# In Psalmum 118 (homiliae 1-3) [Sp.] 3.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.], ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ. Στάσις βʹ Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmum-118-homiliae-1-3-sp/3.1-2

Πάλαι μὲν τοῖς Ἰσραηλίταις ἐδόθη νόμος, οἵτινές εἰσι πρώτη γενεά· μετὰ τοῦτο δὲ ἡμῖν τοῖς ἔθνεσιν ὁ εὐαγγελικός· αὕτη ἐστὶν ἡ ἀλήθεια. Ταύτην γὰρ καὶ τῇ Ἰουδαίων ἐφύλαξας γενεᾷ, καὶ τῇ ἑτέρᾳ τῇ μετ' ἐκείνους γεγενημένῃ. Λέγει δὲ τὸν ἐξ ἐθνῶν λαὸν τὸν διὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τῆς σωτηρίας τετυχηκότα. Ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. Ἔδωκας τῇ γῇ τὸ ἐπὶ πλεῖστον διαρκὲς, καὶ μεμένηκεν, ὡς προσέταξας. Διώρισας ἀπὸ τῆς νυκτὸς τὴν ἡμέραν, καὶ κατὰ τοὺς σοὺς ὁδεύει νόμους. Μένει καὶ ἡ γῆ κατὰ τὴν σὴν δημιουργίαν, βλαστάνουσα κατὰ τὸν καιρὸν αὐτῆς βοτάνας, φυτὰ, δένδρα, φέρουσα καρποὺς, σπέρματα πρὸς ἀποτροφὴν πάντων τῶν ζώων· καὶ Τῇ διατάξει σου διαμένει ἡ ἡμέρα. Ἀνατέλλων γὰρ ὁ ἥλιος πορεύεται πρὸς δύσιν. Πάντα γάρ σοι δουλεύει, καὶ τοῖς σοῖς νεύμασιν εἴκει. Σὺ γὰρ εἶ ὁ δημιουργὸς τῶν ὅλων, καὶ πάντα σοι τῷ Θεῷ ὑπακούει. Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Ταῦτα ἕκαστος εἴποι ἂν τῶν εὐσεβῶν περιπεσὼν συμφορᾷ, καὶ ὁ Ἰωσὴφ δουλείαν καὶ μοιχείαν καὶ συκοφαντίαν φυγὼν, καὶ ὁ Δανιὴλ εὔξασθαι κωλυθεὶς, καὶ οἱ τρεῖς ἐκεῖνοι παῖδες προσκυνῆσαι καταναγκαζόμενοι τὴν εἰκόνα, καὶ οἱ νικηφόροι μάρτυρες παντοδαπῆς τιμωρίας ὑπομείναντες εἴδη. Εἰκότως δὲ ταῦτα ἔφη ὁ μακάριος Δαυῒδ, ἐξελαθεὶς μὲν ὑπὸ τοῦ Σαοὺλ, ἀλλοφύλοις δὲ καὶ δυσμενέσιν ἀνθρώποις συνδιάγειν ἀναγκαζόμενος. Ἐκοινώνησε γὰρ ἂν τῆς ἀσεβείας, εἰ μὴ τῶν θείων νόμων συμπεριέφερε τὴν μελέτην· διὸ καὶ ἐπιφέρει· Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. Μακάριος οὗτος, ὃς τὴν φωνὴν ταύτην ἐν ἀληθείᾳ ἀναπέμπει πρὸς τὸν Θεὸν, καὶ ἐν τοῖς δικαιώμασιν αὐτοῦ βιοῖ ἐν τῷ κόσμῳ τούτῳ. Ὁ γὰρ ἁμαρτωλὸς οὐ δύναται εἰπεῖν, Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, παραβαίνων τὰς ἐντολὰς τοῦ Θεοῦ· τῇ γὰρ πείρᾳ μαθὼν ὁ προφήτης λέγει, ὅτι ζωὴν τὰ σὰ δικαιώματα φύει, καὶ ἄσβεστον τούτων διατηρήσω τὴν μνήμην. Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Εἰς διάφορα προσυπακούεται τὸ, Σός εἰμι· σὸς γάρ εἰμι δοῦλος, σὸς θεράπων, σὸς κατὰ χάριν υἱός. Εἴ τις οὖν θαῤῥεῖ φυλάττειν τὰς ἐντολὰς τοῦ Θεοῦ, αὐτὸς λέγει· Σός εἰμι ἐγὼ, σῶσόν με. Διὰ τί; Ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Οἱ γὰρ τὰ τοῦ ἐναντίου ἔργα ποιοῦντες, οὐκ ἐκζητοῦσι τὰς ἐντολὰς, καὶ οὐ δύνανται εἰπεῖν· Σός εἰμι ἐγὼ, σῶσόν με. Οὐ πάντες τοίνυν ταύτῃ κεχρῆσθαι δυνάμεθα τῇ φωνῇ. Ψεύδεται γὰρ τῆς ἁμαρτίας ὁ δοῦλος, τοῦ Θεοῦ ἑαυτὸν ὀνομάζων. ᾯ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. Ἐὰν τοίνυν ἐκείνης ἀπαλλαγέντες, τοὺς θείους προελώμεθα νόμους, ταύτῃ κεχρῆσθαι δυνάμεθα τῇ φωνῇ. Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ, τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. Τὸ, Ὑπέμειναν, Προσεδόκησαν ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων εἰρήκασιν. Ἐκεῖνοι μὲν οὖν ἤλπισαν παραδοῦναί με θανάτῳ· ἐγὼ δὲ τοῖς σοῖς προσέχων μαρτυρίοις, τὴν ἐντεῦθεν ἐκαρπωσάμην ζωήν. Πολλαχῶς δὲ οἱ ἐν ἁμαρτίαις ζῶντες, κατεπανίστανται τῶν δικαίων, μὴ προσδοκῶντες τὴν κρίσιν καὶ ἀνταπόδοσιν, μηδὲ ἰσόῤῥοπον δίκην τῆς κακίας αὐτῶν, ἔχοντες βέβαια τὰ παρόντα, ἐξ ἀδικίας συνάγοντες πλοῦτον, ἐξ ἀλλοτρίων κατασπαταλῶντες· οἱ δὲ δίκαιοι τὰ μαρτύρια τοῦ Θεοῦ ἐκζητοῦσι, καὶ εἴ τι ἂν γένηται εἰς αὐτοὺς, οὐ παρεκτρέπονται ἐκ τῶν ἐντολῶν αὐτοῦ. Πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα. Ὁ δὲ Σύμμαχος οὕτω· Πάσης κατασκευῆς εἶδον πέρας· εὐρύχωρος ἡ ἐντολή σου σφόδρα. Πάντα, φησὶ, τὰ ἀνθρώπινα, καὶ πλοῦτος καὶ περιουσία καὶ δυναστεία, ἡγεμονίαι καὶ στρατηγίαι, τυραννίδες καὶ βασιλεῖαι, τέλος ἔχουσι, καὶ τέλος ταχύ· ἡ δὲ σὴ ἐντολὴ πλατεῖά ἐστι καὶ ἀνώλεθρος, καὶ τοῖς φυλάττουσιν αὐτὴν προξενεῖ τὸν ἀπέραντον καὶ αἰώνιον πλοῦτον καὶ τὰ ἀγαθὰ τὰ μηδεμίαν μεταβολὴν δεχόμενα. Αὐτοὶ μὲν γὰρ οἱ ἁμαρτωλοὶ πλουτοῦντες καὶ εὐφραινόμενοι ἐν τῷδε. τῷ βίῳ, καὶ ἐν εὐημερίᾳ παρερχόμενοι καὶ δυναστείᾳ, τέλος λογίζονται εἶναι τῶν ἀγαθῶν τὰ παρόντα· ὁ δὲ προφήτης οὐχ οὕτως, ἀλλὰ ψάλλει· Πάσης συντελείας εἶδον πέρας· ἡ ἐντολὴ τοῦ Θεοῦ πλατεῖά ἐστι σφόδρα, καὶ διαμένει εἰς τὸν αἰῶνα, καὶ τὴν ἀντίδοσιν ἔχει τῶν αἰωνιζόντων ἀγαθῶν. Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε. Ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. Οὐ πᾶς ὁ τὸν θεῖον νόμον πληρῶν, ἀγαπῶν τοῦτον πληροῖ· ἀλλ' οἱ μὲν δέει καὶ φόβῳ τῆς τιμωρίας, οἱ δὲ δόξαν τὴν παρὰ ἀνθρώπων θηρώμενοι· οἱ δὲ γνήσιοι τῆς ἀρετῆς ἐρασταὶ τῇ περὶ τὰ ἀγαθὰ διαθέσει πληροῦν ἐπείγονται τὰ θεῖα προστάγματα. Προσέχωμεν οὖν, ἀδελφοὶ, τοῖς λεγομένοις. Ὅλην τὴν ἡμέραν μελετᾷν προστάσσει ἡμῖν τὸν θεῖον νόμον καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ· καὶ ἡμεῖς δύο ὥρας ἢ τρεῖς οὐκ ἀκροώμεθα θείας ἀναγνώσεως, δι' ἧς ὁ βίος ἡμῶν κατορθοῦται. Εἰσὶ γάρ τινες, οἳ δίκην ἀσπίδος κωφῆς κλείουσι τὰ ὦτα αὐτῶν, καὶ ὑποχωροῦσι, μὴ ἀκοῦσαι θέλοντες θείων λόγων καὶ διδασκαλίας ψυχωφελοῦς· τὸ δὲ δεινότερον, ὅτι καὶ κληρικοί τινες τοῦτο ποιοῦσι, καὶ ἀδελφοὶ καὶ συλλειτουργοὶ ἡμῶν. Καὶ εἰ μὴ παρὰ τοῦ Ἀποστόλου εἴχομεν ἐντολὴν τὴν λέγουσαν, Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, θύραν ἐπὶ στόματος ἐπεθήκαμεν ἂν, καὶ τὰ βάρη τούτων ὑπενεγκεῖν καὶ βαστάσαι. Πλὴν ἄνδρες σοφοὶ καὶ συνετοί εἰσι, καὶ ἑαυτοὺς δύνανται διορθῶσαι. Γέγραπται γάρ· Σοφοὶ ἑαυτῶν ἐπιγνώμονες. Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστι.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg207.local001/.
