# In Psalmum 118 (homiliae 1-3) [Sp.] 5.1-3

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.], ΣΤΑΣΙΣ Γʹ Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmum-118-homiliae-1-3-sp/5.1-3

Πᾶσαν τὴν ἱκετείαν προσενεγκὼν, ἀντιβολεῖ δεχθῆναι, καὶ μὴ ἀποῤῥιφῆναι τὴν δέησιν. Καὶ παρακαλεῖ σύνεσιν λαβεῖν, οὐκ ἀνθρωπίνην, ἀλλὰ τῶν θείων λόγων τὴν γνῶσιν. Ὁ οὖν ἐν ἁμαρτίαις ζῶν καὶ ἀναστρεφόμενος οὐ δύναται εἰπεῖν· Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε. Ἔφη γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου· Αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Ὥστε ἐκ τῶν ἁμαρτημάτων πρῶτον ἐπιστρέψαι δεῖ, καὶ τότε εἰπεῖν· Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· ἐπεὶ οὐδὲ ψάλλειν ἁμαρτωλῷ ἔξεστι· γέγραπται γάρ· Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ· καὶ, Τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. Καὶ, Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, οὐχ οἱ ἀνόσιοι. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με. Ἀξίωμα τὴν ἱκεσίαν καλεῖ. Τοῦτο γὰρ καὶ παρὰ τοῖς ἄλλοις εὗρον ἑρμηνευταῖς, ἵνα ᾖ ἡ ἔννοια οὕτως· εἰσέλθοι ἡ ἱκεσία καὶ ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε. Καὶ ἐπειδὴ προσδέχῃ τὴν δέησίν μου κατὰ τὸ λόγιόν σου, ὃ ἐπηγγείλω μετανοοῦσιν ἁμαρτωλοῖς, λῦσαί με τῶν ἁμαρτιῶν μου. Διαφόροις μέντοι χρώμενος λόγοις ὁ προφήτης, τὸν Δεσπότην μειλίσσεται. Ἐξερεύξονται τὰ χείλη μου ὕμνον. ὅταν διδάξῃς με τὰ δικαιώματά σου. Κατάλληλος ἡ ἐρυγὴ τῇ τροφῇ. Τὰ γὰρ σὰ, φησὶ, μανθάνων δικαιώματα, σοὶ τῷ τῶν τοιούτων διδασκάλῳ προσοίσω τὴν ὑμνῳδίαν. Ὅταν τοίνυν τὰς ἀρετὰς καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ κατορθώσωμεν, τοῦτον ἐξερευγόμεθα ὕμνον αἰνέσεως, καὶ ἑλκύομεν Πνεῦμα συνέσεως· ἐπεὶ ἐν ἁμαρτίαις ζῶντες οὐδαμῶς ἐρευγόμεθα ὕμνον. Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. Εἰς μελέτην τῶν σῶν λογίων τὴν γλῶτταν ἀφιερώσω, εἰδὼς πάσῃ δικαιοσύνῃ κεκοσμημένας τὰς ἐντολάς σου. Καὶ ἡ φωνὴ εὐκτικὴ, διδάσκουσα ἡμᾶς, ὅσης κατακρίσεως ὑπεύθυνοι γίνονται οἱ τὰ πορνικὰ ᾄσματα φθεγγόμενοι, οἱ κολακείας καὶ εὐφημίας ἀνθρώποις προσφέροντες, οἱ κωμικὰς φλυαρίας ἀναφωνοῦντες, οἱ διὰ λοιδορίας ψιθυρίζοντες, οἱ ψευδηγορίας, οἱ κραυγὰς ἐν ἱπποδρομίαις θρυλλοῦντες. Οὐδὲ γὰρ ἕτερόν τι χρὴ φθέγγεσθαι, ἢ τὰ λόγια τοῦ Θεοῦ. Τούτου ἕνεκεν καὶ ἐπιφέρει λέγων· Ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. Τὸ ᾙρετισάμην, ὁ μὲν Σύμμαχος, Εἱλόμην, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, Ἐξελεξάμην, εἰρήκασι. Χεῖρα δὲ καλεῖ τὴν θείαν ἐνέργειαν, ὑφ' ἧς ἀντιβολεῖ τῆς θείας σωτηρίας τυχεῖν. Τοῦτο γὰρ χεὶρ τοῦ Θεοῦ. Οἱ γὰρ ἐκλεγόμενοι τὰς ἐντολὰς τοῦ Θεοῦ πάντως καὶ τὴν παρ' αὐτοῦ σωτηρίαν κομίζονται. Ἐπεπόθησα τὸ σω τήριόν σου, Κύριε, καὶ ὁ νόμος σου μελέτη μου ἐστίν. Ἱμείρομαι, φησὶ, παρὰ σοῦ σωτηρίας τυχεῖν, τὸν σὸν νόμον μελέτην ἔχων ἐνδελεχῆ. Ποῖον δὲ σωτήριον; Ὃ γέγονεν, ἐνανθρωπήσαντος τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Τότε γὰρ ἐσώθημεν ἐκ τῆς κατοχῆς τοῦ ἐχθροῦ, καὶ ἐμάθομεν μελετᾷν τὰ εὐαγγελικὰ προστάγματα. Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε· κατὰ τὰ κρίματά σου βοήθησαί μοι. Ζωὴν ἐνταῦθα τὴν ἔνθεον λέγει τὴν αἰνέσει τοῦ Θεοῦ γινομένην· αἰτεῖ δὲ συνέπεσθαι αὐτῷ εἰς βοήθειαν τὰ κρίματα τοῦ Θεοῦ. Οἶδα δὲ ὡς οὐχ ἁμαρτήσομαι τῆς ἐλπίδος, ἀλλὰ τῆς ἀληθοῦς ζωῆς παρὰ σοῦ τεύξομαι, καὶ αἰνέσω σε τὸν δοτῆρα τῶν ἀγαθῶν. Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός. Τοῦτο καὶ τῷ προφήτῃ λέγειν μετὰ τὴν ἁμαρτίαν ἥρμοττε, καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει. Ζήτησον τὸν δοῦλόν σου· ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Ἐκπεπτωκότος τοῦ Ἀδὰμ διὰ τῆς παραβάσεως τοῦ παραδείσου, εἰς πάντας διῆλθε τὸ ἁμάρτημα, ὡς ὁ Ἀπόστολος ἔφη, καὶ ὡς πρόβατον ἀπολωλὸς ἐπλανήθησαν ἐπὶ τὰ ὄρη καὶ τοὺς κρημνοὺς καὶ τὰς φάραγγας τῆς ἁμαρτίας, ὅπου οὐκ ἦν ἐπισκοπὴ τοῦ Θεοῦ, λατρεύοντες δαίμοσι καὶ εἰδώλοις. Ἀλλ' ἦλθεν ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, τοῦ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός· καὶ ζητήσας πλανώμενον, εὗρε, καὶ τοῦτο ἀνεκαλέσατο, καὶ ἐπὶ τῶν ὤμων ἐβάστασε, καὶ συγκατέμιξεν αὐτὸ τῇ ἰδίᾳ ποίμνῃ. Εἰρηνοποίησε γὰρ τὰ ἐπίγεια τοῖς οὐρανίοις ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ. Διὸ καὶ ποιμένες μετ' ἀγγέλων ἐν τῇ γεννήσει αὐτοῦ ἐδόξαζον λέγοντες· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Εἰ γὰρ καὶ παρέβη τινὰς, ἀλλὰ λήθην τούτων οὐκ ἐδέξατο παντελῆ. Ἀλλὰ ταύτην μὲν ὁ προφήτης προσενήνοχε τὴν εὐχὴν, τετύχηκε δὲ ἅπασα τῶν ἀνθρώπων ἡ φύσις τῆς σωτηρίας. Ὡς δὲ ἀνωτέρω εἴρηται, ἔδραμεν ὁ ποιμὴν ὁ καλὸς ἐπὶ τὸ πλανώμενον πρόβατον, καὶ ζητήσας εὗρε, καὶ ἐπὶ τῶν ὤμων λαβὼν ἐπανήγαγε, καὶ εὐφράνθη ἐπ' αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις· τοῦτο δηλοῦντος τοῦ λόγου, ὁσάκις τὰς ἐντολὰς αὐτοῦ οὐκ ἐπιλανθανόμεθα, ζητεῖ ἡμᾶς ὁ Θεὸς εἰς ἑαυτὸν ἀνακαλούμενος. Σκοπήσωμεν δὲ τὴν τοῦ ψαλμοῦ ἀρχὴν καὶ τὸ τέλος. Λέγει γὰρ ἐν προοιμίοις· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· καὶ ἐν τῷ τέλει τούτου· Ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. Οἱ οὖν πορευόμενοι ἐν νόμῳ Κυρίου, πάντως τὰς ἐντολὰς αὐτοῦ οὐκ ἐπιλανθάνονται· καὶ οἱ μὴ ἐπιλανθανόμενοι τὰς ἐντολὰς, πορεύονται ἐν νόμῳ Κυρίου. Ἡμεῖς δὲ τοῦ ψαλμοῦ τὴν ἑρμηνείαν ἐν κεφαλαίῳ ποιησάμενοι παρακαλοῦμεν τοὺς ἐντυγχάνοντας, μὴ ἀρκεσθῆναι τοῖς γεγραμμένοις, μηδὲ νομίσαι μόνῳ ταῦτα τῷ προφήτῃ προσήκειν, ἀλλ' ἕκαστον τὴν πρόσφορον ἐκ τούτων ὠφέλειαν λαβεῖν, καὶ φάρμακον ἀλεξητήριον τοῖς οἰκείοις κατασκευάσαι παθήμασι. Καὶ ταῦτα μὲν, ἀδελφοὶ, τῶν πατέρων τὰ ὑπομνήματα καὶ τὰ διδάγματα, ἐξ ὧν καὶ ἡμεῖς ἀρυσάμενοι μετεδώκαμεν ὑμῖν μετὰ τῆς δεούσης ἐπιφροσύνης, ὅπως αἱ ἐντολαὶ τοῦ Θεοῦ προκόπτωσιν εἰς ὑμᾶς. Τοῦτο γάρ ἐστι Χριστιανοῦ ἴδιον, ἵνα κατὰ τὴν εἰλικρινῆ ἡμῶν πίστιν καὶ αἱ πράξεις ἀγαθαὶ ὦσιν. Ἐν αἷς στηρίξει ὑμᾶς Κύριος ὁ Θεὸς, δωρούμενος ὑμῖν πλούσια τὰ ἐλέη αὐτοῦ καὶ τοὺς οἰκτιρμοὺς αὐτοῦ, φυλάττων ὑμᾶς ἀπὸ παντὸς κακοῦ, καὶ τῆς οὐρανίου αὐτοῦ βασιλείας ὑμᾶς ἀξιῶν, πρεσβείαις τῆς ἀχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου, καὶ πάντων αὐτοῦ τῶν ἁγίων, εἰς δόξαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg207.local001/.
