτοῦ νεύοντος καὶ τὰ λυπηρὰ γίνεται, καὶ τὰ θυμήρη προσγίνεται. Λέγει δὲ τοὺς πειρασμοὺς, οὓς ἐγείρει τὸ πνεῦμα τῆς καταιγίδος, δηλαδὴ τὸ ἀντικείμενον πνεῦμα, ἐπιτρέψαντος τοῦ Θεοῦ εἰς τὴν τῶν δικαίων γυμνασίαν καὶ φανέρωσιν. Δηλοῖ δὲ αὐτὸς ὁ Θεὸς, ἡνίκα τῷ διαβόλῳ πειράσαι ἐπέτρεψε, λέγων πρὸς τὸν Ἰώβ· Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Ὅπερ γάρ ἐστι τῷ χρυσίῳ τὸ πῦρ, τοῦτο ταῖς ψυχαῖς οἱ πειρασμοὶ τυγχάνουσι, τήκοντες αὐτὰς, οὐχ ὥστε διαφθεῖραι, ἀλλ' ὥστε φανερωθῆναι, πῶς λαμπρότητος ἔχουσιν. Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg206.local001/.
