# In Psalmum 118 (homiliae 1-3) [Sp.] 7.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.], ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ἤτοι τὸν ἄμωμον. Στάσις αʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmum-118-homiliae-1-3-sp/7.1

Ἣν ὑπέσχου. Δέσποτα, σωτηρίαν ἐν τοῖς ἱεροῖς σου λόγοις, παράσχου, ἵνα τοῖς τωθάζουσί μοι σὺν παῤῥησίᾳ διαλεχθῶ. Ὁ γὰρ ἐν συμφοραῖς ὢν, φέρει τὰ ὀνείδη σιγῶν· ὁ δὲ τὸν θυμήρη βιοτεύων βίον, διελέγχει τοὺς κακῶς ὀνειδίζοντας. Καὶ γὰρ ἴσως τινὲς ἄπιστοι ὁρῶντές με ἐν τῷ βίῳ ἐν θλίψεσι καὶ συμφοραῖς ὄντα, ὀνειδίζουσί με· ἀλλ' οὖν ἀποκριθήσομαι αὐτοῖς λόγον· ὅτι ἔστησεν ἡμέραν Χριστὸς ὁ Θεὸς ἡμῶν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην, καὶ ἑκάστῳ ἀποδοῦναι Κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἐξ ἐριθείας, ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ καὶ στενοχωρία, καὶ ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. Διὸ καὶ ὁ πλούσιος ἤκουσεν· Ἀπέλαβες ἐν τῇ ζωῇ σου τὰ ἀγαθά σου, ὁμοίως καὶ ὁ Λάζαρος τὰ κακά· διὰ τοῦτο ἐκεῖνος μὲν ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Τὸ δὲ, Ἤλπισα ἐπὶ τοὺς λόγους σου, τί ἐστι; Τῆς γὰρ σῆς ἐπαγγελίας ἐξήρτημαι, καὶ ἐπὶ ταύτης ὁδεύω τῆς ἐλπίδος. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Τίμιον ἡ ἀλήθεια, ὥστε καὶ αὐτὸς ὁ Χριστὸς ἔφη· Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή. Καὶ ἕτερος προφήτης διδάσκει· Οὗτοι οἱ λόγοι, οὓς ποιήσετε· λαλεῖτε ἀλήθειαν ἕκαστος πρὸς τὸν πλησίον ὑμῶν, καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε. Τὸ δὲ ἐναντίον τῆς ἀληθείας τὸ ψεῦδος, ὃ καὶ ἐκ τοῦ πονηροῦ ἐστιν. Αὐτὸς γὰρ πρῶτος ψευσάμενος ἐψιθύρισε τῇ Εὔᾳ. Ἐρᾷν τοίνυν ἡμᾶς τῆς ἀληθείας ὁ προφήτης διδάσκει, καὶ ταύτην αἰτεῖν παρὰ τοῦ Θεοῦ τῶν ὅλων σὺν προθυμίᾳ πολλῇ. Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς, εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐντεῦθεν μὲν ἐν τῇ ζωῇ ταύτῃ φυλάξω τὸν νόμον σου καὶ τὰς ἐντολάς σου διατηρήσω· ἀπόκειται δέ μοι τὰ ἀγαθὰ τοῦτο ποιοῦντι· οὕτω γὰρ καὶ προθυμότερος περὶ τὴν τῶν σῶν νόμων γενήσομαι φυλακήν. Διὰ μέντοι τοῦ, Εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἐδήλωσε τὸν μέλλοντα βίον, ἐν ᾧ καθαρὰ καὶ ἀκραιφνὴς δοθήσεται ἅπασι τῶν θείων νόμων ἡ φυλακὴ, καὶ τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Ταῦτα γὰρ Ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Μετὰ πολλῆς, φησὶν, εὐκολίας, καὶ κατὰ τὰς σὰς ἐντολὰς βιοτεύων, οὐδὲ βασιλικὴν ἔδεισα δυναστείαν, ἀλλὰ σὺν παῤῥησίᾳ πολλῇ τὴν πρὸς αὐτοὺς ἐποιούμην διάλεξιν. Ἡ γὰρ ἔννομος ζωὴ παῤῥησίας δημιουργός· καὶ τούτου μάρτυς ὁ μέγας Δαυΐδ. Πρὸ μὲν γὰρ τῆς ἁμαρτίας μετὰ πολλῆς τῷ Σαοὺλ διαλέγεται παῤῥησίας· μετὰ δὲ τὴν ἁμαρτίαν, καὶ τὸν πατραλοίαν ἀποδιδράσκων υἱὸν, κύπτων εἰς γῆν καὶ τὴν κεφαλὴν καλύπτων ἐβάδιζε. Πλατυσμὸν δὲ ἐνταῦθα τὴν εὐχέρειαν καὶ τὴν εὐκολίαν λέγει, ἣν οἱ ἀγαθῶς βιοῦντες πορεύονται, καὶ οὐκ ἐκκλίνουσι δεξιᾷ οὔτε ἀριστερᾷ, εἰ μὴ πρὸς τὴν ὁδὸν τοῦ Θεοῦ ἔχουσι τὸν νοῦν αὐτῶν. Πρὸς γὰρ τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἐπαποστέλλει Κύριος. Καὶ ἐπειδὴ ἐν πλατυσμῷ τῶν ἐντολῶν σου ἐπορευόμην, Ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Τοιοῦτος ἦν Ἠλίας ὁ πάνυ, τῇ δικαιοσύνῃ θαῤῥῶν, ἐλέγχων τὴν παρανομίαν τοῦ Ἀχαάβ. Τοιοῦτος ἦν ὁ θεσπέσιος Δανιὴλ, λέγων τῷ Ναβουχοδονόσορ· Καὶ νῦν, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἀνομίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. Τοιοῦτος ἦν Ἰωάννης, ἐλέγχων τὴν μοιχείαν τοῦ Ἡρώδου, λέγων αὐτῷ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Οὕτως ὁ θεῖος Παῦλος πρὸς τὸν Ἀγρίππαν καὶ τὸν Φῆστον καὶ τὸν Φήλικα διελέγετο. Οὕτως οἱ καλλίνικοι μάρτυρες τῶν δυσσεβῶν κατεφρόνησαν βασιλέων. Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει· καὶ, Ὁ ποιήσας καὶ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Διά τοι τοῦτο καὶ ὁ θεῖος προφήτης τῇ μελέτῃ τὴν πρᾶξιν προστέθεικεν. Εἰρηκὼς γὰρ, Ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, ἃς ἠγάπησα σφόδρα, καὶ τὸν θερμὸν ἐπιδείξας πόθον, ἐπήγαγε· Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. Ἃ γὰρ διὰ τῶν θείων λόγων ἐδιδασκόμην, ταῦτα διὰ τῶν ἔργων μετῄειν. Ἡ γὰρ μελέτη τῶν θείων λόγων καὶ ἡ ἀκρόασις τῆς ἀναγνώσεως πρὸς ἔργα ἀγαθὰ καταντᾷ. Τοῦτο γάρ ἐστι τὸ, Ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου. Αἱ χεῖρες γὰρ πράξεών εἰσι δηλωτικαί· ἔφη γὰρ ὁ Ἀπόστολος· Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται· καὶ, Ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι, καὶ τὰ ἔργα χωρὶς τῆς πίστεως. Διὸ καὶ ὁ Κύριος ἔλεγε· Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥιψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Ὅστις δὲ ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Τὸ δὲ, Ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου, ἐνδελεχῶς, φησὶ, τὴν τούτων ἐποιούμην μελέτην. Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ὧν ἐπήλπισάς με.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg207.local001/.
