# In Psalmum 118 (homiliae 1-3) [Sp.] 5.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.], ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ. Στάσις βʹ Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmum-118-homiliae-1-3-sp/5.1-2

Ἐπειδὴ ὅρκῳ βεβαιοῦται τῶν πραγμάτων τὰ πλεῖστα, τὸ στεῤῥὸν καὶ ἀμετάθετον, ὃ ἐκέκτητο ὁ προφήτης πρὸς τὰς ἐντολὰς τοῦ Θεοῦ, ὅρκον ἐκάλεσε. Σύνηθες γὰρ τοῦτο τῇ θείᾳ Γραφῇ· ὡς τὸ, Ὤμοσε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ· καὶ, Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτὴν, διὰ τὸ βέβαιον τῆς θείας ἐπαγγελίας· ἐπεὶ ὁ ὅρκος παρὰ πάσης τῆς θείας Γραφῆς ἀπᾴδεται, καὶ παρὰ μὲν τῆς Παλαιᾶς· Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· καὶ, Οὐκ ὀμεῖσθε τὸ ὄνομά μου ἐπ' ἀδίκῳ· καὶ, Ὅρκῳ οὐκ ἐθίσεις τὸ στόμα σου, δηλαδὴ ἐπὶ τοῖς κοσμικοῖς πράγμασιν· ἔφη γὰρ ὁ Ἐκκλησιαστής· Ἐκτησάμην χρυσίον, ἀργύριον, ἱματισμόν· ἐποίησά μοι κήπους, ἀμπελῶνας, ὑδραγωγούς· καὶ ἰδοὺ τὰ πάντα ματαιότης, καὶ προαίρεσις τοῦ πνεύματος. Ὁ ἐπὶ τούτων τὸ ὄνομα τοῦ Θεοῦ ἐπὶ γλώσσης φέρων, ἐπὶ ματαιότητι λαμβάνει τὸν ὅρκον καὶ ἐπ' ἀδίκῳ. Καὶ αὖθις ὁ Κύριος· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως· καὶ ὁ αὐτοῦ μαθητὴς Ἰάκωβος· Πρὸ πάντων, ἀδελφοὶ, μὴ ὀμνύετε. Ὥσπερ οὖν ἐστιν ἐντολὴ, μὴ φονεύσῃς, μὴ ἀδικήσῃς· οὕτω καὶ τὸ, μὴ ὀμόσῃς· Ἐταπεινώθην ἕως σφόδρα, Κύριε· ζῆσόν με κατὰ τὸ λόγιόν σου. Οὐχ ἁπλῶς ἔφη τεταπεινῶσθαι, ἀλλὰ σφόδρα ταπεινωθῆναι, καὶ ταῦτα βασιλεὺς ὢν καὶ προφήτης, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς παῤῥησίαν ἔχων, καὶ πλούτῳ κομῶν, καὶ τῶν πολεμίων κρατῶν. Ἀλλ' οὔτε τῇ σοφίᾳ, οὔτε τῇ ἀνδρείᾳ, οὔτε τῇ δικαιοσύνῃ θαῤῥῆσαι ἠνέσχετο πώποτε· τῆς θείας ταῦτα χάριτος ὑπελάμβανε δῶρα. Καὶ ζωὴν δὲ αἰτῶν τὸν δοῦναι δυνάμενον, οὐκ ἀορίστως αἰτεῖ, ἀλλὰ τὴν λογικὴν, τὴν ἔννομον, τὴν τῷ θείῳ νόμῳ λαμπρυνομένην. Καὶ ἐπειδὴ πάντως βιοῦντες εἰς ἁμαρτίαν κατολισθαίνομεν (καθαρὸς γὰρ ἀπὸ ῥύπου παντελῶς οὐδεὶς ἐναντίον Κυρίου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ), ἀσπαζώμεθα στεναγμὸν, δάκρυα, ἐγκράτειαν, τῆξιν σώματος. Τοῦτο γάρ ἐστι Ταπείνωσις ἕως σφόδρα. Ὅτε δὲ λέγει ὁ προφήτης, Ζῆσόν με, οὐ περὶ ταύτης τῆς ζωῆς παρακαλεῖ τῆς ἐν βρώμασι καὶ πόμασιν, ἀλλὰ τῆς λογικῆς, τῆς πρακτικῆς, τῆς ἐναρέτου, ἥτις τὰς θείας ἐντολὰς φυλάττει. Τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. Τῶν τῆς ἀρετῆς κατορθωμάτων τὰ μὲν πλεῖστα οἱ θεῖοι νόμοι διαγορεύουσιν, ἔνια δὲ καὶ ἡ γνώμη προστίθησιν. Οὕτω καὶ τῶν θυσιῶν τὰ μὲν νομικὰ, τὰ δὲ γνωμικά. Τὰ μὲν γὰρ περὶ ἁμαρτίας καὶ πλημμελείας καὶ περὶ ἀγνοίας, ἃς ὁ νόμος προσφέρειν ἐκέλευε, καὶ ταῦτα οἱόν τι χρέος ἀπεδίδοτο τῷ Θεῷ· τὰ δὲ τῇ φιλοτιμίᾳ τῆς γνώμης προσφερόμενα, δῶρα προσηγόρευσεν. Οὕτω καὶ νῦν τὴν μὲν σωφροσύνην καὶ τὴν δικαιοσύνην οἱ εὐαγγελικοὶ διαγορεύουσι λόγοι· παρθενία δὲ, καὶ μετὰ γάμον ἐγκράτεια, καὶ ἀκτημοσύνη, καὶ μονήρης βίος, καὶ ἡ ἐν ἐρήμοις διαγωγὴ, τῆς γνώμης ἔργα, τοὺς νόμους ὑπερπηδῶντα. Τὰ τοιαῦτα τοίνυν ὁ προφήτης ἑκούσια προσηγόρευσεν. Ἃ γὰρ οὐχ ὑπόκειται νόμων ἀνάγκῃ, ἀλλὰ φιλοθέου γνώμης ὑπάρχει καρπὸς, εἰκότως ἑκούσια προσηγόρευται. Πολλαχῶς τε ἐμπίπτοντες εἰς περιστάσεις καὶ θλίψεις, τασσόμεθα τῷ Θεῷ, ὡς τὸ, Ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου. Ταῦτα χρὴ ἡμᾶς πάντως ἐκπληροῦν. Ἔχει δὲ καὶ ἑτέραν ἔννοιαν ὁ λόγος. Ἑκούσια οὖν εἰσιν ὅσα καθ' ὑπερβολὴν τῶν ἐντολῶν τοῦ Θεοῦ εἰσιν. Ἐντολὴ τοῦ Θεοῦ ἐστι, μιᾷ γυναικὶ ζεύγνυσθαι· Τίμιος γὰρ ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Εἰ δέ τις παρθενίαν θέλει ἀσκῆσαι, τοῦτο ἑκούσιον αὐτοῦ ἐστιν. Ὡσαύτως ἐπιτρεπόμεθα ἔχειν διατροφὰς καὶ σκεπάσματα καὶ ἐνδύματα· ἐὰν δὲ ἀκτημοσύνην προαιρώμεθα ἀσκῆσαι, ἑκούσιον ἡμῶν ἐστι. Καὶ ἐὰν τὸν μονήρη καὶ μοναχικὸν βίον ἐπιποθῶμεν ἀσκῆσαι, ἑκούσιον ἡμῶν ἐστιν. Ἐν τούτοις οὖν εὔχεται ὁ προφήτης κατευοδωθῆναι τοῖς θέλουσι ποιεῖν αὐτά. Ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντός· καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Ὑπὸ τῆς σῆς γὰρ προνοίας φρουρούμενος, τὴν λήθην τῶν σῶν ἐξώρισα νόμων. Πᾶς γὰρ ὁ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ, τὴν ψυχὴν αὐτοῦ παρατίθεται εἰς τὰς χεῖρας αὐτοῦ, καθὼς καὶ ἐν ἑτέρῳ ψαλμῷ λέγει· Ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. Εἰ δὲ μερίζει τις ἑαυτὸν πρὸς ἡδονὰς καὶ πάθη σωματικὰ, οὐδαμῶς τὴν ψυχὴν αὐτοῦ τίθησιν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ. Ἐὰν γὰρ ἐν τῷ καιρῷ τῆς θείας λειτουργίας εἰς βιωτικὰς φροντίδας ἀπαγώμεθα, καὶ ἡ σχολὴ ἡμῶν ἐν αὐταῖς τῇ ὥρᾳ ἐκείνῃ γένηται, καὶ καταλίπωμεν τὴν αἴνεσιν τοῦ Θεοῦ, οὐκ ἀνατεθείκαμεν ἐν ταῖς χερσὶν αὐτοῦ τὰς ψυχὰς ἡμῶν. Ἐὰν τοὺς ἑωθινοὺς ὕμνους ἐκλείπωμεν καθεύδοντες καὶ ἐπὶ κλίνης ἀναπαυόμενοι· καὶ κατὰ τὰς ἑσπερινὰς αἰνέσεις τῇ κραιπάλῃ καὶ τῇ μέθῃ προσκείμεθα καὶ οἱονεὶ προσπηγνύμεθα, οὐ παρατεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ. Ἐὰν ἐν τῷ καιρῷ τῆς θείας ἀναγνώσεως, καὶ μάλιστα ἐν ταῖς τῆς ἁγίας κυριακῆς ἡμέραις, ἀφιῶμεν τὴν ἐκκλησίαν, καὶ ἐμπεριάγωμεν συμβολοκοποῦντες καὶ ἐμπορευόμενοι, καὶ ἐν ταῖς ὁδοῖς καὶ πλατείαις διατρίβωμεν, οὐκ ἀνατεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ. Ἐὰν παριστάμενοι ἐν τῇ θείᾳ λειτουργίᾳ ἀφιῶμεν καὶ τὴν προσευχὴν καὶ τὴν αἴνεσιν, καὶ πρὸς ἀλλήλους ὁμιλῶμεν περὶ κοσμικῶν πραγμάτων καὶ φροντίδων, οὐ παρατεθείκαμεν τὰς ψυχὰς ἡμῶν ἐν ταῖς χερσὶ τοῦ Θεοῦ. Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι· καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. Πολλὰς καὶ παντοδαπὰς καὶ ἄνθρωποι καὶ δαίμονες ἐπιβουλὰς τυρεύουσί μοι· ἐγὼ δὲ τὴν ἀπλανῆ τῶν σῶν ἐντολῶν πορείαν προειλόμην ὁδεύειν. Καὶ γὰρ καὶ δαίμονες καὶ λογισμοὶ πολλαχῶς παγιδεύουσι τοὺς κατὰ Θεὸν ζῶντας, εἶτα καὶ πονηροὶ ἄνθρωποι· ἀλλ' αὐτοὶ ἐγκαυχῶνται μὴ ἀποπλανηθῆναι ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ. Αὐτὸν γὰρ τὸν Δαυῒδ παγιδεύων ὁ Σαοὺλ καὶ ζητῶν αὐτὸν ἀνελεῖν, ἐκ τῶν ἐντολῶν τοῦ Θεοῦ οὐκ ἀπέστησε. Καίτοι γε εὑρὼν ὁ Δαυῒδ τὸν Σαοὺλ καὶ ἅπαξ καὶ δὶς, οὐκ ἀπέδωκεν αὐτῷ κακὸν ἀντὶ κακοῦ. Καὶ πάλαι τῷ Ἰωσὴφ ἔθετο παγίδα ἡ Αἴγυπτος, ἀλλ' αὐτὸς οὐκ ἐπλανήθη, φυλάξας τὴν ἑαυτοῦ σωφροσύνην. Τοῦτο καὶ ἡ Σωσάννα πέπονθε παρὰ τῶν πρεσβυτέρων. Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg207.local001/.
