# In Psalmum 118 (homiliae 1-3) [Sp.] 2.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.], ΣΤΑΣΙΣ Γʹ Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmum-118-homiliae-1-3-sp/2.1-3

Δόκιμος, φησὶ, καὶ ἀκίβδηλός ἐστιν ὁ σὸς λόγος καὶ μώμου παντὸς ἐλεύθερος· ἐγὼ δὲ περὶ τοῦτον θερμὸν ἔχω τὸ φίλτρον. Καὶ ἐν ἑτέρῳ δὲ ψαλμῷ λέγει· Τὰ λόγια Κυρίου, λόγια ἁγνά· ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. Οὐδὲν οὖν τῶν τοῦ Θεοῦ κριμάτων ἀδόκιμον, ἢ νόθον, ἢ κίβδηλον, ἀλλὰ πάντα μώμου παντὸς ἐλεύθερα. Ἐν τῇ καθαρότητι οὖν αὐτῶν, ἀδελφοὶ, τὸν βίον ἡμῶν διευθύνωμεν. Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Μικρὸς ἦν ὁ Δαυῒδ, καὶ ἐλάχιστος ἐν τοῖς υἱοῖς τοῦ πατρὸς αὐτοῦ· ἀλλὰ διὰ τὸν πόθον, ὃν εἶχε πρὸς τὸν Θεὸν, ἐξελέγη, καὶ τὴν βασιλείαν ἔλαβε καὶ χάριν προφητικήν. Οἶδε γὰρ ὁ Θεὸς μισθοὺς ἀποδιδόναι τοῖς ἀγαπῶσιν αὐτὸν καὶ ἐν τῷ νῦν αἰῶνι, πλέον δὲ ἐν τῷ μέλλοντι. Ἡνίκα τοίνυν τῷ θείῳ Σαμουὴλ παρηγγύησεν ὁ Θεὸς ἕνα τῶν παίδων τοῦ Ἰεσσαὶ βασιλέα χειροτονῆσαι, τοὺς μὲν ἄλλους καὶ ῥώμῃ καὶ μεγέθει καὶ κάλλει σώματος κεκοσμημένους ἀπεδοκίμασεν ἅπαντας, ἤρετο δὲ τὸν Ἰεσσαὶ, εἰ ἐκλέλοιπε τὰ παιδάρια· τοῦ δὲ εἰρηκότος ὑπολελεῖφθαι μειράκιον, ὃ ποιμαίνει τὰ ποίμνια, καὶ ὡς ἀνάρμοστον εἰς βασιλέα, ἐκέλευσεν ὁ προφήτης τοῦτον ἀχθῆναι, καὶ ἔχρισεν ἀφικόμενον παραχρῆμα. Ταύτης ἐνταῦθα τῆς δωρεᾶς ὁ προφήτης ἐμνήσθη, καί φησι· καὶ νέον ὄντα με καὶ τοῖς γεγενημένοις εὐτελῆ νομισθέντα σὺ τοσαύτης ἠξίωσας χάριτος, καὶ προφήτην ὁμοῦ καὶ βασιλέα ἐποίησας· οὗ δὴ χάριν σὺν πάσῃ προθυμίᾳ τὰ σὰ φυλάττειν ἐφίεμαι δικαιώματα· Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς αἰῶνα· καὶ ὁ νόμος σου ἀλήθεια. Ὁ τοῖς ἀνθρωπίνοις νόμοις πειθόμενος οὐδὲ κατὰ τὸν παρόντα βίον τῆς παρὰ τῶν νομοθετούντων ἀπολαύει τιμῆς· ὁ δὲ ταῖς θείαις ἀκολουθῶν ἐντολαῖς μισθὸν ἔχει τῶν πόνων τὴν ζωὴν τὴν αἰώνιον. Καὶ οἱ νόμοι δὲ οἱ ἀνθρώπινοι οὐ πάντες τὸ δίκαιον ἔχουσιν, ὁ δὲ τοῦ Θεοῦ νόμος ἀληθείᾳ λαμπρύνεται. Εἰκότως τοίνυν ἔφη· Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα· καὶ ὁ νόμος σου ἀλήθεια. Ἡ οὖν τοῦ Θεοῦ δικαιοσύνη καὶ ὁ νόμος ἀλήθεια εἰς τὸν αἰῶνα. Διὸ καὶ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν ὁ μακάριος Παῦλος· Τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Θλίψεις καὶ ἀνάγκαι εὕρησάν με. Ταῦτα γὰρ συνέζευκται τοῖς ἐργάταις τῆς ἀρετῆς. Τοῦτο δὲ ὅμοιόν ἐστι τῷ παρὰ τῷ Παύλῳ εἰρημένῳ· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης; Ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Τοιοῦτοι τῶν ἁγίων οἱ ἀγῶνες καὶ τὰ σκάμματα. Αἱ ἐντολαί σου μελέτη μου. Ἐκ τῆς γὰρ τούτων διδασκαλίας τὴν ἀνδρείαν μανθάνω, καὶ φέρω γενναίως τὰ λυπηρά. Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· ἀντὶ τοῦ, πρόξενα τῶν αἰωνίων ἀγαθῶν. Συνέτισόν με, καὶ ζήσομαι. Ὑπὸ γάρ σου φωτιζόμενος, τῆς ἀληθοῦς ζωῆς ἀπολαύσω. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, Κύριε· τὰ δικαιώματά σου ἐκζητήσω. Κραυγὴν πάλιν τῆς ψυχῆς τὴν προθυμίαν καλεῖ. Διὰ τοῦτο προστέθεικε τὸ, Ἐν ὅλῃ καρδίᾳ μου. Οὕτω καὶ Μωϋσῆς ἐβόα σιγῶν, καὶ προσευχομένῳ κατὰ διάνοιαν ὁ Θεὸς ἔφη· Τί βοᾷς πρός με; Ἐν ὅλῃ δὲ καρδίᾳ λέγει, τὸ πρόθυμον τῆς ψυχῆς δηλῶν, οὐχὶ τὴν κραυγὴν διὰ στόματος. Ἔφη γὰρ καὶ ὁ θεῖος Παῦλος· ᾌδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Ἐκέκραξά σοι· σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. Παρὰ σοῦ γὰρ τὴν σωτηρίαν δεχόμενος, φύλαξ τῶν σῶν γενήσομαι νόμων. Οἱ οὖν φυλάσσοντες τὰ μαρτύρια τοῦ Θεοῦ, πάντως καὶ σώζονται παρ' αὐτοῦ. Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐκέκραξα· εἰς τοὺς λόγους σου ἐπήλπισα. Βασιλεὺς ὢν ὁ προφήτης, καὶ μυρίαις φροντίσι περικλυζόμενος, καὶ πολεμικοὺς πρὸς ταύταις ἀναδεδειγμένος ἀγῶνας, οὐ μόνον ἡμέρας ὑπολαμπούσης τῷ Θεῷ τὰς ἱκετείας προσέφερεν, ἀλλὰ καὶ μεσούσης νυκτὸς, οὐκ ἀναμένων τὰς τῶν ἀλεκτρυόνων ᾠδάς· οὕτως ἐπόθει τὸν πεποιηκότα Θεόν· οὕτω προθύμως τὴν ἐκεῖθεν ᾔτει βοήθειαν. Οὐκ ἔγνω γὰρ καιρὸν ὁ προφήτης τοῦ αἰνεῖν καὶ εὐχαριστεῖν τῷ Θεῷ, ἀλλὰ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ (τοῦτο γὰρ δηλοῖ τὸ, Ἐν ἀωρίᾳ), διδάσκων καὶ ἡμᾶς πάντοτε ἐπὶ μνήμης φέρειν τὸν Θεόν. Μνημονευτέον γὰρ Θεοῦ μᾶλλον, ἢ ἀναπνευστέον, ὡς ὁ θεολόγος ἔφη Γρηγόριος. Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου. Οὐ μόνον δὲ κατὰ τὸν καιρὸν τοῦ γλυκυτάτου ὕπνου, ἀλλὰ καὶ παρὰ τὸν ὄρθρον τὴν τῶν θείων νόμων πεποίητο μελέτην· ἡμεῖς δὲ πενίᾳ συζῶντες, καὶ πάσης φροντίδος ἀπηλλαγμένοι, ἐπὶ τῆς κλίνης διανυκτερεύομεν καλινδούμενοι, καὶ οὐδὲ ἀρχομένης ἡμέρας τῷ δοτῆρι τῶν ἀγαθῶν τὸν ὕμνον προσφέρομεν. Προασφαλίζεται οὖν ἡμᾶς ὁ προφήτης μελετᾷν τὰ λόγια τοῦ Θεοῦ κατὰ τὴν ὥραν τοῦ ὄρθρου. Καὶ ὁ Κύριος ἔφη, Γρηγορεῖτε, μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς. Καί τις τῶν προφητῶν ἀποδυρόμενος τοῖς τοιούτοις ἔφη· Ὅλην τὴν νύκτα ὕπνου, Ἐφραΐμ. Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου· κατὰ τὸ κρίμα σου ζῆσόν με. Ὁ τοσούτοις κομῶν ἀγαθοῖς, ἐλέους τυχεῖν ἀξιοῖ· καὶ οὐκ ἀορίστως αἰτεῖ τὸν ἔλεον, ἀλλὰ κατὰ τὴν ὀνησιφόρον ψῆφον. Παρακαλεῖ τοίνυν καὶ ἱκετεύει τὸν Θεὸν, ἵνα τὴν ζωὴν ἐν τοῖς κρίμασι τοῦ Θεοῦ ἕξῃ, δι' ἑαυτοῦ δὲ καὶ ἡμᾶς καθοδηγήσῃ τοῦτο προσεύχεσθαι. Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ· ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. Πόῤῥω γὰρ τῶν θείων νόμων εἰσὶν οἱ τὸν δίκαιον πειρώμενοι πολεμεῖν. Καὶ γὰρ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι κατεδίωκον τοὺς ἀποστόλους, προσεγγίζοντες τῇ ἀνομίᾳ, οἷς ὁ Κύριος ἔφη· Ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ, καὶ ὁ ἀθετῶν ἐμὲ, ἀθετεῖ τὸν ἀποστείλαντά με· καὶ, Ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις σοι. Διὰ τοῦτο καὶ ἐμακρύνθησαν ἀπὸ τοῦ νόμου τοῦ εὐαγγελικοῦ, ἀπειθήσαντες τῇ διδασκαλίᾳ τῶν ἀποστόλων. Ἐγγὺς εἶ σὺ, Κύριε· καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg207.local001/.
