Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ. Στάσις βʹ Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.] 4.1-2
Not analysed yet
Θερμῶς τὸν θεῖον ἀγαπᾷν ὁ προφήτης ὁμολογήσας νόμον, τῇ θείᾳ χάριτι τὸ πᾶν ἀνατίθησι. Παρὰ σοῦ γὰρ, φησὶ, σοφίαν καὶ γνῶσιν δεξάμενος, τὸν σὸν ἔστερξα νόμον. Πλείονα γάρ μοι τῶν ἐχθρῶν εἴδησιν ἔδωκας· διὸ οἱ μὲν ἀνελεῖν με σπουδάζουσιν, ἐγὼ δὲ οὐδὲ ἀμύνασθαι τοὺς ἀδικοῦντας ἀνέχομαι· τὸ γὰρ αἰώνιον τῆς ἀρετῆς φαντάζομαι κέρδος. Καὶ ὁ χορὸς τῶν ἀποστόλων ταῦτα βοᾷ· ἐχθροὶ γὰρ αὐτῶν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Αὐτοὶ οὖν παρὰ Χριστοῦ τοῦ Θεοῦ σοφισθέντες, τὸν εὐαγγελικὸν λόγον ἐκήρυξαν, καὶ εἰς τὸν αἰῶνα ἡ αὐτῶν διδασκαλία κεκράτηκε· τῶν γραμματέων καὶ Φαρισαίων πρόσκαιρος ἦν. Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Βασιλέων ἴδιον τὸ διδάσκειν· τὸ δὲ διδάσκεσθαι, τῶν ἀρχομένων. Ἐβασίλευσεν ὁ Σαοὺλ, πρεσβύτερος δὲ ἦν καὶ τῷ χρόνῳ· ἀλλ' ὅμως οὔτε ἡ ἐξουσία τῆς βασιλείας, οὔτε τῆς ἡλικίας ὁ χρόνος σωφρονεῖν αὐτὸν παρεσκεύασεν, ἀλλὰ τὸν εὐεργέτην ἀνελεῖν ἐπεθύμει. Ὁ δὲ μέγας Δαυῒδ τοῖς ὑπηκόοις ἔτι συντεταγμένος καὶ νέαν ἄγων τὴν ἡλικίαν, τὴν φιλοσοφίαν ἠγάπησε, καὶ οὔτε ἄρξαι χειρῶν ἀδίκων ἠνέσχετο, οὔτε τοὺς ἀδικοῦντας ἀμύνασθαι. Τῆς αὐτῆς οὖν ἐννοίας ἔχεται ὁ προφήτης. Οἱ γὰρ νομοδιδάσκαλοι καὶ οἱ γραμματεῖς θέλοντες καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων Ῥαββὶ, ἐδίδασκον ἃ μὴ θέμις· οἱ δὲ ἀπόστολοι τὴν ἀληθῆ γνῶσιν μαρτυρουμένην ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν συνιέντες ἐκήρυττον. Αὐτοὶ οὖν οἱ διδάσκαλοι τῶν Ἰουδαίων πρεσβύτεροι ὀνομάζονται, διὰ τὸ ἐν χρόνῳ εἶναι αὐτοὺς πρὸ τῶν ἀποστόλων· οἱ δὲ ἀπόστολοι συνῆκαν τόν τε νόμον καὶ τοὺς προφήτας, πνευματικῶς ταῦτα νοοῦντες. Τούτου ἕνεκεν καὶ αἱ ἐντολαὶ τοῦ Θεοῦ παρ' αὐτῶν τῷ ὄντι ἐξεζητήθησαν. Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. Οὔτε γὰρ κατὰ ταὐτὸν δυνατὸν δύο ὁδεύειν ὁδοὺς, ἀκολασίας καὶ σωφροσύνης, δικαιοσύνης καὶ ἀδικίας, ἀλλὰ δεῖ τὰς ἐναντίας φυγεῖν, καὶ τὴν εὐθεῖαν ὁδεῦσαι· οὕτω γὰρ οἷόν τε γενέσθαι τῶν θείων φύλακας λόγων. Ὁ πάσας τοίνυν τὰς ἐντολὰς φυλάττων, αὐτὸς λέγει, Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου. Οὔτε γὰρ ὁ ἀδικητὴς τοῦτο δύναται λέγειν, οὔτε ὁ λοίδορος, οὔτε ὁ πλεονέκτης, οὔτε ὁ φθόνον ἔχων ἢ μισαδελφίαν, ἢ ὁ κακὸν ἀντὶ κακοῦ ἀποδιδούς. Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. Διδάσκει ἡμᾶς ὁ λόγος μὴ ἐκτρέπεσθαί ποτε ἀπὸ τῶν ἐντολῶν καὶ τῶν κριμάτων τοῦ Θεοῦ. Σὲ γὰρ τούτων ἐπιστάμενος νομοθέτην, μετὰ πάσης αὐτὰ διαθέσεως ἠσπαζόμην. Διὸ καὶ ἐπήγαγεν· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Γλυκὺ μὲν τὸ μέλι ἕως τοῦ φάρυγγος, ἐπεὶ εἰς κοιλίαν καὶ εἰς ἀφεδρῶνα χωρεῖ· τὰ δὲ λόγια τοῦ Θεοῦ γλυκαίνουσι καρδίαν καὶ ψυχήν. Καὶ γὰρ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Οὐ γὰρ οὕτως ἡδύνει μου τὴν τοῦ στόματος αἴσθησιν ἡ γλυκύτης τοῦ μέλιτος, ὡς εὐφραίνει μου τὴν ψυχὴν ἡ τῶν σῶν λογίων μελέτη. Τὸν γὰρ λάρυγγα τέθεικεν, ὡς ὄργανον ὄντα φωνῆς· διὰ φωνῆς δὲ ἡ μελέτη· τούτοις δὲ ἡ ψυχὴ κεχρημένη, τὴν ἐντεῦθεν ὠφέλειαν καρποῦται. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. Συνεὶς γὰρ τίσιν ἀρέσκῃ, ἀπεστράφην ἅπαντα τῆς κακίας τὰ εἴδη. Πᾶς δὲ ὁ χαρακτὴρ τῆς ἐννοίας τοῦ προκειμένου ψαλμοῦ τὴν τῶν ἐντολῶν φυλακήν τε καὶ τήρησιν ἡμῖν ἐμφαίνει, καὶ οὐ νομική τίς ἐστιν ἡ φράσις καὶ σκιώδης, ἀλλ' εὐαγγελικὴ, καὶ τῆς χάριτος ἡμῶν τῶν Χριστιανῶν προφυλακτήριον, καὶ τοῦ βίου ἡμῶν ὑπογραμμὸς καὶ ἀσφάλεια. Συνεχῶς γὰρ προτίθεται νόμον, ἐντολὰς, δικαιώματα, κρίματά τε καὶ μαρτύρια, περὶ ὧν ἐν τῇ κατ' ἀρχὰς ἐξηγήσει τοῦ ψαλμοῦ εἴρηται, τίς ἡ τούτων δήλωσις· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἴωμεν. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· ὡς ἵνα εἴπωμεν, ἀπὸ τῶν ἐντολῶν σου προσέσχομεν καὶ ἐνοήσαμεν· καὶ διὰ τοῦτο ἐμισήσαμεν πᾶσαν ὁδὸν ἀδικίας. Αὐταὶ γὰρ αἱ ἐντολαὶ διατάσσονται, Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ πορνεύσεις, οὐ κλέψεις, οὐκ ἀδικήσεις, οὐ ψεύσῃ, οὐ λοιδορήσεις, οὐκ ἐπιθυμήσεις τὰ ἀλλότρια, οὔτε τὸν ἀγρὸν τοῦ πλησίον σου, οὔτε τὸν παῖδα, οὔτε τὴν παιδίσκην, οὔτε πᾶν κτῆνος αὐτοῦ· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου τόκον ἀργυρίου καὶ τόκον χρυσίου καὶ τόκον βρωμάτων. Αἱ ἐντολαὶ τοῦ Θεοῦ, ἃς καθ' ἑκάστην ἐνωτιζόμεθα διὰ τῆς ἀναγνώσεως τῆς τε τοῦ ἁγίου Εὐαγγελίου καὶ τῶν ἀποστολικῶν μαθημάτων· αὐταὶ γὰρ ἡμᾶς ὁδηγοῦσι πρὸς τὸ μισῆσαι πᾶσαν ὁδὸν ἀδικίας. Πάντα γὰρ τὰ ἁμαρτήματα καὶ τὰ τῆς κακίας εἴδη ἀδικία προσαγορεύεται· δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, μᾶλλον δὲ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Ἐξ ὧν φυλαχθείητε, ἀδελφοὶ, καὶ στηριχθείητε εἰς τὸ θέλημα τοῦ Θεοῦ· καὶ αὐτὸς ὑμῖν δωρήσεται πλούσια τὰ ἐλέη καὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ, ὅτι Σωτὴρ ἡμῶν ὑπάρχει. Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Ἐν σκότει βαδίζω, ἀλλ' οἱονεί τινι λύχνῳ, τῷ σῷ φωτιζόμενος νόμῳ. Εἰδέναι μέντοι χρὴ, ὡς ὁ μὲν νόμος λύχνος ὠνόμασται· ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν, δικαιοσύνης ἥλιος. Ὁ μὲν γὰρ, οἷα δὴ λύχνος, μόλις ἓν κατηύγασεν ἔθνος· ὁ δὲ πᾶσαν τὴν οἰκουμένην ἐφώτισεν. Οὕτω καὶ τὸν θεσπέσιον Ἰωάννην λύχνον προσηγόρευσεν ὁ Δεσπότης Χριστὸς, ἔτι νυκτὸς οὔσης ἐπιφανέντα Ἰουδαίοις. Ἐπειδὴ δὲ τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον ἀνέτειλε, καὶ τοὺς ἱεροὺς ἀποστόλους φῶς προσηγόρευσεν, ὡς ἐκείνου τοῦ φωτὸς μετειληφότας, τοῦ πάντας ἀνθρώπους φωτίσαντος. Καὶ ἐπειδήπερ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, Πᾶς ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται, καὶ ἐν συγχύσει καὶ ἐν ἁμαρτίαις ἐστὶν, ἅτινά ἐστι σκότος (ἔφη γὰρ ὁ αὐτὸς Δαυῒδ, ὡς γέγραπται ἐν τοῖς Βασιλείοις· Νὺξ ἦν περὶ ἐμὲ τὸν δείλαιον, καὶ ἠγνόουν), λύχνου δεόμεθα. Δίδοται ἡμῖν ὁ νόμος εἰς βοήθειαν, καὶ γίνεται φῶς ἐν ταῖς πορείαις ἡμῶν· γέγραπται γάρ· Διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Ἔχει δὲ καὶ ἕτερον ὁ λόγος. Λύχνος ἐστὶν ἡ παλαιὰ Διαθήκη ἡ δοθεῖσά ποτε τοῖς Ἰσραηλίταις· ἓν γὰρ ἔθνος μόνον ἐφώτιζεν. Ὅτε δὲ ἦλθεν ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς ὁ Θεὸς ἡμῶν, τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, αὐτὸς ἐφώτισε τὰ πέρατα, καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· ἐξ οὗ φωτὸς ἡμεῖς πάντες ἐλάβομεν. Ὤμοσα, καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.