# In Psalmum 100 [Sp.] 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 100 [Sp.], Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmum-100-sp/2.1

Ἔψαλε δὲ ἐν συνέσει, ἀκαταγνώστῳ καρδίᾳ τὰ ἔργα καταριθμούμενος. Ἑτοιμάσας δὲ, κατὰ τὸ γεγραμμένον, τὰς ὁδοὺς Κυρίου, καὶ εὐθείας ποιήσας τὰς τρίβους τοῦ Θεοῦ, ἐξεδέχετο δὴ τὴν Δεσποτικὴν παρουσίαν προσκαλούμενος καὶ λέγων, Πότε ἥξεις πρός με; μονονουχὶ τοιαῦτα ἀποκρινόμενος ἔλεγεν. Ἡτοίμασά μου τὸ δοχεῖον τῆς διανοίας, ἐξωμάλισά μου τὰ σκληρὰ τῆς καρδίας, πᾶν σκῶλον ἀπέῤῥιψα, μὴ ἐάσας ἐμπόδιόν τι τῆς σῆς παρουσίας. Εὐθεῖαν ἐποίησα τὴν ὁδὸν τῆς ψυχῆς μου, ἀπέσμηξα τὰ αἰσθητήρια τῆς καρδίας μου, καθαροὺς ἀπειργασάμην τοὺς ἐν ἐμοὶ λογισμούς. Ἕτοιμός εἰμι πρὸς ὑποδοχὴν τῆς σῆς παρουσίας. Πότε ἥξεις πρός με; Ἐπίβαινε ἀκωλύτως, Δέσποτά μου, οὐχ εὑρήσεις ἐν ἐμοὶ ὁδὸν κακίας. Διεπορευόμην γὰρ ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Καὶ ἵνα γνῷς, ὡς ἕτοιμος ἦν πᾶσαν δικαιοσύνην κατεργαζόμενος, ἄκουε αὐτοῦ τὰ ἔργα μετὰ ἡδείας τῆς φωνῆς ἐξαγγέλλοντος· Διεπορευόμην, φησὶν, ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον· ποιοῦντας παραβάσεις ἐμίσησα. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ. Βλέπεις, ἀγαπητὲ, πόσων καὶ πηλίκων ἐργάτης ἐτύγχανεν ὁ μακάριος, καὶ πῶς μετὰ πολλῆς τῆς παῤῥησίας καὶ πεποιθήσεως διεξῄει τῶν πράξεων τὰ κατορθώματα; Ἆρ' οὖν ἑρμηνεύσω τὰ εἰρημένα, ἢ καταλείψω ὑμῖν ἐκ τῶν λέξεων γινώσκειν τὴν δύναμιν τῶν γεγραμμένων; Τί γὰρ φανερώτερον τῶν εἰρημένων; τί δὲ οὕτως αὐθερμήνευτον τῶν νῦν καταλελεγμένων; Ἀλλ' ἵνα καὶ κατὰ μέρος ἐξετάσωμεν αὐτὰς, ὡς ἔχει, τὰς λέξεις παρατιθέμενοι, φέρε δὴ πάλιν αὐτὰ ἐπαναλαβόντες, μνημονεύσωμεν, καὶ ἴδωμεν πόσην ὠφέλειαν παρέχουσι συνεχῶς μνημονευόμενα. Διεπορευόμην, φησὶν, ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Πρῶτον, μέγα καὶ καλὸν κατόρθωμα ἡ ἀκακία, οὐχ ἕως δὲ τούτου μόνου ἱσταμένη τοῦ κεκτημένου, ἀλλὰ καὶ ἐπὶ τοὺς πλησίον παραπεμπομένη· καθώς φησιν ἡ Σοφία· Τέκνον, ἐὰν ἀγαθὸς ᾖς, σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον σου· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά. Καλὴ οὖν ἡ ἀκακία, Δεσποτικὴ ἡ μίμησις, θεϊκὴ ἡ ὁμοίωσις. Ἄκακος γὰρ καὶ ὅσιος ὁ Κύριος. Αὕτη ἡ ἀκακία, ψυχῆς ἐστι φυλακτήριον, διανοίας καθάρσιον, ἠθῶν καταστολὴ, λογισμῶν ἡσυχία, προσώπου ἡμερότης, πραότης ὀφθαλμῶν, φιλίας καθηγεμὼν, μήτηρ ἀγάπης, πίστεως ὁμοδίαιτος, τελείωσις δικαιοσύνης· καὶ ἁπαξαπλῶς ῥίζα πάσης ἀρετῆς, καὶ θεμέλιος τῆς ὅλης ἀγαθότητος ὑπάρχει ἡ ἀκακία. Οὐκ οἶδεν ἔχθρας τὴν ὑπόστασιν, οὐκ ἐπίσταται ὀργῆς τὴν ἀγριότητα, οὐ γινώσκει κακίας τὴν ἐνέργειαν· ἀλλ' ἔστιν ὥσπερ βασίλισσα ὑπὸ πασῶν τῶν ἀρετῶν δορυφορουμένη. Καλὴ οὖν ἡ ἀκακία, τοσούτων ἀγαθῶν αἰτία τυγχάνουσα. Ἐκ ταύτης κατάρχεται λέγων· Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐν ἀκακίᾳ, ἀλλ', Ἐν ἀκακίᾳ καρδίας μου, ἀντὶ τοῦ, οὐχ ἕτερα μὲν εἶχον ἐπὶ στόματος, ἕτερα δὲ ἐν καρδίᾳ· οὐδὲ τῷ μὲν στόματι ἐλάλουν εἰρηνικὰ, τῇ δὲ καρδίᾳ διελογιζόμην κακά· ἀλλ' οἷος ἤμην τῷ στόματι, τοιοῦτος καὶ τῇ καρδίᾳ διαλογιζόμενος. Διεπορευόμην οὖν ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Ἐνταῦθα οἶκον, ἀγαπητοὶ, οὐ τὸν χειροποίητον τοῦτον, ἐκ λίθων καὶ ξύλων συγκείμενον, οὐδὲ τὸν ἐξ ἀμόρφου ὕλης σκευαζόμενον, ἀλλὰ τὸν λογικὸν τῆς ψυχῆς ναὸν, τὸν πρὸς τὴν ἔνδοθεν ἀόρατον εἰκόνα τὴν ἔξωθεν ἀποτυπούμενον, τὸν ὑπὸ τῆς νοερᾶς καὶ λογικῆς φύσεως μορφούμενον, τὸν ὑπὸ τοῦ θείου ἐμφυσήματος ζωοποιούμενον, τὸν φέροντα τὴν ψυχὴν καὶ ὑπὸ τῆς ψυχῆς φερόμενον, τὸν δεκτικὸν χαρισμάτων τῆς ἀκινήτου δυνάμεως. Ἐν μέσῳ τούτου ἐπορευόμην. Μέσον δὲ καλεῖ τὸ ἡγεμονικὸν τῆς καρδίας, ἐπειδὴ μέσον κεῖται τοῦ ὅλου σώματος τοῦ ἀνθρωπείου. Κακαὶ ὁδοὶ ὑπάρχουσιν οἱ διαλογισμοὶ καὶ αἱ ἐνθυμήσεις, ὡς καὶ ὁ Σωτήρ φησιν· Ἐκ καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί. Ἐν ταύτῃ γὰρ καὶ πᾶσα ἡ κίνησις τῆς φύσεως τῆς ἀνθρωπίνης. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Θόρυβος ἐὰν γένηται, ἡ καρδία κινεῖται· τάραχος ἐὰν συμβῇ, ἡ καρδία θορυβεῖται ἐχθρῷ ἐπανάστασις ἐὰν τύχῃ, ἡ καρδία ταράσσεται· φόβος ἐὰ γένηται, ἡ καρδία παλμοῖς ἔνδοθεν τινασσομένη συντινάσσει καὶ τὸ παρακείμενον μέλος τοῦ σώματος, καὶ ἀπολείπουσα, καὶ πάλιν ἐπισπωμένη, οὐ συγχωρεῖ ἡσυχάζειν, ἀλλὰ συχνότερον κινουμένη μείζονα τὸν ἀγῶν παρέχει, καὶ ὅλον ταράσσει τὸ σῶμα, ἀλλοιοῖ καὶ τὸ χρῶμα, μεταβάλλει καὶ τὸ σχῆμα, μεταποιεῖ τε τὴν ἕξιν, πελιδνὸν καὶ τὸ πρόσωπον ἀπεργάζεται, ἵστησι τῶν ὀφθαλμῶν τὴν ἐνέργειαν, ὑπότρομα ποιεῖ τὰ χείλη, τῶν γονάτων παραλύει τὴν εὐτονίαν, καὶ τὴν τὰ πάντα κινοῦσαν γλῶσσαν συνδήσασα, ψελλὴν ἀποδείκνυσι, καὶ ὅλον, ὥς ἐστιν εἰπεῖν, ἄγριον καὶ νεκροειδῆ ἀποτελεῖ τὸ ἄνθρωπον· καὶ πολέμου συμβάντος, σπεύδει μὲν ἐπείγουσα πρὸς τὴν μάχην, ἀγωνιᾷ δὲ μὴ ἠρεμοῦσα, ἕως ἂν καταγωνίσηται τὴν πάλην. Ταύτης δὲ παυσαμένης, καὶ νίκης γενομένης, ὑπὸ τὴν αὐτὴν ῥοπὴν μεταβληθεῖσα, στρέφεται εἰς εὐφροσύνην, ἡσυχίαν ἀσπάζεται καὶ χαίρειν ποιεῖ τὸν ἄρτι τεταραγμένον, καὶ πάλιν εἰ τὴν πρώτην ἐπανακαλεῖται κατάστασιν, ἑνὶ ἑκάστῳ μέλε ἀποδιδοῦσα τὴν χρῆσιν· πάλιν χαροποιεῖ τοὺς ὀφθαλμοὺς, καταστέλλει τὰ χείλη, ὑγιὲς ἀποτελεῖ τὸ τῆς γλώσσης ὄργανον, ἡμεροῖ τὴν ὄψιν, καὶ ὥσπερ τις καλὸς ἡνίοχος ἐπαναστρέφουσα εἰς τὴν ἀρχαίαν τάξιν φέρε τὸν ἄνθρωπον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 100 [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg205.local001/.
