# In Psalmum 118 (homiliae 1-3) [Sp.] 6.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.], ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ἤτοι τὸν ἄμωμον. Στάσις αʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmum-118-homiliae-1-3-sp/6.1

Παρακαλεῖ ὁ προφήτης μὴ μετεωρίζεσθαι τοῖς ὀφθαλμοῖς διά τινων θεάτρων, ἵππων τε καὶ ἡλίκων δρομαῖς, καὶ ὀρχηστικῶν λυγισμάτων, ἅτινά ἐστι ματαιότητος, καὶ ἀκερδῆ καὶ ἀνόνητα· ἐπεὶ καὶ πάντα τὰ πράγματα καὶ αἱ φροντίδες αἱ πολλαὶ τοῦ κόσμου τούτου αἱ συντείνουσαι πρὸς πάθη σαρκικὰ, ματαιότητές εἰσι. Διὸ καὶ ἐν τῷ Ἐκκλησιαστῇ εἴρηται· Ματαιότης ματαιοτήτων, καὶ πάντα ματαιότης, τὰ γήϊνα δηλονότι· ἐπάγει γάρ· Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; Γενεὰ πορεύεται, καὶ γενεὰ ἔρχεται· καὶ αὖθις· ᾨκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κήπους καὶ παραδείσους, κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ' αὐτῶν. Ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίων καὶ ποιμνίων πολλὴ ἐγένετό μοι ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἰερουσαλήμ. Συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον, καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν. Ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, καὶ ἐντρυφήματα υἱῶν τοῦ ἀνθρώπου, οἰνοχόους καὶ οἰνοχοούσας· καὶ οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης. Καὶ ἰδοὺ τὰ πάντα ματαιότης, καὶ προαίρεσις πνεύματος. Μάταιον δέ ἐστι τὸ ἀκερδὲς καὶ ἀνόνητον· τοιαῦτα δὲ τὰ δοκοῦντα τοῦ βίου τερπνά. Ἱκετεύει τοίνυν ὁ προφήτης εἰς ἑτέραν θεωρίαν ῥέψαι τῆς διανοίας τὰ ὄμματα, καὶ τῇ τῶν παρόντων ματαιότητι μὴ θελχθῆναι. Τὸ δὲ, Ἐν τῇ ὁδῷ σου ζῆσόν με, κατὰ τοὺς σοὺς δός μοι πολιτεύεσθαι νόμους. Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. Βέβαιον ἐν τοῖς σοῖς λόγοις ἀπόφηνόν με, ἀπερίτρεπτον φυλάττων τῷ φόβῳ σου, ἀντὶ τοῦ, ἐπικείσθω μοι ὁ φόβος σου, δεδιττόμενος, καὶ μὴ ἐῶν ἐκτραπῆναι τῶν λογίων σου, εἰς τὸ περιελεῖν ἀπ' ἐμοῦ πᾶσαν κακίαν καὶ ἁμαρτίαν. Οὕτω τοίνυν δέομαι γενέσθαι ἐν ἐμοὶ τῷ δούλῳ σου. Φόβος γὰρ Θεοῦ, γέγραπται, εἰς ζωὴν ἀνδρί· καὶ, Τῷ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ· καὶ ἐν τοῖς ἑξῆς δὲ τοῦ αὐτοῦ ψαλμοῦ ὁ προφήτης λέγει· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ἐπικείσθω μοι οὖν ὁ φόβος σου, μὴ ἐῶν με πρᾶξαι θέλημα σαρκός. Τὸ γὰρ θέλημα τῇ σαρκὸς ἔχθρα εἰς Θεόν ἐστι, κατὰ τὸν θεῖον Παῦλον τὸν ἀπόστολον. Περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. Ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ, Ὑπώπτευσα, Ὑπεστάλην εἴρηκεν, οὕτω δὲ καὶ ὁ Θεοδοτίων· ὁ δὲ Σύμμαχος, Ὃν εὐλαβοῦμαι. Ὀνειδισμὸν δὲ ἐνταῦθα καλεῖ τὸν ὑπὸ τῆς ἁμαρτίας γενόμενον. Τοῦτον γὰρ καὶ ὑπεστέλλετο καὶ ἐδεδίει, καὶ ὕποπτον ἔζη ζωήν. Διὰ τοῦτο οὐκ ἐπήγαγε συνήθως, ὅτι τὰ κρίματά σου ἐξεζήτησα, ἢ ἐφύλαξα, ἀλλ', Ὅτι τὰ κρίματά σου χρηστά. Κρίματα δὲ καλεῖ τὰς τοῦ Θεοῦ δικαίας ψήφους. Τὸ δὲ, Ὑπώπτευσα, τοῦτό ἐστι, συνέγνων ἐμαυτὸν ἁμαρτήσαντα· καὶ ὄνειδός μοι τοῦτό ἐστιν, ὅτι κατ' εἰκόνα σου κτισθεὶς εἰς ἁμαρτίαν κατωλίσθησα. Περίελε οὖν ταύτην ἀπ' ἐμοῦ, ὅτι οὐ μόνον τοῖς ἁμαρτάνουσιν ἐπάγεις τιμωρίαν, ἀλλὰ καὶ τοῖς μετανοοῦσι πλέον σωτηρίαν. Χρηστὰ γὰρ κρίματά σου, κατ' ἐπίτασιν τοῦ ἀγαθοῦ ὄντα· πλεοναζούσης γὰρ τῆς ἀγαθότητος ἡ χρηστότης γίνεται, ὡς οἱ περὶ αὐτὰ σοφοὶ λέγουσιν. Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. Ἐπιθυμία μοί ἐστι τελεία τὸ ἐν ταῖς ἐντολαῖς σου πορεύεσθαι· γλιχομένῳ δέ μοι παράσχου τὴν ἐν δικαιοσύνῃ ζωήν. Τοῦτο γὰρ ποιῶν, τὸ κεφάλαιον πασῶν τῶν ἀρετῶν κέκτημαι. Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου. Κύριε. Πάντες γὰρ ἐνδεεῖς ἐσμεν τῆς θείας φιλανθρωπίας· καὶ ὁ αὐτὴν κατειληφὼς τὴν ἀκροτάτην τῆς ἀρετῆς κορυφὴν, ταύτης δεῖται διηνεκῶς· ἐπεὶ καὶ οἱ ἁμαρτάνοντες καὶ οἱ τὸν βίον κατωρθωκότες χρῄζομεν τοῦ ἐλέους τοῦ Θεοῦ. Ἐνδεεῖς γὰρ πάντες τῆς θείας φιλανθρωπίας, καὶ Πάντες ὑστεροῦμεν τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Μετὰ γὰρ τῆς τοῦ Θεοῦ συνεργίας καὶ ὁ ἁμαρτάνων ἐπιστρέφει ἐκ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ὁ ἀγαθὸς ἀγαθύνεται καὶ συντηρεῖται τῇ ἀγαθωσύνῃ. Τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg207.local001/.
