# In Psalmos 101-107 [Sp.] 4.1-5

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.], ΨΑΛΜ. Ρϛʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmos-101-107-sp/4.1-5

Ἐπέμεινε τῇ τροπῇ· καὶ δοκεῖ μὲν περὶ τῶν ναυτιλλομένων λέγειν, αἰνίττεται δὲ διὰ τούτων τὰς παντοδαπὰς τῆς ψυχῆς συμφορὰς, ἃς οὐδεὶς ἀνθρωπίνῃ σοφίᾳ χρώμενος ἱκανὸς διαλῦσαι. Οὐδὲ γὰρ οἱ κυβερνῆται τῇδε κἀκεῖσε μεθυόντων δίκην περιφερόμενοι, ὅταν ὑπερσχῇ τὸ κλυδώνιον, πᾶσαν εἰσφέροντες τὴν τέχνην, περιγενέσθαι δύνανται τῶν δεινῶν. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς· καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν· καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. Καὶ εὐφράνθησαν, ὅτι ἡσύχασαν. Κἀκείνοις τοῖς πλείουσιν ἐπικαλουμένοις τὴν οἰκείαν ῥοπὴν ὀρέγει, καὶ νεύει, καὶ παραχρῆμα εἰς αὔραν πραεῖαν ἡ καταιγὶς μεταβάλλεται, καὶ τῆς ζάλης τὸ πέλαγος ἀπαλλάττεται, καὶ οἱ λυπηροῖς τισι προσπαλαίοντες διὰ τῆς αὐτοῦ χάριτος μεταβολὴν εὑρίσκουσι τῶν κακῶν. Οὕτως Ἰουδαῖοι τῆς πικρᾶς δουλείας ἐκείνης ἠλευθερώθησαν. Καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτοῦ. Ἅμα γὰρ ἠθέλησε, καὶ λύσις ἐγένετο τῶν κακῶν, καὶ ἀντὶ τοῦ κλύδωνος ὁ λιμὴν ἀνεφάνη. Καὶ τοῦτο δὲ μᾶλλον ἡμῖν ἢ ἐκείνοις ἁρμόδιον. Ἡμᾶς γὰρ εἰς τὸν τοῦ θελήματος λιμένα καθώρμισε τὴν θείαν αὐτοῦ δωρησάμενος γνῶσιν, δηλαδὴ τὴν βασιλείαν· ἥτις λιμὴν, ὡς οὐκ ἔχουσα τῶν πειρασμῶν τὰ κύματα, εἰκότως προσηγόρευται, καὶ λιμὴν θελήματος τοῦ Χριστοῦ ἀναγκαίως, τοῦ λέγοντος· Πάτερ, οὓς δέδωκάς μοι, θέλω, ἵνα ὅπου ἐγώ εἰμι, κἀκεῖνοι ὦσιν. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὑψωσάτωσαν αὐτὸν ἐν Ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. Ἀκολούθως μετὰ τοὺς ἀποστόλους τῆς Ἐκκλησίας καὶ τοῦ πρεσβυτερίου τοῦ ἐν ταύτῃ μνήμην ποιεῖται. Προστεθῆναι γὰρ τοῖς τῶν ἀγαθῶν εὐαγγελίοις ἔδει καὶ ταῦτα. Δεῖ δὲ, φησὶν, ἐν τῇ τῶν ἐθνῶν Ἐκκλησίᾳ δοξάζειν τὸν παράδοξα ποιοῦντα Θεόν. Ἔθνη γὰρ καὶ Ἰουδαῖοι τὴν ἀλλήλων μετειλήφασι τάξιν. Οἱ μὲν γὰρ διὰ κακίας ἀποβληθέντες, ἀγγελικῆς ἐπιφανείας καὶ προφητικῶν χαρισμάτων ἐστερημένοι, ἥ τε τούτων χώρα καὶ πόλις οἰστικὴ πρότερον οὖσα καρπῶν ἀγαθῶν, ἐκ τῆς εἰς Χριστὸν παροινίας ἄκαρπος ἔτι διατελεῖ, οὐ μητρόπολις οὖσα, οὐχ ἱερὸν, οὐχ ἅγια ἁγίων ἔχουσα, οὐχ ἱερωσύνην, οὐ βασιλείαν· ἐθνικοῖς δὲ δουλεύουσι νόμοις ἐκπεσόντες ἐλευθερίας. Ἡ δὲ πρὶν ἄνυδρος ἐθνῶν Ἐκκλησία, ἔρημός τε καὶ πλανωμένη, πλήρης νῦν ἀγαθῶν, καὶ τοὺς πεινῶντας πληροῖ, καὶ συνεστήσατο τὴν ἔνθεον πολιτείαν. Αὕτη γὰρ πόλις κατοικεσίας, ἐν ᾗ καὶ λογικὴ τροφὴ καὶ ἄρτος οὐράνιος. Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψαν, γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Καὶ τοῦτο παρὰ τῶν πεπιστευκότων ἐθνῶν διηνεκῶς γινόμενον ἔστιν ἰδεῖν. Ἐν ἁπάσαις γὰρ ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις, τοῦ ἱεροῦ καθηγουμένου συλλόγου, ἅπας ὁ λαὸς τὸν εὐεργέτην ὑμνεῖ, τῆς θείας φιλανθρωπίας τὰς θαυματουργίας διεξιών. Ὑμνοῦσι δὲ αὐτὸν οἱ τῆς σωτηρίας τετυχηκότες, τὴν ξένην ὁρῶντες μεταβολήν. Οἱ γὰρ πάλαι πολλοῖς ἀρδόμενοι προφητικοῖς ποταμοῖς, καὶ καρπὸν ὥριμον προσφέροντες τῷ Θεῷ, νῦν οὐδὲ νοτίδος μικρᾶς ἀπολαύουσιν, ἀλλ' ἔρημοι παντελῶς διὰ τὴν οἰκείαν πονηρίαν τῆς προτέρας ἀρδείας γεγένηνται. Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. Τὰ δὲ πάλαι ἔρημα ἔθνη καὶ οὐδὲ βραχεῖαν ἐσχηκότα λιβάδα, τοῖς τῆς διδασκαλίας ὕδασι περικλύζεται, ὑπὲρ τὴν χρείαν τὰ λογικὰ δεχόμενα ῥεύματα. Ἰδοὺ τοίνυν πῶς τὰ περὶ τῆς Ἐκκλησίας συμφώνως τῷ Ἡσαΐᾳ ἐκτίθεται. Φησὶ γὰρ κἀκεῖνος· Θήσω τὴν ἔρημον εἰς ἕλη, καὶ διψῶσαν γῆν εἰς ὑδραγωγούς. Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας. Τοὺς γὰρ πάλαι λιμῷ τηκομένους, καὶ τῆς πνευματικῆς τροφῆς ἐνδεεῖς, ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς, καὶ τὴν εὐσεβῆ συνεστήσατο πολιτείαν. Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος. Ὁ γὰρ οὐράνιος σπόρος ἐκ τῶν ἀποστόλων ἐκ διαδοχῆς ἀεὶ παραδιδόμενος ἐν ταῖς τοῦ μετανοίας βίου ψυχαῖς κατασπείρεται, περὶ οὗ φησιν ὁ Σωτήρ· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἃ μὲν ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, ἃ δὲ ἐπὶ τὴν πέτραν, ἃ δὲ παρὰ τὴν ὁδὸν, ἃ δὲ ἐπὶ τὴν καλὴν καὶ ἀγαθὴν γῆν. Φυτεύονται δὲ καὶ ἀμπελῶνες, αἱ πανταχοῦ τῆς γῆς Ἐκκλησίαι, κατὰ τὸ, Ἐγώ σε ἐφύτευσα, ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν· καὶ, Ἄμπελος ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Ὡς γὰρ τὴν τῶν Ἰουδαίων ἐδήλου διὰ τούτων συναγωγὴν, οὕτω νῦν τὴν τῶν ἐθνῶν Ἐκκλησίαν. Ὅτι δὲ καρπὸν δικαιοσύνης ἐποίησαν τὰ ἔθνη, φησὶν ὁ Σωτήρ· Ἀρθήσεται ἡ βασιλεία τοῦ Θεοῦ ἐκ τοῦ προτέρου λαοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τὸν καρπὸν αὐτῆς. Καὶ εὐλόγησεν αὐτοὺς, καὶ ἐπληθύνθησαν σφόδρα· καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg206.local001/.
