# In Psalmum 118 (homiliae 1-3) [Sp.] 1.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.], ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ. Στάσις βʹ Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmum-118-homiliae-1-3-sp/1.1-2

Ὁ προφήτης Δαυῒδ πολλῶν ἐν πείρᾳ γεγονὼς πραγμάτων, ἀρχοντικῆς ἐξουσίας, βασιλείας, πλούτου, δόξης, τιμῆς, τρυφῆς, καὶ πολέμων ἀνδραγαθίας, πάντα σκύβαλα ἡγησάμενος, εἰς τὸ ὄντως ἐραστὸν καὶ ἐφετὸν καὶ ἀγαπητὸν ἀπέβλεψεν, εἰπών· Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Καὶ ἡμεῖς, ἀδελφοὶ (πρὸς νουθεσίαν γὰρ ἡμῶν ταῦτα προεγράφη), πάντα εἰς οὐδὲν λογισάμενοι, τὸν νόμον καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάξωμεν. Δεῖξαι δὲ θέλων, ὅσης τιμῆς ἠξίωται ὁ ἄνθρωπος, μελῳδήσας ἔφη· Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. Λόγῳ γὰρ τὰ πάντα συνέστησεν ὁ Θεὸς, καὶ παρήγαγεν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι. Ποιήσας γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν εἶπε, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ, Γενηθήτω στερέωμα, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ· καὶ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· καὶ, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν, κτήνη, ἑρπετὰ, θηρία κατὰ γένος αὐτῶν· τὸν δὲ ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, ἔπλασεν. Ὁ τοίνυν προφήτης Πνεύματι θείῳ κινούμενος, τῆς περὶ τὴν ἀνθρωπείαν φύσιν φιλοστοργίας ἀναμιμνήσκει τὸν ποιητήν. Λόγῳ γὰρ ἅπαντα τεκτηνάμενος αὐτὸς λέγεται διαπλάσαι τῶν ἀνθρώπων τὴν φύσιν, οὐ χερσὶ χρησάμενος (ἀσώματος γὰρ καὶ ἀσχημάτιστος· Πνεῦμα γὰρ ὁ Θεὸς, κατὰ τὴν τοῦ Κυρίου φωνὴν), ἀλλὰ τὴν πλείονα περὶ τόδε τὸ ποίημα διάθεσιν ἐνδειξάμενος καὶ οἰκείωσιν, ἢν ἔχομεν ἡμεῖς οἱ ἄνθρωποι· κατ' εἰκόνα γὰρ αὐτοῦ ἐκτίσθημεν· διὸ καὶ αὐτὸ τὸ ζῶον ὁ ἄνθρωπος μόνος συνετίζεται. Ἱκετεύει τοίνυν τὸν διαπλάσαντα χορηγῆσαι τῷ ποιήματι σύνεσιν· ἐπήγαγε γάρ· Συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου, Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. Πρόφασις, φησὶν, εὐφροσύνης τοῖς εὐσεβέσι γενήσομαι, ἐλπίσας εἰς σὲ, καὶ κατάλληλον εὑρὼν τῇ ἐλπίδι τὸ τέλος. Καὶ ἐπειδὴ χαίρει ὁ Θεὸς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι κατὰ τὴν κυριακὴν φωνὴν, οἱ δίκαιοι, ὡς μιμηταὶ αὐτοῦ ὄντες, εὐφραίνονται ἐπὶ ἀνδρὶ συνετῷ καὶ ἐλπίζοντι εἰς τοὺς λόγους τοῦ Θεοῦ, Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. Ταῦτα διαφόρως λέγει, τὴν οἰκείαν εὐγνωμοσύνην δεικνύς. Οἶδα, φησὶν, ἀκριβῶς, ὡς ὀρθῶς μου καὶ δικαίως κατεψηφίσω, καὶ ταῖς παντοδαπαῖς περιέβαλες συμφοραῖς. Ἁμαρτανόντων γὰρ ἡμῶν, ἔστιν ὅτε ὁ Θεὸς ὀργίζεται, ἔστι δ' ὅτε καὶ μακροθυμεῖ, ἐκδεχόμενος ἡμῶν τὴν μετάνοιαν. Ἵνα οὖν μὴ ἐπιμένωμεν τῇ ἁμαρτίᾳ, πρὸς παίδευσιν καὶ διόρθωσιν ἡμῶν ἐπάγει ὀργὴν, καὶ κρίνει δικαίως. Γέγραπται γὰρ διὰ τοῦ προφήτου· Ἐν θυμῷ μικρῷ ἐπάταξά σε, ἐν ἐλέῳ αἰωνίῳ δοξάσω σε· καὶ, Κύριος ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησι· καὶ, Ὁ λαὸς οὐκ ἐπεστράφη, ἕως ἐπλήγη. Ἀληθείᾳ γὰρ ἐπιφέρει συμφορὰς καὶ θλίψεις. Τοῦτο γὰρ δηλοῖ τὴν ταπείνωσιν. Γενηθήτω δὲ τὸ ἔλεός σου, τοῦ παρακαλέσαι με. Φιλανθρωπίας γὰρ λοιπὸν καὶ ψυχαγωγίας καιρός. Ἔλεος οὖν τοῦ Θεοῦ ἡ ἐν σαρκὶ παρουσία Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἐποίησε γὰρ μεθ' ἡμῶν ἔλεος, καὶ αὐτός ἐστι παράκλητος πρὸς τὸν Πατέρα, καὶ ἱλασμὸς τῶν ἁμαρτιῶν ἡμῶν, ὥς φησιν Ἰωάννης ὁ ἀπόστολος, Καὶ ἄλλον Παράκλητον ἐπηγγείλατο, τὸ Πνεῦμα τὸ ἅγιον· αὐτὸς γὰρ εἶπε τοῖς μαθηταῖς· Ὅταν ἔλθῃ ὁ Παράκλητος, τὸ Πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Αἰτεῖται οὖν ὁ προφήτης γενηθῆναι τὸ ἔλεος τοῦτο εἰς τὸ ἀνθρώπινον γένος, καθὼς ἐπηγγείλατο διὰ τῶν πατριαρχῶν, τοῦ νόμου καὶ προφητῶν· τοῦτο γάρ ἐστι· Κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. Τοῖς γὰρ μεταμελείᾳ χρωμένοις τὴν σὴν εὔνοιαν ἐπηγγείλω. Τοῦτο καὶ διὰ Ἡσαΐου ἔφη· Ὅταν ἀποστραφεὶς στενάξῃς. τότε σωθήσῃ· καὶ διὰ τοῦ Ἱερεμίου βοᾷ· Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς. Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι ὅτι ὁ νόμος σου μελέτη μου ἐστί. Νεκρὸν ἑαυτὸν ἡγεῖται, τῆς θείας ἐστερημένος εὐμενείας· οὐ δὴ χάριν ὥσπερ ἀναβιῶναι διὰ τῆς θείας φιλανθρωπίας παρακαλεῖ. Αὐτοὺς οὖν τοὺς οἰκτιρμοὺς λέγει, οὓς δέδωκεν ἡμῖν ὁ Κύριος ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ, τὸν εὐαγγελικὸν λόγον, τὰ ἀποστολικὰ διδάγματα, ἵνα ἐν τούτοις ζῶντες ἔχωμεν αὐτὰ μελέτην διαπαντός. Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. Οὐκ ἐπαρᾶται τοῖς ἐχθροῖς, ἀλλὰ ὑπερεύχεται τούτων. Ἡ γὰρ αἰσχύνη τὴν σωτηρίαν πραγματεύεται. Ἧς τοίνυν ἀπέλαυσεν ἰατρείας, κἀκείνους τυχεῖν ἀξιοῖ. Ὑπερηφανεύθη οὖν ὁ διάβολος καὶ αἱ ὑπ' αὐτὸν ἀντικείμεναι δυνάμεις κατὰ τοῦ ἀνθρωπίνου γένους διὰ τῆς παραβάσεως· ἀλλ' οὖν ᾐσχύνθησαν ἐπὶ τῇ παρουσίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Αὐτοὶ γὰρ ἔλεγον· Ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ, Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Τὸ δὲ, Ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου, ὁ μὲν τῶν ἑρμηνευτῶν ἐξέδωκε, Διηγούμην ἐν ταῖς ἐντολαῖς σου· ὁ δὲ, Λαλήσω· ἕτερος δὲ, Ὁμιλήσω. Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. Ὡς πόῤῥω που τοῦ χοροῦ τῶν δικαίων διὰ τὴν ἁμαρτίαν γενόμενος, καὶ πάντων αὐτὸν τῷ Θεῷ παραπλησίως ἀποστραφέντων, ἱκετεύει πάλιν αὐτοῖς ἑνωθῆναι, καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν ἀπολαβεῖν. Τοῦτο γὰρ ὁ Σύμμαχος σαφέστερον παρεδήλωσεν· Ἀναστρεψάτωσάν με οἱ φοβούμενοί σε. Ὁ δὲ προφήτης ἐκ προσώπου τοῦ ἀνθρωπίνου γένους διαλέγεται. Οἱ γὰρ ἀπόστολοι καὶ οἱ φοβούμενοι τὸν Θεὸν ἐπέστρεψαν πάντα τὰ ἔθνη εἰς ἐπίγνωσιν τῆς ἀληθείας. Εἶπε γὰρ αὐτοῖς ὁ Κύριος· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Αὐτοὶ γὰρ τῷ ὄντι ἔγνωσαν τὰ μαρτύρια τοῦ Θεοῦ. Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg207.local001/.
