# In Psalmum 118 (homiliae 1-3) [Sp.] 2.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.], ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ. Στάσις βʹ Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmum-118-homiliae-1-3-sp/2.1-2

Μώμου παντὸς ἐλευθέραν καρδίαν ἔχειν ἐφίεται· ἡ τοιαύτη γὰρ αἰσχύνης ἀπήλλακται. Διά τοι τοῦτο καὶ εὐθὺς ἀρξάμενος τοῦ ψαλμοῦ, τοὺς ἀμώμους ἐμακάρισε. Πότε οὖν ἐστιν ἄμωμος ἡ καρδία ἡμῶν, ἢ ὅτε ἀνεγεννήθημεν δι' ὕδατος καὶ Πνεύματος, καὶ καθαροὶ γεγόναμεν ψυχῇ καὶ σώματι, καὶ διὰ τοῦ ἁγίου βαπτίσματος ἐν τοῖς δικαιώμασι τοῦ Θεοῦ πολιτευόμεθα, ἵνα μὴ αἰσχυνθῶμεν, ὅτε οἱ δίκαιοι εἰς τιμὴν ἑαυτῶν καὶ δόξαν ἀναστήσονται, οἱ δὲ ἁμαρτωλοὶ εἰς αἰσχύνην αἰώνιον; Ἐπεὶ καὶ ἐν τῷδε τῷ βίῳ αἰσχύνη ἐστὶ Χριστιανῷ λέγεσθαι πόρνον, ἢ ἀδικητὴν, ἢ λοίδορον, ἢ ἐπίορκον, ἢ μισάδελφον, ἢ μέθυσον, ἢ φλύαρον, ἢ ψεύστην, ἤ τι τοιοῦτον. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. Οἱ σφόδρα τι ποθοῦντες, καὶ ἐστερημένοι τοῦ ποθουμένου, ἐκλείπειν φασίν. Οὕτως οἵ τινα τῶν γνωρίμων ἐξ ἀποδημίας προσμένοντες, ἱμείρονται μὲν ἀεὶ, κατατήκονται δὲ τῷ πόθῳ διαμαρτάνοντες· οὕτως οἱ ἄγαν διψῶντες καὶ σπανίζοντες ὕδατος· οὕτω καὶ οἱ συμφοραῖς τισι προσπαλαίοντες καὶ τὴν θείαν εὐμένειαν προσμένοντες, ἀναβαλλομένην ταύτην ὁρῶντες ἐκλείπουσι. Σωτήριον οὖν τοῦ ἀνθρωπείου γένους ἐστὶν ἡ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος πρὸς ἡμᾶς συγκατάβασις. Ἐπειδὴ καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν· οὕτως οὖν καὶ αὐτὸς τοῦτο τὸ σωτήριον, ὃ ἀπέκειτο, ηὔχετο τάχιον γενέσθαι. Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες, Πότε παρακαλέσεις με; Λόγιον καὶ ἡ ὑπόσχεσις ἡ θεία καλεῖται καὶ ἡ θεόπνευστος Γραφή. Ἐκλείπει τοίνυν οὐ μόνον ὁ τὴν ὑπόσχεσιν θείαν ἀναμένων, καὶ τὴν λύσιν τῶν ἐπικειμένων κακῶν προσδεχόμενος, ἀλλὰ καὶ ὁ τοῖς θείοις ἐντυγχάνων λογίοις, καὶ τὴν τούτων διάνοιαν καταμαθεῖν ἀκριβῶς ἐφιέμενος, καὶ παράκλησιν καὶ ψυχαγωγίαν ὑπολαμβάνει τὴν εὕρεσιν. Ἐπιτείνει οὖν τὸν λόγον, ἐκδεχόμενος ταύτην τὴν παράκλησιν, ἥτις ἐστὶν ὁ εὐαγγελικὸς λόγος. Αὐτὸς γὰρ ὁ Σωτὴρ ἐλθὼν, παρεκάλεσεν ἡμᾶς εἰπών· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ, Ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ὁ ἀσκὸς θερμαινόμενος χαυνοῦται. καὶ φυσώμενος ἐξογκοῦται· ἐν δὲ τῇ πάχνῃ σκληρύνεται καὶ πήγνυται. Οἱ οὖν τὸν εὐαγγελικὸν λόγον δεξάμενοι, πᾶσαν τρυφὴν καὶ σωμάτων χαυνώσεις καὶ ὀγκώσεις ἀποβάλλονται, καὶ βιοῦσι κατὰ τήνδε τὴν ζωὴν ἐν σεμνότητι καὶ ἐν εὐλαβείᾳ καὶ ἐγκρατείᾳ. Οὕτω γάρ ἐστιν ἡ τοῦ σώματος φύσις· χαυνοῦται μὲν τῇ τρυφῇ καὶ ἐξογκοῦται, καὶ κατὰ τῆς ψυχῆς ἐξανίσταται· τῇ δὲ ἀσκητικῇ κακουχίᾳ ταπεινοῦται καὶ πιέζεται. Καὶ τούτου μάρτυς ὁ Παῦλος βοῶν· Ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Τοιγάρτοι καὶ ὁ προφήτης ἐπειδὴ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ κρείττων ἦν τῶν παθῶν, εἰρήνης δὲ ἀπολαύσας, τοῖς ἀπὸ τῆς τρυφῆς ἐβλάβη σκιρτήμασι, ταπεινώσας τὸ σῶμα, τῶν θείων νόμων τὴν μνήμην ἀνενεώσατο. Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; Πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; Ὀλιγοσταὶ οὖν εἰσιν αἱ ἡμέραι τῆς ζωῆς ἡμῶν, καὶ καταδιωκόμεθα ὑπὸ λογισμῶν πονηρῶν, καὶ ὑπὸ σαρκικῶν ἐπιθυμιῶν καὶ τῶν τοῦ κόσμου φροντίδων· Ἡ γὰρ σὰρξ κατὰ τοῦ πνεύματος ἀγωνίζεται, ὥς φησιν ὁ Ἀπόστολος· Αἱ γὰρ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς, ἑβδομήκοντα ἔτη. Πότε τοίνυν μοι δικάσεις, καὶ τῶν δυσμενῶν ἀπαλλάξεις; Κρῖνον οὖν, καὶ ταῦτα ἀποδίωξον ἀφ' ἡμῶν. Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε. Τῷ μὲν προφήτῃ τοὺς ἐχθροὺς ἀνελεῖν συνεβούλευσαν· αὐτὸς δὲ τῷ θείῳ νόμῳ πειθόμενος, τὴν θείαν ψῆφον ἀνέμενεν. Ἀλλὰ καὶ ἡμῖν τῶν λογίων τούτων ἡ διδασκαλία χρησιμωτάτη. Προσήκει τοίνυν φυγεῖν οὐ μόνον τοὺς Ἑλλήνων μύθους καὶ τὴν Ἰουδαίων ἀπιστίαν, ἀλλὰ καὶ τῶν αἱρετικῶν τὰ βλάσφημα δόγματα. Ἐπειδὴ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες καὶ αἱρετικοὶ διηγοῦνται, καὶ δοκοῦσιν ὡς διδάσκαλοι, τὸ ψεῦδος ἔχοντες εἰς συνασπισμὸν, καὶ οὐδὲν ἐκ τῶν θείων Γραφῶν φθέγγονται· εἰ δὲ καὶ φθέγγονται, κατὰ τὰς ἰδίας ἐπιθυμίας, ἀλλ' ὡς παράνομοι καταφλυαροῦσι καὶ ἐξαπατῶσιν· ὅτι καὶ ἐν τῇ γενεᾷ ἡμῶν γέγονε τοῦτο. Οἱ χριστιανοκατήγοροι, ἤγουν εἰκονοκλάσται, πολλοὺς συνήρπασαν, καὶ οἱ Παυλικιανοὶ οἱ μετέχοντες τῆς αἱρέσεως τῶν Μανιχαίων. Οὐδὲ γὰρ ἐκ τῶν θείων Γραφῶν ἐλάλησαν, ἀλλὰ τῷ ψεύδει συγκαλύπτονται, καὶ αὐτῷ διισχυρίζονται· ἡμεῖς δὲ οἱ τὸ Εὐαγγέλιον ἀκολουθοῦντες καὶ ὀρθοδόξως πιστεύοντες, καθὼς παρέλαβεν ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ Ἐκκλησία, λέγομεν. Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια. Διὰ τοῦτο γάρ σου προαιροῦμαι τὸν νόμον, ἐπειδὴ πάσας σου τὰς ἐντολὰς ἀληθείᾳ κοσμουμένας ὁρῶ. Ἀδίκως κατεδίωξάν με· βοήθησόν μοι. Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ· ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. Πολλῆ, φησὶ, καὶ ἡ ἀδικία καὶ ἡ δυναστεία τῶν δυσμενῶν· καὶ αὐτῆς γάρ με, μικροῦ δεῖν, ἐστέρησαν τῆς ζωῆς. Διδάσκει δὲ ἡμᾶς κρατεῖν τὰς παραδόσεις, ἃς παρελάβομεν· καθοδηγεῖ δὲ καὶ πρὸς ἑτέραν διδασκαλίαν, τὸ μὴ ἑαυτοὺς ἐκδικεῖν, μηδὲ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ τῆς παρὰ τοῦ Θεοῦ δέεσθαι βοηθείας, καὶ αὐτῷ ἀποδιδόναι τὴν κρίσιν. Γέγραπται γὰρ διὰ τοῦ προφήτου· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. Ἐπειδὴ παρὰ μικρὸν προσήγγισα τῷ θανάτῳ ἔκ τε τῆς τοῦ πονηροῦ προσβολῆς καὶ τῶν σωματικῶν ἡδονῶν, ἀλλ' οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. Τοιαῦτα τὰ τῶν ἁγίων καυχήματα, ἃ πρὸς ἡμετέραν νουθεσίαν ὁ προφήτης διαγορεύει. Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. Ποῖον ἔλεος; Ὃ ἐποίησας, Δέσποτα, τῇ ἐνσάρκῳ σου οἰκονομίᾳ. Οὐκοῦν ταύτην μοι τὴν χάριν δὸς, ἵνα φυλάττω τὰ μαρτύριά σου. Ταπεινοφροσύνῃ δὲ ὁ προφήτης τὸν λόγον ἐκόσμησεν. Οὐ γὰρ τῆς δικαιοσύνης ἀντίδοσιν ᾔτησε τὴν ζωὴν, ἀλλὰ δῶρον ἐλέου ταύτην λαβεῖν ἠντιβόλησε, φυλάττειν ὑποσχόμενος τοῦ Θεοῦ τὰ μαρτύρια. Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Πάντα γὰρ, φησὶ, ῥᾴδιά σοι τῷ Δεσπότῃ καὶ δυνατά. Τὸ πρόσταγμα γὰρ τὸ σὸν ἀκίνητα φυλάττει τῶν οὐρανῶν τὰ κύτη. Τοῦτο δὲ καὶ ἐν τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ ὀγδόῳ ἔφη ψαλμῷ· Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αὐτὸς οὖν ὁ οὐρανὸς διαμένει, καθὼς παρὰ σοῦ ἔκτισται, Δέσποτα, καὶ οἱ ἐν αὐτῷ ἐνδιαιτώμενοι ἄγγελοι τὸν θεῖον διαφυλάττουσι νόμον, καὶ παραβάσεως ἁπάσης εἰσὶν ἐλεύθεροι. Δυνατοὶ γάρ εἰσι, καὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον σου. Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg207.local001/.
