Ancient Greek · ~17 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 100 [Sp.] 1.1
Not analysed yet
Πάλιν ἡμῖν, ἀγαπητοὶ, πνευματικῶς ᾄδειν ὁ μακάριος Δαυῒδ ὁ προφήτης παρακελεύεται· πάλιν τὸ καλὸν ᾆσμα μελῳδεῖν ἡμᾶς ὁμοφρόνως παρασκευάζει· πάλιν τὸ πνευματικὸν καὶ ἐπουράνιον μέλος προβαλλόμενος, πνευματικοὺς ἡμᾶς διὰ τῆς ᾠδῆς ἀπεργάζεται. Πνεύματι γὰρ ἁγίῳ τὴν μελῳδίαν ποιούμενος, καὶ ὥσπερ κιθάρα ἔμψυχος καὶ λογικὴ ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀνακρουόμενος, πνευματικῶς καὶ ἡμᾶς ᾄδειν κατὰ πάντα διδάσκει. ᾌδει δὲ, οὐ τέρψαι καὶ ἡδῦναι τὰ ὦτα προθέμενος, ἀλλ' εὐφρᾶναι καὶ ὠφελῆσαι τὴν διάνοιαν βουλόμενος. Οὐδὲ γὰρ ἕως ἀκοῆς μόνον ἵστησι τὰ ᾀδόμενα, ἀλλὰ καὶ ἕως ψυχῆς παραπέμπει τὰ λεγόμενα Ἀκοῇ μὲν γὰρ παραδίδωσι πρὸς παίδευσιν καὶ γνῶσιν τῆς ἀληθείας, ψυχῇ δὲ ἐντίθησι πρὸς ἀσφάλειαν καὶ βεβαίωσιν τῆς σωτηρίας. ᾌδει γὰρ τὸ ᾆσμα, οὐ ψιλοῖς ῥήμασι τὰς λέξεις προφερόμενος, ἀλλὰ ὠφελίμοις τῶν ᾀδόντων τὸν βίον ἐπανορθούμενος. Οὐδὲ γὰρ βιωτικὸν ἢ κοσμικὸν τὸ ᾄσμα τοῦτο, ἀλλὰ θεϊκὸν καὶ πνευματικὸν, καὶ πάσης κοσμιότητος πεπληρωμένον. Τὰ μὲν γὰρ βιωτικὰ ᾄσματα, καὶ αἱ τοῦ κόσμου μελῳδίαι ἀπηχοῦσαι τὴν ἀκοὴν, καὶ ἀπατῶσαι τὴν διάνοιαν, μακρὰν ἀπάγουσι τῆς ὠφελείας, εἰς ἐπιθυμίας καθέλκουσαι τῆς ἀπωλείας. Αἰσχρῶν γὰρ ῥημάτων ἀνάπλεοι τυγχάνουσαι, καὶ ἀθέσμων ὀρέξεων ἔμπλεοι καθεστηκυῖαι, πρὸς τὴν τῶν ᾀδομένων ἡδυπάθειαν, καὶ πρὸς τὴν ἔκλυσιν τῆς μελῳδίας, ἐκθηλύνουσι τῆς ψυχῆς τὴν ἀνδρείαν, καὶ συνεκλύουσι τὴν τοῦ σώματος εὐγένειαν. Τὰ δὲ ἐπουράνια, καὶ ἐκ Πνεύματος ἁγίου ἔχοντα τὴν χορηγίαν, πρὸς τὴν τῶν ῥημάτων εὐταξίαν καὶ πρὸς τὴν τῶν νοημάτων εὐκοσμίαν εἰς τάξιν ἄγοντα τὴν διάνοιαν, κοσμίαν καὶ τὴν ψυχὴν ἀπεργάζεται. Συγκινουμένη γὰρ ἡ ψυχὴ τοῖς λαλουμένοις, καὶ συνεπινεύουσα τοῖς νοουμένοις, ἐκεῖ φέρει τὴν ἕξιν, ἔνθα καὶ ἡ λέξις ἐφέλκεται τὸ κινητικὸν ὄργανον τῆς τοῦ πνεύματος μελῳδίας. Τοσαύτης οὖν οὔσης τῆς ἐν τῷ ᾄσματι δυνάμεως, καὶ τηλικαύτης ὑπαρχούσης τῆς ἐν τῇ μελῳδίᾳ ἐνεργείας, φέρε δὴ θεασώμεθα, τί περιέχει καὶ τὸ σήμερον ἡμῖν ὑπαναγνωσθὲν μελῴδημα τῆς προφητείας. Τί οὖν φησιν; Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε, Πάνυ ὠφέλιμον, ἀγαπητοὶ, καὶ σωτήριον τὸ ᾆσμα τοῦτο, ἐξ ἐλέους καὶ κρίσεως τὴν ἀρχὴν ποιούμενον. Τὸ μὲν γὰρ ἐπιδείκνυσι τὴν ἀφθονίαν τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ δὲ τὴν μεγάλην αὐτοῦ εἰς ἡμᾶς γεγενημένην εὐεργεσίαν. Σημαίνει μὲν γὰρ τὸ ἔλεος τὴν ἐκ χάριτος εἰς ἀνθρώπους γεγενημένην εὐδοκίαν· Δόξα γὰρ ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία· ἡ δὲ κρίσις τὴν ἄνωθεν προωρισμένην σωτηρίαν· Οὓς γὰρ προώρισε, τούτους καὶ ἐκάλεσεν· οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν. Ἔκρινε γὰρ ὁ ἀγαθὸς Θεὸς ἐλέει καὶ φιλανθρωπίᾳ σῶσαι τοὺς ὑπὸ τῆς ἁμαρτίας ἀπολλυμένους. Τοῦτο οὖν κατανοήσας ὁ προφήτης κηρύττει, διδάσκων ἡμᾶς διὰ τοῦ ᾄσματος ἀδιάλειπτον ποιεῖσθαι τὴν εὐχαριστίαν, λέγων· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Σημαίνει δὲ καὶ ἕτερον, καὶ κατὰ διάνοιαν προφητεύων, καὶ Πνεύματι ἁγίῳ τὰ μέλλοντα ὡς παρόντα ἐκδιηγούμενος. Θεωρῶν γὰρ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ, τὴν ἐπὶ τὸν ἄπιστον λαὸν τῶν Ἰουδαίων γεγενημένην, τὸν μὴ δεξάμενον τὸν ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν κηρυττόμενον, δικαίως μὲν δι' ἀπιστίαν τιμωρούμενον, δικαίως δὲ καὶ ἐκ τῆς νόμου ἐπαγγελίας ἀποστερούμενον· ὁρῶν δὲ καὶ τὸν ἐξ ἐθνῶν λαὸν ἐν ἐλέει σωζόμενον, διὰ τὸ εὐπειθὲς τῆς περὶ τὸν Δεσπότην ὑπακοῆς τε καὶ πίστεως, προαναφωνεῖ, ἡδείᾳ φωνῇ καὶ γλυκείᾳ τὴν ἀγαθότητα τοῦ Δεσπότου τοῖς πᾶσι παρατιθέμενος· ἵν' ἕκαστος ἐπὶ γλώσσης φέρων τὸ ᾆσμα, καὶ ἡδυφώνως ἀναφθεγγόμενος τὴν ἐν τῷ ᾄσματι μελῳδίαν, ἀειμνημόνευτον ἔχῃ τῆς Δεσποτικῆς εὐεργεσίας τὴν χάριν. Ἔλεον, φησὶ, καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Καλὸν οὖν καὶ ἡμᾶς ᾄδειν ἀδιαλείπτως τὸ ᾆσμα τοῦτο, ἵν' ὁμοῦ ἐπὶ τὸ αὐτὸ εὐχάριστοι γενώμεθα περὶ τὸν εὐεργέτην Θεὸν, καὶ τὸν ἑαυτῶν βίον διορθώμεθα, ἐλέει καὶ κρίσει τὰ πάντα διαπραττόμενοι. Ποιεῖτε γὰρ, φησὶν, ἔλεον καὶ κρίσιν ἐν μέσῳ τῆς γῆς· Διότι ἔλεον θέλω, καὶ οὐ θυσίαν, λέγει Κύριος. Ἀλλὰ καὶ, Ἔλεον, φησὶ, ποιεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ κρῖμα δίκαιον κατευθύνετε, ὅτι ἐν τούτοις τὸ θέλημά μου, λέγει Κύριος. Ἐὰν γὰρ οὕτω πορευώμεθα, καὶ ἐν τούτοις ἀναστρεφώμεθα, λέξομεν καὶ ἡμεῖς μετὰ παῤῥησίας ᾄδοντες, Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Καὶ ἵνα μάθῃς, ἀγαπητὲ, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, κατανόησον τὴν τῶν γεγραμμένων ἀκολουθίαν, καὶ εὑρήσεις τὴν τῶν εἰρημένων ἀλήθειαν. Ἐπιφέρει γὰρ λέγων· Ψαλῶ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με; Ὁρᾷς ὡς διορθωσάμενος τὸν ἑαυτοῦ βίον, καὶ πορευθεὶς πάσῃ ὁδῷ δικαιοσύνης, μηδένα δὲ μῶμον ἢ σπῖλον θέμενος ταῖς ἑαυτοῦ ὁδοῖς, συνιείς τε πᾶσαν εὐθύτητα καὶ κρίσιν, καὶ τὴν ἐν ἔργοις μαρτυρομένην ἔννομον πολιτείαν, ᾄδει ἐν τῷ ᾄσματι ἱλαρῷ τῷ προσώπῳ τὰς πράξεις ἐκδιηγούμενος;