# In Psalmum 118 (homiliae 1-3) [Sp.] 5.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.], ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ἤτοι τὸν ἄμωμον. Στάσις αʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmum-118-homiliae-1-3-sp/5.1

Πάσας σοι, Δέσποτα, τὰς ἐμὰς δεδήλωκα πράξεις, καὶ οὐδέν σε λαθεῖν τῶν ἐμῶν ἠνεσχόμην. Διά τοι τοῦτο ταῖς ἱκετείαις ἐπινεύσαις. Ἀντιβολῶ μαθεῖν ἀκριβῶς τὰ σὰ δικαιώματα. Λέγει δὲ ὁ αὐτὸς προφήτης καὶ ἐν ἑτέρῳ ψαλμῷ· Εἶπα, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Καὶ ἐν ἄλλῳ προφήτῃ εἴρηται· Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἁμαρτάνοντας οὖν ἡμᾶς ἐξαγγέλλειν ἐνώπιον τοῦ Θεοῦ τὰς ἁμαρτίας χρὴ, καὶ ταύτας ἐκκόπτειν· ἐκκοπὴ γὰρ ἁμαρτίας καὶ ἐξαγόρευσις, ταύτης ἄφεσιν ἐργάζεται· καὶ μάλιστα διδασκάλῳ τινὶ ἐξαγγέλλειν, καὶ λαμβάνειν παρ' αὐτοῦ διδαχὴν, τί ὀφείλομεν ποιεῖν ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν. Χωρὶς δὲ κόπου μετάνοια ἀργεῖ. Ἔφη γὰρ ἐν ἑτέρῳ ψαλμῷ ὁ αὐτὸς προφήτης· Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Καὶ ἐπὶ τῇ ἁμαρτίᾳ αὐτοῦ ἐθρήνει λέγων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. Οἱ ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ πορευόμενοι καὶ συνετιζόμενοι παρ' αὐτοῦ ἐνδελεχῶς, πάντοτε (τοῦτο γάρ ἐστι τὸ Ἀδολεσχήσω) ἐν τοῖς θαυμασίοις τοῦ Θεοῦ μελετῶσιν, ἐννοούμενοι ὅτι αὐτός ἐστιν οὐρανοῦ καὶ γῆς ποιητὴς, αὐτὸς τροφεὺς ἡμῶν, αὐτὸς χορηγὸς τῶν ἀγαθῶν, αὐτὸς πέμπει ὑετὸν, αὐτὸς φέρει ἔαρ καὶ θέρος, πάντα ποιῶν πρὸς ἀνατροφὴν ἡμῶν, αὐτὸς ἁρμονίᾳ καὶ τάξει, ὡς ποιητὴς, τὰ πάντα συντηρεῖ. Καὶ γὰρ θείας ἡμῖν συνέσεως δεῖ, ὥστε κατὰ τὸν θεῖον νόμον τὴν ἀρετὴν μετελθεῖν, καὶ τὸν φιλανθρωπίᾳ χρώμενον μὴ πρὸς κενοδοξίαν ἰδεῖν, καὶ τὸν ἀσκητικὸν μὴ θηρᾶσθαι τὸν ἀνθρώπινον ἔπαινον, τὸν σώφρονα μὴ διὰ τὴν τῆς ἀκολασίας αἰσχύνην, ἀλλὰ διὰ τὸν πόθον τῆς ἀρετῆς εἶναι τὴν σωφροσύνην. Εἰκότως τοίνυν ὁ προφήτης ἀντιβολεῖ συνέσεως θείας μεταλαχεῖν, ὡς διαγνῶναι τὴν τῆς δικαιοσύνης ὁδόν. Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἡ συνεχὴς προσβολὴ τῆς ἁμαρτίας διαλύει πολλάκις τὸν τόνον τῶν λογισμῶν, καὶ ἀπαυδῆσαι παρασκευάζει τὸν ἀθλητὴν, καὶ τὴν καλουμένην ἀκηδίαν ἐργάζεται· χαυνουμένη δὲ ἡ ψυχὴ τὸν ὕπνον εἰσδέχεται, ὁ δὲ ὕπνος ἐπάγει τὸν θάνατον. Διόπερ βεβαιωθῆναι καὶ στηριχθῆναι ὁ προφήτης ἀντιβολεῖ. Τὸ δὲ καταπίπτειν εἰς ἁμαρτίαν, καὶ ῥᾳθυμίᾳ καὶ ὀλιγωρίᾳ καὶ ἀκηδίᾳ κρατεῖσθαι, καὶ μὴ πρόθυμον εἶναι πρὸς τὰς ἐντολὰς τοῦ Θεοῦ, νυσταγμός ἐστι. Καὶ ἐν ἑτέρῳ ψαλμῷ ταύτην τὴν ἔννοιαν εὔχεται ὁ προφήτης λέγων· Φώτισον ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, θάνατον τὴν ἁμαρτίαν καλῶν. Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Ἀναγκαία καὶ αὕτη ἡ δέησις. Προσήκει γὰρ ἡμᾶς αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων βοήθειαν, ὥστε τῆς ἀδικίας ἐκτρέπεσθαι τὴν ὁδὸν, καὶ τὴν τῆς ἀληθείας προαιρεῖσθαι πορείαν, καὶ ἄληστον περιφέρειν τῶν τοῦ Θεοῦ μαρτυρίων τὴν μνήμην. Πᾶσαν δὲ πρᾶξιν πονηρὰν ἐξ αὐτοῦ εὔχεται ὁ προφήτης ἀφαιρεθῆναι (τοῦτο γάρ ἐστιν ἡ ἀδικία), καὶ τῷ νόμῳ αὐτοῦ καὶ ταῖς ἐντολαῖς αὐτοῦ ἐλεηθῆναι. Λέγει γὰρ, Ὁδὸν ἀληθείας ᾑρετισάμην· τουτέστιν, ἠγάπησα, ἐξελεξάμην· καὶ τούτου ἕνεκεν οὐδὲ τὰ κρίματά σου ἐπελαθόμην, καὶ οὐδὲ τῆς μνήμης τῶν μαρτυρίων σου λήσμων γέγονα. Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε· μή με καταισχύνῃς. Οὐχ ἁπλῶς, εἶπεν, ἠκολούθησα τοῖς μαρτυρίοις σου, οὐδὲ παρέργως, ἀλλ' Ἐκολλήθην· τουτέστιν, οὐδὲ πρὸς βραχὺ τούτων ἐχώρισα τὸν ἐμαυτοῦ λογισμὸν, ἀλλὰ διὰ παντὸς ἐν αὐτοῖς ἀνετρεφόμην μὴ ἀποσπώμενος ἐξ αὐτῶν. Διὸ δὴ μηδὲ καταισχύνῃς με, ὅταν ἑκάστῳ ἀποδιδῷς κατὰ τὰ ἔργα αὐτοῦ. Ζητῶ δὲ τρυγῆσαι τῆς τοιαύτης διαθέσεως καρπὸν, τὸ μηδεμιᾶς πεῖραν αἰσχύνης λαβεῖν. Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. Ἀμφοτέρων χρεία, καὶ τῆς ἡμετέρας προθυμίας, καὶ τῆς τοῦ Θεοῦ προμηθείας. Οὔτε γὰρ ἡ θεία χάρις δίδοται τοῖς τὴν ἀγαθὴν οὐκ ἔχουσι προθυμίαν, οὔτε ἀνθρωπεία φύσις δύναται ἀρετὴν κατορθῶσαι δίχα τῆς ἄνωθεν βοηθείας. Τοῦτο καὶ ὁ προφήτης διδάσκει, ὅτι τῶν ἐντολῶν σου τὴν ὁδὸν ἔτρεχον ἀκωλύτως, παρ' αὐτοῦ λαμβάνων τοῦ δρόμου τὴν εὐκολίαν. Πλατύτητα γὰρ τὴν εὐκολίαν ἐκάλεσε· καὶ ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλάτυνάς μοι· καὶ πάλιν· Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησε τὰ ἴχνη μου, ὅταν εὔκολα καὶ εὐχερῆ ἐποίησας τὰ κατ' ἐμὲ, καὶ ἀπεδίωξας ἀπ' ἐμοῦ πᾶσαν στραγγαλιώδη καὶ σκολιὰν προσβολὴν τοῦ ἐχθροῦ. Τοῦτο γάρ ἐστιν, Ὅταν ἐπλάτυνας τὴν καρδίαν μου, ὁδὸν ἐντολῶν σου ἔδραμον. Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως· οὕτω πυκτεύω, ὡς οὐκ ἀέρα δέρων· ἀλλ' ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, Ὡσαύτως καὶ πάντες οἱ ἅγιοι. Νομοθέτησόν μοι, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. Τὸ Νομοθέτησον ὁ Σύμμαχος, Ὑπόδειξον εἶν· Ἀκύλας δὲ καὶ Θεοδοτίων, Φώ τισον Διαπαντὸς, φησὶ, τῆς σῆς δέομαι φωταγωγίας καὶ νομοθεσίας. ὥστε καὶ γνῶναι τῶν δικαιωμάτων σου τὴν ὁδὸν, καὶ ταύτην ἀκολούθως ὁδεύειν. Πᾶσα οὖν δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φώτων. Καὶ ἡμεῖς προαιρούμενοι ἀγαθόν τι ποιεῖν, εἰ μὴ αὐτόθεν ἔχομεν τὴν συνεργίαν. ἀτελής ἐστιν ἡ ἔφεσις ἡμῶν. Εὔχεται οὖν ὁ προφήτης, καὶ ἡμεῖς οἱ ψάλλοντες (ὅσα οὖν προεγράφη, διὰ τὴν ἡμετέραν σωτηρίαν προεγράφη), τὸν Θεὸν συνεργὸν ἔχειν. Διὸ καὶ ἐπιφέρει· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. Τῆς αὐτῆς θεωρίας ἔχεται καὶ ὁ στίχος οὗτος, καὶ οὐ δέεται ἑτέρας ἐννοίας εἰς ἑρμηνείαν. Καὶ γὰρ ὁ Κύριος προσέταξεν ἐρευνᾷν τὰς Γραφάς· ἀλλὰ τοῖς ἐρευνῶσι χρεία τῆς ἄνωθεν αἴγλης, ἵνα καὶ εὕρωσι τὸ ζητούμενον, καὶ φυλάξωσι τὸ θηρώμενον. Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. Οὐχ ἁπλῶς αἰτεῖ ποδηγὸν αὐτοῦ γενέσθαι τὸν τῶν ὅλων Θεὸν, ἀλλὰ δεικνὺς τῆς πορείας τὸν πόθον. Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἐπὶ τὸ πρανὲς φέρεσθαι πέφυκε τῶν ὑδάτων ἡ φύσις, κἄν τινος ἐπιλάβηται διεξόδου, ἐκεῖσε πᾶσα χωρεῖ· οὕτω τοῦ διαβόλου τὴν ἐπὶ τὴν ἁμαρτίαν ὁδὸν διανοίξαντος, τῶν ἀνθρώπων ἔῤῥεψεν ἐπὶ τὸ χεῖρον ἡ φύσις. Σφόδρα τοίνυν ὁ προφήτης ἁρμοδίως ἀντιβολεῖ ἐπὶ τὰ θεῖα μαρτύρια τὴν καρδίαν κλιθῆναι, καὶ τῆς ἐπὶ θάτερον φορᾶς τὴν πεῖραν διαφυγεῖν. Καὶ γὰρ ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἔγκειται ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, καθὼς γέγραπται. Εὐχόμεθα οὖν διδασκόμενοι ὑπὸ τοῦ προφήτου κλιθῆναι τὰς καρδίας ἡμῶν εἰς τὰ μαρτύρια αὐτοῦ, καὶ μὴ εἰς πλεονεξίαν, εἰς ἁρπαγὰς καὶ ἀδικίας, καὶ εἰς περισπασμοὺς τοῦ κόσμου τούτου. Ὅτι πᾶς ὁ βίος τῶν ἀσεβῶν ἐν φροντίδι, κατὰ τὸν πολύαθλον Ἰώβ. Ἐκ τούτων γὰρ καὶ συνάγεται πλοῦτος, ὅστις καὶ μαμωνᾶς καλεῖται. Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου, τοῦ μὴ ἰδεῖν ματαιότητα· ἐν τῇ ὁδῷ σου ζῆσόν με.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg207.local001/.
