# In Psalmum 118 (homiliae 1-3) [Sp.] 4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.], ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ἤτοι τὸν ἄμωμον. Στάσις αʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmum-118-homiliae-1-3-sp/4.1

Δικαίου φωνὴ, καὶ κατὰ Θεὸν βιοῦντος, καὶ μὴ λογιζομένου τὰ τοῦ κόσμου πράγματα. Διὸ καὶ πάροικον ἑαυτὸν λέγει· καθὼς καὶ Ἀβραὰμ καὶ πάντες οἱ ἅγιοι πάροικοί εἰσιν ἐν τῷδε τῷ βίῳ, ἔχοντες τὴν κατοικίαν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. Τὴν γὰρ γῆν ταύτην πάντες ἡμεῖς οὐ κατοικοῦμεν, ἀλλὰ παροικοῦμεν· βραχὺν γὰρ διαβιώσαντες χρόνον, εἰς ἕτερον μεταβαίνομεν βίον. Τοῦτο δὲ οὐ πάντες ἐθέλουσιν εἰδέναι, ἀλλ' ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς ὡς ἐπὶ μονίμοις καὶ διαρκέσι βρενθύνονται· ὁ δὲ τὰ θεῖα πεπαιδευμένος οἶδε τοῦ βίου τὸ πρόσκαιρον. Διὸ δὴ καὶ πάροικον ἑαυτὸν ὀνομάζει, καὶ ἱκετεύει τὰς θείας ἐντολὰς μηδαμῶς ἀγνοῆσαι. Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. Ἐπιθυμοῦσι τῶν θείων κριμάτων πολλοὶ, καὶ τῆς τῶν οὐρανῶν ἐφίενται βασιλείας, ἀλλ' οὐκ ἀεὶ, ἀλλὰ νῦν μὲν τοῖς θείοις ἀρέσκονται, νῦν δὲ τοῖς τοῦ σώματος ἀκολουθοῦσι παθήμασι· ὁ δὲ προφήτης ἱμείρεται τοῦτον τὸν πόθον ἔχειν διηνεκῶς. Ἐν παντὶ οὖν καιρῷ λέγει, οὐχ ὡς ποτὲ μὲν ἐπιποθεῖν, ποτὲ δὲ οὔ. Ἴσασι γάρ τινες, ὅτι γίνεται αὐτοῖς κατάνυξις, ποτὲ μὲν ἐπιποθεῖν τὰς τοῦ Θεοῦ ἐντολὰς διὰ τὸν φόβον τῆς αἰωνίου κολάσεως καὶ διὰ πόθον τῆς τῶν οὐρανῶν βασιλείας, ποτὲ δὲ ἀπάγονται ταῖς σαρκικαῖς ἐπιθυμίαις. Οἱ τοιοῦτοι οὖν ἐν παντὶ καιρῷ τὸν Θεὸν οὐκ ἐπιποθοῦσιν· οἱ δὲ διὰ τὴν τοῦ Θεοῦ ἀγάπην τοῦτο ποιοῦντες, οὐδὲ ὅλως ἀφίστανται τῶν τοῦ Θεοῦ κριμάτων. Ἐπετίμησας ὑπερηφάνοις. Οἱ τῶν θείων νόμων καταφρονοῦντες, τῇ τῆς ὑπερηφανίας περιπίπτουσι νόσῳ, καὶ τὴν παρὰ τοῦ δικαίου κριτοῦ δέχονται τιμωρίαν Ἐπήρθησαν οὖν τινες κατὰ τοῦ Θεοῦ, ἀλλ' ἐπετιμήθησαν παρ' αὐτοῦ, ὡς ὁ Φαραὼ ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ ἀπώλετο ὑπερηφανευθεὶς, καὶ ὁ Σενναχερεὶμ εἰς ὕψος ἐπαρθεὶς ὑπὸ τῶν ἰδίων υἱῶν ὤλετο. Ὡσαύτως καὶ Ναβουχοδονόσορ ὑψωθεὶς τὴν καρδίαν, ἴσα κτηνῶν ἐβόσκετο. Τοιοῦτοι γὰρ τῶν ἀλαζόνων οἱ μισθοί· Κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, καθὼς ἐν Παροιμίαις γέγραπται. Ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. Τῇ τοῦ θείου Πνεύματος ἐμπνεύσει προφῆται ἐλάλησαν, καθὼς καὶ ἐν τῷ συμβόλῳ τῆς πίστεως ἡμῶν ὁμολογοῦμεν, Τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Αὐτὸ οὖν τὸ Πνεῦμα τὸ ἅγιον βοᾷ. Ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. Φοβηθῶμεν οὖν, ἀδελφοὶ, μὴ ἔλθοι ἐφ' ἡμᾶς ἡ κατάρα τοῦ ἁγίου Πνεύματος. Ταύτην καὶ ὁ νόμος τὴν ἀρὰν τοῖς παραβάταις προσφέρει. Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὃς οὐκ ἐμμένει τοῖς ἐγκειμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά. Καὶ ἡμεῖς δὲ ψάλλοντες τῷ ἁγίῳ Πνεύματι σύμφωνοι γινόμεθα, τῇ ἀρᾷ παραπέμποντες τοὺς ἐκκλίνοντας ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ, Προσέχωμεν οὖν, μήποτε ἄλλους ἐπικαταράτους λέγοντες, αὐτοὶ ἡμεῖς ἐσόμεθα τῇ παρεκτροπῇ τῶν ἐντολῶν τοῦ Θεοῦ. Περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. Ὠνείδισε τὸν προφήτην ὁ Νάβαλ, δοῦλον δραπέτην ἀποκαλέσας· ὠνείδισαν αὐτὸν καὶ οἱ Γεθαῖοι. Ἀλγυνόμενος τοίνυν ἐπὶ τούτοις, ἀποτρίψασθαι τὰ ὀνείδη παρακαλεῖ, ἅτε δὴ τὰ θεῖα ἐκζητήσας μαρτύρια. Οὐχ ἁρμόζει τοίνυν τοῖς παρὰ τοῦ Σεμεεὶ ὀνείδεσι τὰ παρόντα ῥητά. Ἐκεῖνα γὰρ μετὰ τὴν ἁμαρτίαν ἐγένετο· τὰ δὲ τοῦ Νάβαλ καὶ τῶν ἄλλων πρὸ τῆς ἁμαρτίας. Ἐν ἑτέρῳ οὖν ψαλμῷ λέγει ὁ αὐτὸς προφήτης· Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις· καὶ, Οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου· καὶ πάλιν ἕτερος προφήτης λέγει· Ἵνα τί ἁμαρτωλοὶ εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; Εὔχεται οὖν ὁ προφήτης ἐξ αὐτῶν (f. αὐτοῦ) περιαιρεθῆναι τοῦτο τὸ ὄνειδος καὶ τὴν ἐξουδένωσιν. Τὰ γὰρ τοῦ κόσμου τούτου πράγματα, πλοῦτος καὶ δόξα· αὐτὰ λέγει ὄνειδος καὶ ἐξουδένωσιν, τοῦτο κλέος καὶ τιμὴν ἡγούμενος, τὸ ζητεῖν τὰ μαρτύρια τοῦ Θεοῦ. Καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ' ἐμοῦ κατελάλουν. Κατὰ μὲν τὸ γράμμα ὁ Σαοὺλ καὶ ὁ Ἀβενὴρ καὶ ὁ Ἀχιτόφελ ἐλοιδόρουν τὸν Δαυΐδ· κατὰ δὲ διάνοιαν εἰς τὸν Χριστὸν ἀναφέρεται ὁ στίχος. Καὶ γὰρ Ἡρώδης καὶ Πόντιος Πιλᾶτος καὶ Ἄννας καὶ Καϊάφας συνεβουλεύοντο αὐτὸν ἀποκτεῖναι· αὐτὸς δὲ ἦν μετὰ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κήπῳ διαλεγόμενος τὰ τοῦ Θεοῦ καὶ Πατρός. Εἶπε γὰρ πρὸς αὐτούς· Ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ταῦτα ἀνήγγειλα ὑμῖν. Ὡς δὲ γενόμενος τέλειος ἄνθρωπος, καὶ μορφὴν δούλου λαβὼν, ὠνόμασται καὶ δοῦλος. Ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. Ἐγὼ δὲ τὴν σὴν δεσποτείαν ὁμολογῶν, μελέτην εἶχον τὰ σὰ δικαιώματα. Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστι, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. Πᾶσαν γὰρ ἀνθρωπίνην εἰσήγησιν ἀπωσάμενος ταῖς σαῖς ὑποθήκαις ἀκολουθῶ, καὶ οὐδὲν ἕτερον λαλῶ, οὔτε ἐν μελέτῃ εἰμὶ ἄλλων πραγμάτων, εἰ μὴ περὶ τῶν μαρτυρίων σου καὶ τῶν δικαιωμάτων σου. Τοῦτο γὰρ τελείου ἀνδρός. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου. Τὴν ὑπερβολὴν τῆς ταπεινώσεως διὰ τούτων ἐδήλωσεν. Οὕτω γὰρ καὶ ἐν τῷ τεσσαρακοστῷ τρίτῳ ἔφη ψαλμῷ· Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. Τουτέστιν, οὐχ ὑψώθην, οὐχ ὑπερήφανος ἐγενόμην, ἀλλὰ ταπεινόφρων. Τοῦτο γάρ ἐστι τὸ, Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου. Διὸ αἰτοῦμαι· Ζῆσόν με κατὰ τὸν λόγον σου. Τουτέστι, κατὰ τὸν νόμον σου τὴν ζωήν μου διεύθυνον. Δηλοῖ δὲ πρῶτον μὲν τὴν πρὸς τὸ σῶμα αὐτῆς κοινωνίαν ἐκ τοῦ ἐδάφους οὔσης τοῦ χοὸς, ἔπειτα καὶ τὴν ἑκούσιον ταπείνωσιν αὐτοῦ, ἣν ἐφ' οἷς ἡμάρτανεν ἐπεδείξατο, ζῆσαι δι' αὐτῆς διὰ τὸν λόγον τοῦ Θεοῦ προσδοκήσας τὸν ταπεινοῦντα ἑαυτὸν ἀνυψοῦντος. Ζῆσόν με κατὰ τὸν λόγον σου. Οὐκ ἀορίστως αἰτεῖ ζωὴν, ἀλλὰ τὴν κατὰ νόμον ζωήν. Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg207.local001/.
