# In Psalmum 118 (homiliae 1-3) [Sp.] 6.1-2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.], ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ. Στάσις βʹ Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmum-118-homiliae-1-3-sp/6.1-2

Ἀγαλλιῶνται οἱ ἅγιοι καὶ οἱ εὐσεβῶς ζῶντες, καὶ χαίρουσιν ἐπὶ τῇ τηρήσει τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ Πατέρα τὸν Θεὸν ἔχοντες αὐτοὶ καὶ κληρονόμοι τῶν μαρτυρίων αὐτοῦ γεγόνασι, καὶ ὡς πατρῴαν κληρονομίαν ταῦτα κατέχουσιν ἀγαλλιώμενοι· γλυκεῖα γὰρ ἡ τῶν γονέων κληρονομία. Διὰ τοῦτο δὴ καὶ ὁ προφήτης ἐπευχόμενος λέγει, ὅτι κλῆρον αἰώνιόν τε καὶ ἄσυλον τὰ μαρτύριά σου εἶναι πιστεύων, ἐπὶ τῇ μνήμῃ τούτων ἀγάλλομαι καὶ εὐφραίνομαι. Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν. Τρυτάνῃ ἔοικε τὸ τῆς ψυχῆς βουλευτήριον· κατέχει δὲ τὴν τρυτάνην ὁ νοῦς, ἡγεμονεύειν λαχών. Ἐὰν τοίνυν τοῖς εὐσεβέσι προσθῆται λογισμοῖς, ἀνάγκη κλίνειν ἐπὶ τὸ ἄμεινον τὰ ζυγά. Τοῦτο δεδρακέναι ὁ προφήτης φησί. Καὶ οὐχὶ ποτὲ μὲν Ἔκλινα, ποτὲ δὲ οὔκ· ἀλλ' Εἰς τὸν αἰῶνα, τουτέστι, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ἐν αὐτοῖς γὰρ ἀγαλλιῶμαι, εὑρίσκων τὴν ἀντίδοσιν, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα γάρ ἐστιν ἀντάμειψις. Ἀγαθὰ γὰρ τοῖς ἀγαθοῖς ἔκτισται. Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. Τοὺς γὰρ παρανομεῖν ὑποτιθεμένους ἀποσεισάμενος λογισμοὺς, τὸν σὸν προτετίμηκα νόμον. Τοιαῦτα γὰρ τὰ καυχήματα τῶν ἁγίων. Καὶ ἐν ἑτέρῳ γὰρ ψαλμῷ λέγει· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι. Ὥσπερ ὁ ἀγαπῶν τὸ φῶς, τὸ σκότος ἀπεχθάνεται· οὕτως ὁ τὸν νόμον τοῦ Θεοῦ ἀγαπῶν, τοὺς παρανόμους λογισμοὺς καὶ πράξεις μισεῖ, καὶ ἡ τούτων ἀποστροφὴ ἀγάπησίς ἐστι πρὸς τὰς τοῦ νόμου ἐπαγγελίας. Ὁ οὖν ταῦτα οὕτως ἔχων, ἀναβοᾶ· Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σύ· εἰς τοὺς λόγους σου ἐπήλπισα. Οὐ δίχα δὲ τοῦτο τῆς σῆς βοηθείας κατώρθωσα, ἀλλὰ τῆς σῆς ἀπολαύσας ῥοπῆς, καὶ τῇ σῇ ἐλπίδι τρεφόμενος. Καὶ οὐκ ἤλπισα εἰς πλοῦτον, οὐδὲ εἰς τιμὴν καὶ δόξαν κοσμικὴν καὶ εἰς ἀνθρώπων βοήθειαν, ἀλλ' εἰς τοὺς λόγους σου. Ὅθεν καί τις τῶν σοφῶν ἔλεγεν· Ἀνθρώπων βοήθειαν μή μοι δῷς. Ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. Πᾶσαν προσβολὴν δαιμόνων καὶ λογισμῶν πονηρῶν ἐκκλίνειν ἐπιτάττει, ὅπως τὰς ἐντολὰς τοῦ Θεοῦ ἐν ἑαυτῷ φυλάττῃ ἔργῳ καὶ λόγῳ. Τοῦτο γάρ ἐστι τὸ, Ἐξερευνήσω. Ταῦτα γὰρ, φησὶ, καὶ τοῖς ἀτόποις ἔλεγον λογισμοῖς καὶ τοῖς τὰ φαῦλα συμβουλεύειν ἐπιχειροῦσιν, ὅτι μηδεμίαν μοι τοιαύτην ὑποτίθεσθε συμβουλήν· ἐμοὶ γὰρ κατὰ τὰς θείας ἐντολὰς προαιρετέα ζωή. Οὐχ ἁπλῶς δὲ ταύταις ἀκολουθήσω, ἀλλὰ μετὰ πάσης αὐτὰς ἀκριβείας ἀνερευνήσω, ὥστε μηδέν με τούτων λαθεῖν, ἀλλὰ πάντα πληρῶσαι, ὅσα τῶν ὅλων ὁ Κύριος ἐνετείλατο. Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με· καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. Τοῦτον τοίνυν ἔχοντα τὸν σκοπὸν τῆς σῆς προνοίας ἀξίωσον, ἵνα μὴ διαμαρτὼν τῆς ἐλπίδος, αἰσχύνης ἀναπλησθῶ. Τὸ δὲ Λόγιον ἐνταῦθα τὴν ὑπόσχεσιν λέγει, ἀντὶ τοῦ, τὴν ἐπαγγελθεῖσάν μοι παράσχου σωτηρίαν. Ὡς οὖν τέλειος καὶ φυλάξας τὰς ἐντολὰς τοῦ Θεοῦ προσδοκᾷ τιμὴν καὶ δόξαν ὁ προφήτης ἐν τῇ δευτέρᾳ παρουσίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἔνθα καὶ ζήσεσθαι ἐλπίζει τὴν αἰώνιον ζωὴν, καὶ μὴ καταισχυνθῆναι μετὰ τῶν ἁμαρτωλῶν, καὶ ἀπειθησάντων, καὶ τῶν ἐντολῶν τοῦ Θεοῦ ἑαυτοὺς ἀπομακρυνάντων. Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. Καὶ γὰρ τυχὼν τῆς σωτηρίας, τῶν σῶν δικαιωμάτων οὐκ ἀμελήσω, ἀλλὰ διαπαντὸς τὴν τούτων μελέτην ποιήσομαι. Μελέτην δὲ λέγει οὐ τὴν ἐν λόγοις μόνον, ἀλλὰ καὶ τὴν ἐν ἔργοις. Ἡ γὰρ πάντοτε γινομένη τῶν τοῦ Θεοῦ δικαιωμάτων μελέτη τὴν βοήθειαν ἡμῖν τὴν αὐτοῦ ἐπισπᾶται, καὶ ἐξ αὐτῆς τίκτεται ἡ σωτηρία. Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. Ταύτην δὲ περὶ τὰς σὰς ἐντολὰς ἕξω τὴν προθυμίαν, ἐπονειδίστους καὶ καταγελάστους γεγενημένους τοὺς τούτων παραβάτας εἰδώς. Καὶ ἐν ἑτέρῳ δὲ ψαλμῷ λέγει περὶ τῶν ἁμαρτωλῶν. Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον. Καὶ πάλιν, Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις, Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. Τὸ, Παραβαίνοντας, ὁ μὲν Θεοδοτίων Εἰς οὐδὲν εἴρηκεν, ὁ δὲ Σύμμαχος, Σκωρίαν. Ὁ δὲ προφήτης δεδήλωκεν, ὡς ἐξουθενῶν καὶ αὐτὸς, τῷ Θεῷ παραπλησίως, τοὺς παραβάτας, πᾶσαν προθυμίαν εἰς τὴν ἐκπλήρωσιν τῶν θείων λογίων προσήνεγκεν, ἅτε δὴ τὴν τῆς παρανομίας ζημίαν εἰδώς. Ἰωάννης οὖν ὁ ἀπόστολος ἔφη· Ὁ ποιῶν τὴν ἀνομίαν, καὶ τὴν ἁμαρτίαν ποιεῖ. Παρὰ οὖν τοῖς εὐσεβῶς ζῶσιν οἱ ἁμαρτωλοὶ παραβάται τοῦ νόμου γνωρίζονται. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. Ἡ ψυχή μου, φησὶ, τὸν σὸν περίκειται φόβον· ἀλλ' ἐπειδὴ τὸ σῶμα κατεξανίσταται ταύτης, καὶ τὰ τούτου μέλη παρακαλῶ τούτῳ καθηλωθῆναι τῷ φόβῳ, ὥστε αὐτὰ νεκρὰ τῇ ἁμαρτίᾳ γενόμενα τῇ τῆς ψυχῆς ἀκολουθεῖν ποδηγίᾳ. Τούτῳ ἔοικε τὸ ἀποστολικὸν ἐκεῖνο ῥητόν· Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία. Καὶ πάλιν· Χριστῷ συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὥσπερ γὰρ ὁ καθηλωμένος ἐν λίθῳ οὐ δύναται κινεῖσθαι, οὕτως οὐδὲ ὁ ἐν τῷ φόβῳ τοῦ Θεοῦ καθηλωμένος, τοῦ φόβου τοῦ Θεοῦ χωρίζεσθαι. Καὶ πάλιν ὁ αὐτὸς ἀπόστολος ἔφη· Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ἐποίησα κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg207.local001/.
