Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ἤτοι τὸν ἄμωμον. Στάσις αʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.] 8.1
Not analysed yet
Νομοθετῶν ὁ Θεὸς, καὶ τοῖς φυλάττουσι νόμον τὴν οἰκείαν εὐμένειαν ἐπηγγείλατο, καὶ τοῖς παραβάταις τὴν τιμωρίαν. Μνησθῆναι τοίνυν τὸν Θεὸν τῶν οἰκείων ὑποσχέσεων ἱκετεύει. Εἰς ἐκείνας γὰρ, φησὶν, ἐλπίζειν ἐδίδαξάς με. Μνήσθητι οὖν, Δέσποτα, τῶν ὑποσχέσεων, ὧν ἐπηγγείλω ἡμῖν. Ἔφης γὰρ τοῖς μαθηταῖς σου· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ οὐ μόνον αὐτοῖς τοῦτο ἐπηγγείλω, ἀλλὰ καὶ ἡμῖν πᾶσι τοῖς πιστεύουσι δι' αὐτῶν εἰς τὸ ὄνομά σου. Μνήσθητι οὖν ἡμῶν, καὶ μεθ' ἡμῶν γενοῦ, καὶ μὴ ἀποστῇς ἀφ' ἡμῶν, ἵνα μὴ ἀπολώμεθα. Αὐτή με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. Ταύτην γὰρ ἔσχον παραψυχὴν ἐν ταῖς συμφοραῖς καὶ ἐν ταῖς θλίψεσιν. Αὐτὴ ἡ ὑπόσχεσις παράκλησίς μοι γέγονε καὶ ἀναψυχὴ, καὶ ἐπὶ ταύτης ὀχούμενος ὑπερέπλευσα τῶν κυμάτων. Διὸ αἰτοῦμαι ἐν τοῖς λόγοις σου τὴν ζωήν μου ποιεῖσθαι. Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα· ἀπὸ δὲ τοῦ νόμου οὐκ ἐξέκλινα. Ὑπερηφάνους καλεῖ τὸν Σαοὺλ, τὸν Ἀβεσσαλὼμ, τὸν τῶν Ἀμμανιτῶν βασιλέα, τὸν τὰ παράνομα ἐκεῖνα εἰς τοὺς ἀποσταλέντας παρ' αὐτοῦ πεποιηκότα. Ἀλλ' ἐκεῖνοι μὲν παράνομον ἠσπάσαντο βίον, ἐγὼ δὲ τοῖς σοῖς ἠκολούθησα νόμοις. Ταῦτα δὲ εἴποιεν ἂν καὶ οἱ καλλίνικοι μάρτυρες, ὑπὸ τῶν ἀπηνῶν καὶ δυσσεβῶν τυράννων τὰ δεινὰ ἐκεῖνα καὶ χαλεπὰ πεπονθότες. Ὑπερηφανεύοντο δὲ σφόδρα καὶ οἱ Φαρισαῖοι μὴ προαιρούμενοι ἀκοῦσαι τῆς διδασκαλίας τοῦ Χριστοῦ. Διὸ καὶ ἔλεγεν αὐτοῖς· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐ μόνον γὰρ ἑαυτοὺς, ἀλλὰ καὶ τοὺς θέλοντας εἰσελθεῖν κωλύετε. Ἔτι ὑπερηφανεύοντο οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς τῶν Ἰουδαίων κατὰ τῶν ἀποστόλων, λέγοντες αὐτοῖς· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν τὸν λόγον τοῦτον; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν. Οἱ δὲ ἀπεκρίναντο αὐτοῖς· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ ὑμῶν μᾶλλον ἀκούειν, ἢ τοῦ Θεοῦ, κρίνατε. Ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Διωκόμενος οὖν ὁ χορὸς τῶν ἀποστόλων καὶ μαρτύρων πάντων ἐμιμνήσκοντο τῶν κριμάτων τοῦ Θεοῦ τῶν ἀπ' αἰῶνος· οἷα πέπονθεν ὁ Ἄβελ ὑπὸ τοῦ ἀδελφοκτόνου Κάϊν· οἷα ὁ Ἀβραὰμ, οἷα ὁ Μωϋσῆς· τὰ κατὰ τὸν Ἰσαὰκ τὰ κατὰ τὸν Ἰακὼβ, τὰ κατὰ τὸν Ἰωσὴφ, τὰ κατὰ τὸν Ἰώβ· καὶ ταῦτα ἐγίνετο αὐτοῖς παράκλησις καὶ παραμυθία· καὶ ὅπως ποικίλοις περιπεσεῖν συνεχωρήθησαν πειρασμοῖς, καὶ περιφανεῖς ὕστερον καὶ περίβλεπτοι ἐγένοντο. Ταῦτα τοίνυν εἰς νοῦν καὶ ἐγὼ λαμβάνων ψυχαγωγίαν ἐντεῦθεν ἀποχρῶσαν ἐκαρπωσάμην. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἐγὼ μὲν πάσχων κακῶς, τῇ μνήμῃ τῶν σῶν ἐψυχαγωγούμην κριμάτων· ἠνιώμην δὲ ὅλως καὶ διετέλουν ἀσχάλλων πολλοὺς ὁρῶν ἀδεῶς τοὺς παραβαίνοντας νόμους. Ταῦτα καὶ ὁ ἀπόστολος Παῦλος ἔλεγε· τῶν γὰρ τελείων ἐστὶν ὁ λόγος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ ἐν Ἀθήναις ὢν, Παρωξύνετο τὸ πνεῦμα αὐτοῦ· ἐθεώρει γὰρ κατείδωλον τὴν πόλιν οὖσαν. Καὶ ἡμεῖς οὖν, ἀδελφοὶ, ὁρῶντές τινας καταλιμπάνοντας τὸν νόμον τοῦ Θεοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ, ἐν ἀθυμίᾳ γινώμεθα, ἐπειδὴ γέγραπται· Ἀγαπήσεις τὸν πλησίον σου, ὡς σεαυτόν· καὶ κατόπιν ἐν τούτῳ τῷ ψαλμῷ εἴρηται· Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Παρῴκησε μὲν ὁ μακάριος Δαυῒδ, ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, παρὰ τοῖς Ἀλλοφύλοις· παροικίαν δὲ αὐτὸν οἶμαι καλεῖν οὐκ ἐκεῖνον τὸν χρόνον, ἀλλὰ πάντα τὸν βίον. Οὐ γὰρ ὡς κατοικῶν, ἀλλ' ὡς παροικῶν, αὐτὸν διετέλεσε, καὶ ᾄδων τὰ τοῦ Θεοῦ δικαιώματα, τὸν βίον διώδευσεν. Οὕτω γὰρ ἡρμήνευσαν καὶ οἱ λοιποὶ ἑρμηνευταί· ᾌσματα ἦν μοι τὰ προστάγματά σου ἐν τόπῳ τῆς παροικίας μου. Πάντες οὖν οἱ ἅγιοι καὶ οἱ κατὰ Θεὸν ζῶντες, ὡς παροικίαν ἔσχον ταύτην τὴν ζωὴν, κατοικίαν ἔχοντες τὴν μέλλουσαν. Ψαλτὰ οὖν αὐτοῖς εἰσι τὰ δικαιώματα τοῦ Θεοῦ ἐν τῷδε τῷ βίῳ. Εἰς τοῦτο γὰρ καὶ ἔκτισται ἄνθρωπος, ἵνα αἰνῇ καὶ δοξάζῃ τὸν Θεόν. Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου, Οὐ μόνον γὰρ διημερεύων τοῦτο πεποίηκα, ἀλλὰ καὶ ἐν νυκτὶ, ὅτε ἡ ἀνάπαυσίς ἐστι τοῦ σώματος, καὶ πρὸς φαντασίας ἀνυπάρκτους ὀνειροπολεῖ, καὶ λογισμοὶ ἀηδεῖς ἀνατυποῦνται· οὐ δέδωκα χώραν τούτοις, ἀλλ' ἐμιμνησκόμην τοῦ ὀνόματός σου. Διὸ Καὶ ἐφύλαξα τὸν νόμον σου. Καὶ ὁ τῶν ἁγίων δὲ χορὸς νύκτωρ ἀεὶ διανιστάμενος καὶ προσεύχεται καὶ ἀνυμνεῖ τὸν τῶν ὅλων Θεόν. Οἶμαι δὲ νύκτα ἐνταῦθα τῶν πειρασμῶν τὸν καιρὸν ὀνομάζεσθαι· ζόφον γὰρ ἐπιφέρει, καὶ νυκτὸς δίκην τοῖς ἀνθρώποις ἐπέρχεται. Ἐν δὲ τούτῳ διαφερόντως ἀναγκαία τοῦ Θεοῦ τῶν ὅλων ἡ μνήμη, ψυχαγωγοῦσα καὶ παραθαῤῥύνουσα καὶ τοὺς ἐναντίους ἐξελαύνουσα λογισμούς. Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Τίς, Αὕτη; Ἡ νυκτερινὴ μελέτη. Οὕτω γὰρ, φησὶν, ἠδυνήθην περιγενέσθαι, καὶ τῶν σῶν δικαιωμάτων προελέσθαι τὴν μνήμην ἢ τὴν κτῆσιν, ἐπειδὴ τὰ δικαιώματά σου ἐξεζήτησα, καὶ ἐν νυκτὶ οὐ διέλιπον μνήμην σου ποιούμενος. Οὐκοῦν, ἀδελφοὶ, διδασκώμεθα διανυκτερεύειν ἐν προσευχῇ καὶ ψαλμῳδίᾳ. Μερίς μου εἶ, Κύριε· εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. Οὐ πάντων ἐστὶ μερὶς ὁ Θεὸς, ἀλλὰ τῶν ἀσπαζομένων τὰ τέλεια. Οὕτω τῶν ἱερέων καὶ Λευϊτῶν μερὶς καὶ κλῆρος ἐγένετο. Τοῖς γὰρ υἱοῖς, φησὶ, Λευὶ οὐκ ἔσται μερὶς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν, ὅτι μερὶς αὐτῶν ἐγὼ Κύριος. Οὕτω καὶ ἐν τῷ πεντεκαιδεκάτῳ ἔφη ψαλμῷ· Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτηρίου μου. Λέγει τοίνυν καὶ ἐνταῦθα, ὅτι τῶν ἄλλων ἁπάντων ὑπεριδὼν, σὲ ἔχω μερίδα καὶ περιουσίαν καὶ πλοῦτον. Διὸ δὴ καὶ φυλάξαι τοὺς σοὺς ἐπείγομαι νόμους. Ἔστι τοίνυν τῶν τελείων αὕτη φωνὴ, οἵτινες ὅλους ἑαυτοὺς τῷ Θεῷ ἀνατίθενται, καὶ εἰς ἡδονὰς καὶ πολλὰς φροντίδας μὴ ἀπαγόμενοι. Εἶπε γὰρ ὁ Κύριος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου. Διδάσκει ἡμᾶς ὁ λόγος, ὁποίους δεῖ ἡμᾶς παρεστάναι, ὅταν δεώμεθα τοῦ Θεοῦ, ὡς ὅτι κατ' ὄψιν παριστάμεθα. Ἐδεήθην γὰρ τοῦ προσώπου σου. Ἢ καὶ πρόσωπον ὁ Υἱὸς τοῦ Πατρὸς, καθὼς ὁ θεῖος ἀπόστολος ἔφη· Ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως· καὶ δι' αὐτοῦ ἀναφέρομεν Θυσίαν εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ἡμῶν. Πανταχοῦ δὲ τὸ, Ἐν ὅλῃ καρδίᾳ, ὁ Δαυῒδ προστίθησι τῷ νόμῳ, καὶ ἐν τούτῳ πειθόμενος προσκεῖσθαι Θεῷ, διδάσκων ἡμᾶς τὸ ἀγαπᾷν αὐτὸν ἐν ὅλῃ καρδία. Ἀγαπήσεις γὰρ Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Τὸ δὲ, Ἐλέησόν με κατὰ τὸ λόγιόν σου, ἕτερον οὐδέν ἐστιν ἢ, ὅτι ἐν σοὶ ἀνατίθημι πάντα τὰ κατ' ἐμέ· καὶ ὡς βούλει ἐλέησόν με. Ἐλέησόν με κατὰ τὸ λόγιόν σου.