# In Psalmos 101-107 [Sp.] 4

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.], ΨΑΛΜ. ΡΑʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmos-101-107-sp/4

Δύναται τὸ, Κατ' ἀρχὰς, κείμενον ἀναιρεῖν δόξαν τῶν λεγόντων, πάντων τὴν γῆν στοιχεῖον εἶναι, ὡς πάντα ἐξ αὐτῆς γεγενῆσθαι, οὐδενὸς προτέρου αὐτῆς ὄντος. Φαίνεται γὰρ οὐκ ἀρχὴ, ἀλλὰ κατά τινας προεπινοουμένας ἀρχὰς θεμελίους αὐτῆς ὑπάρχειν. Εἴρηται καὶ τῷ Ἰὼβ ὑπ' αὐτοῦ τοῦ Κυρίου, ὡς θεμελιώσαντος τὴν γῆν· Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; Θεμελιοῦντος δὲ τοῦ Κυρίου, δι' οὗ τὰ πάντα γεγένηται, τὴν γῆν, καὶ περὶ τοῦ Πατρὸς λέγεται· Ὁ Θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Καὶ τὸ εἰρημένον δὲ περὶ Θεοῦ, Κρεμάζων τὴν γῆν ἐπ' οὐδενὸς, ἐμφαίνει τὴν ἐν τῷ μεσωτάτῳ τοῦ παντὸς χώραν αὐτὴν ἐσχηκέναι. Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται. Καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Ἅπαντα μὲν γὰρ τὰ ὁρώμενα καταγηράσει, καὶ ἱματίου μιμήσεται παλαιότητα· σὺ δὲ αὐτὰ ἀλλάξεις καὶ νεουργήσεις, καὶ ἄφθαρτα ποιήσεις ἀντὶ φθαρτῶν. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Τὴν μὲν οὖν κτίσιν μεταῤῥυθμίζεις ὡς θέλεις, ὦ Δέσποτα· σὺ δὲ ἄτρεπτον ἔχεις τὴν φύσιν καὶ ἀλλοιώσεως κρείττονα. Ταῦτα μέντοι ὁ θεῖος Ἀπόστολος τῇ τοῦ Υἱοῦ περιτέθεικεν ἰδιότητι ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ. Ἀλλ' ὅμως ἐν τῷ Υἱῷ θεωροῦμεν τὸν Πατέρα. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὡσαύτως ποιεῖ, καὶ τὸ ταὐτὸν τῆς φύσεως ἐν ἑκατέρῳ γνωρίζεται. Μίαν γὰρ ἴσμεν τῆς Τριάδος ἐνέργειαν. Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται. Ἀντὶ δὲ τοῦ, Κατευθυνθήσεται, ὁ Σύμμαχος, Διαμενεῖ, τέθεικε. Σημαίνει δὲ ὡς οἱ μὲν τῆς δουλείας ἀπαλλαγέντες, τὴν Ἱερουσαλὴμ οἰκήσουσι· τὸ δὲ ἐξ αὐτῶν σπέρμα εἰς τὸν αἰῶνα διαμενεῖ. Υἱοὺς δὲ δούλων τοῦ Θεοῦ οὐ πάντως κατὰ σάρκα δεῖ λαβεῖν, ἀλλὰ κατὰ παίδευσιν καὶ μίμησιν ἀληθινῆς πολιτείας· ταύτῃ γὰρ καὶ υἱοὶ τῶν προφητῶν τινες ἐκαλοῦντο, τὸ κατὰ προφητικὴν ἕξιν ἴσως γεγενῆσθαι παρ' αὐτῶν· σπέρμα δὲ αὐτῶν τούτων οἱ πρὸς αὐτῶν ὠφελούμενοι ἐτύγχανον. Περὶ δὲ τούτου τοῦ σπέρματος ὁ θεῖος Ἀπόστολος ἔφη· Μέχρις οὗ ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγγελται· καὶ, Τῷ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει δὲ, Τοῖς σπέρμασιν, ὡς ἐπὶ πολ λῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅς ἐστιν ὁ Χριστός. Τοῦτο τὸ σπέρμα εἰς τὸν αἰῶνα διαμενεῖ. Ἑνωθὲν γὰρ τῷ Θεοῦ Λόγῳ ἀνώλεθρον ἔχει τὸ εἶναι, καὶ δωρεῖται ζωὴν τοῖς πιστεύουσι, κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνήν· λέγει γάρ· Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα, ζήσεται εἰς τὸν αἰῶνα, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg206.local001/.
