Ancient Greek
ΨΑΛΜ. Ρϛʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 5.1-4
Not analysed yet
Ταῦτα τροπικῶς εἴρηκεν ὁ προφήτης. Καὶ ὁ Κύριος δὲ παραβολαῖς τοιαύταις ἐχρήσατο, καὶ ποτὲ μὲν τοὺς ἀποστόλους ἐκάλεσε θεριστὰς, ποτὲ δὲ ἑαυτὸν σπορέα καὶ γεωργὸν, καὶ γῆν καλὴν τοὺς εὐπειθῶς δεχομένους τοῦ λόγου τὰ σπέρματα. Καὶ ὁ Ἀπόστολος δέ φησιν· Ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξανε· καὶ πάλιν· Θεοῦ γεώργιόν ἐστε, Θεοῦ οἰκοδομή ἐστε. Καὶ ἔσπειραν τοίνυν οἱ ἀπόστολοι τὰ σωτήρια κηρύγματα, καὶ τοὺς λογικοὺς τῷ Θεῷ κατεφύτευσαν παραδείσους, καὶ τὸν ὥριμον τῆς δικαιοσύνης καρπὸν τῷ Θεῷ προσεκόμισαν. Καὶ ἅπαντες δὲ οἱ μετ' ἐκείνους τὴν διδασκαλίαν πεπιστευμένοι, ταὐτὸ τοῦτο δρῶντες διατελοῦσιν. Ὁ γὰρ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει, κατὰ τὸν θεῖον ἀπόστολον· κτήνη δὲ καλεῖ τοὺς ὑπ' αὐτῶν νεμομένους, οὓς αὐτὸς ηὔξησε, τῆς θαυματουργίας χορηγήσας τὴν δύναμιν. Καὶ μάρτυς ὁ μακάριος Λουκᾶς ἐν ταῖς Πράξεσι λέγων· Ὁ δὲ Κύριος προσετίθει τοὺς σωζομένους καθ' ἡμέραν. Καὶ αὐτὸς δὲ ὁ Κύριος πρόβατα καλεῖ τοὺς πεπιστευκότας. Τὰ πρόβατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει. Καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης. Οὗτοι μὲν οὖν, φησὶν, οἱ πάλαι τὴν ἔρημον οἰκοῦντες καὶ ἄνυδρον, τοσαύτης εὐθηνίας καὶ εὐλογίας πεπιστευκότες ἀπήλαυσαν· οἱ δὲ πάλαι τῆς τῶν προφητῶν ἀπολαύσαντες ἀρδείας, εἶτα ταύτης στερηθέντες διὰ τὴν πονηρίαν τῆς γνώμης καὶ ἔρημοι παντελῶς μεμενηκότες καὶ ἄκαρποι, παντοδαπαῖς περιέπεσον συμφοραῖς καὶ εἰς ἅπασαν τὴν οἰκουμένην διεσκεδάσθησαν, ὥστε τὴν πολυάνθρωπον αὐτῶν μητρόπολιν ὑπὸ ὀλίγων οἰκεῖσθαι. Ἐξεχύθη ἐξουδένωσις ἐπ' ἄρχοντας αὐτῶν. Μαρτυρεῖ δὲ τῇ προῤῥήσει τὰ πράγματα. Καὶ γὰρ οἱ δοκοῦντες αὐτῶν ἄρχοντες εἶναι καὶ διδάσκαλοι, οὐδενὸς ἄξιοι καθεστήκασι λόγου, ἀλλ' οἱ πάλαι περιφανεῖς περίβλεπτοι, ἄσημοι παντελῶς εἰσι, καὶ ὑπ' αὐτῶν ἐκείνων καταφρονούμενοι. Εἰ γὰρ καὶ σωματικῶς οἱ Ἰουδαῖοι πληθύνουσι κατὰ τὸ, Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἀλλ' οὐ πάντας ἀξίους ἀποφαίνει τὸ Πνεῦμα τὸ ἅγιον· λέγει γὰρ διὰ Ἡσαΐου τοῦ προφήτου· Ἐὰν γένωνται υἱοὶ Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται· ὅπερ νῦν λέγει, ὅτι Ὠλιγώθησαν, καὶ κατεφθάρησαν ἀπὸ συνοχῆς κακῆς καὶ ταλαιπωρίας. Ἀλλὰ ταῦτα μὲν οἱ πολλοί· οἱ δὲ προύχοντες ἐν ἀξιώμασι καὶ γνώσει παρεδόθησαν ἐξουδενώσει, οὓς δὴ Καὶ ἐπλάνησεν ὁ Θεὸς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ. Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ. Ὁ δὲ Σύμμαχος οὕτως· Καὶ πλανήσει αὐτοὺς ἐν ματαιότητι διανοίας. Ὁ δὲ Θεὸς οὐκ ἐπάγει πλάνην, ἀλλὰ τοὺς μὴ πειθομένους αὐτῷ, ἀκυβερνήτους ἐᾷ· οἱ δὲ ἀκυβέρνητοι τῇδε κἀκεῖσε περιφερόμενοι, πλανῶνται. Τοῦτο καὶ Ἰουδαῖοι πεπόνθασι· τὴν εὐθεῖαν γὰρ καταλιπόντες ὁδὸν τοῖς οἰκείοις ἕπονται λογισμοῖς. Καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας, καὶ ἔθετο, ὡς πρόβατα, πατριάς. Ὁ δὲ Σύμμαχος· Καὶ ὀχυρώσεις πένητα ἀπὸ κακώσεως. Πένητα δὲ λέγει τὸν ἐξ ἐθνῶν λαόν. Καὶ ἔθετο, ὡς πρόβατα, πατριάς. Ὁ δὲ Ἀκύλας· Καὶ θήσει, ὡς ποίμνιον συγγενείας. Καὶ ὁ Σύμμαχος· Καὶ τάξει, ὡς ποίμνια, τὰς συγγενείας. Λέγει δὲ τὰς κατὰ πόλιν καὶ χώραν συστάσας Ἐκκλησίας. Καὶ ὁ Σωτὴρ δέ φησι περὶ τοῦ ἰδίου λαοῦ· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει. Ὡς δὲ περὶ μελλόντων καὶ μήπω παρόντων φησίν. Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει στόμα αὐτῆς. Ταῦτα γὰρ ὁρῶντες οἱ μὲν εὐθύτητι λογισμῶν κεχρημένοι, θυμηδίας ἐμπίμπλανται· οἱ δὲ δυσσεβείᾳ καὶ παρανομίᾳ συζῇν προαιρούμενοι, κύπτειν εἰς γῆν καὶ σιγᾷν ἀναγκάζονται, τῇ δικαίᾳ χαλινούμενοι ψήφῳ. Τίνα δὲ ὄψονται, ἀλλ' ἢ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολήν; Διὸ τοῖς τὰ τέλη τῶν προφητειῶν τεθεαμένοις ἔλεγεν ὁ Σωτήρ· Ὑμῶν δὲ μακάριοι ὀφθαλμοὶ, ὅτι βλέπουσιν, ἃ πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν, καὶ οὐκ εἶδον. Ἀνομίαν δὲ νοήσεις τὸν διάβολον, καὶ πάντα τὸν κατ' αὐτὴν πεποιημένον. Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσουσι τὰ ἐλέη τοῦ Κυρίου; Τὸ πολὺ γὰρ αὐτῶν ἀνάκειται πνευματικῇ διανοίᾳ, καὶ δεῖται σοφίας εἰς νόησιν. Ἀλλ' οὐ διαγνῶναι τὰς φιλανθρώπους τοῦ Σωτῆρος οἰκονομίας, οὔτε τὸ τὰς θείας νομοθεσίας φυλάξαι, παντὸς, ἀλλὰ τοῦ βοῶντος πρὸς τὸν Δεσπότην· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Δι' ὧν δὲ λέγει, Συνήσουσιν, ὡς μέλλουσαν τοῖς ἐξ ἐθνῶν τὴν θεωρίαν ἀνέπεμψεν· ᾧ ἡ δόξα Χριστῷ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.