# In Psalmum 118 (homiliae 1-3) [Sp.] 9.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.], ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ἤτοι τὸν ἄμωμον. Στάσις αʹ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmum-118-homiliae-1-3-sp/9.1

Οὐκ ἀορίστως ἐλεηθῆναι παρακαλεῖ, ἀλλὰ κατὰ τὸ θεῖον λόγιον τοῦ ἐλέους τυχεῖν. Τοῦτο δ' ἂν εἴποι καὶ συνετὸς ἄῤῥωστος τῷ ἰατρῷ· ὡς οἶδας, θεράπευσον· ὡς ἡ τέχνη διαγορεύει. Τοῦτο καὶ ὁ συνετὸς ἔμπορος εἴποι ἂν τῷ κυβερνήτῃ· κατὰ τοὺς νόμους τῆς τέχνης ἴθυνον τὸ σκάφος· ὡς ἡ ἐπιστήμη κελεύει, κυβέρνησον. Οὕτω καὶ ἡμᾶς προσήκει τὸν θεῖον ἔλεον ἐπαγγέλλειν. Ὁ γὰρ αἰτούμενος οἶδε τοῦ ἐλέους τὸν τρόπον. Πολλάκις γὰρ διὰ παιδείας πραγματεύεται σωτηρίαν, καὶ γίνεται ἡ τιμωρία, φιλανθρωπία. Οὕτω καὶ ἰατρὸς καὶ τέμνει καὶ καίει, τῷ κάμνοντι τὴν ὑγείαν πραγματευόμενος. Οὕτω καὶ ἡμᾶς αἰτεῖν τὸν ἔλεον χρή. Ἔστι γὰρ ὅτε καὶ διὰ πενίας ἔλεος χορηγεῖται, καὶ δι' ἀῤῥωστίας φιλανθρωπία παρέχεται, καὶ κατὰ τὸν ἰατρικὸν λόγον τοῖς ἐναντίοις τὰ ἐναντία ἰᾶται. Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέτρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. Ἐπειδὴ πᾶσάν μου τὴν προαίρεσιν εἰς τὰς σὰς ἐντολὰς ἀνέθηκα, τούτου χάριν τὴν τῶν μαρτυρίων σου ἐπορεύθην ὁδόν. Ὁ δὲ Ἑβραῖος, Τὰς ὁδούς μου, ἔχει· ὡσαύτως δὲ καὶ οἱ ἄλλοι ἡρμήνευσαν ἑρμηνευταὶ καὶ οἱ ἑβδομήκοντα ἐν τῷ ἑξαπλῷ. Λέγει δὲ, ὅτι λογιστεύων μου τὰς ὁδοὺς, πρὸς τὰ μαρτύριά σου τοὺς ἐμοὺς πόδας κατεύθυνον, καὶ οὐκ εἴων ἐκτρέπεσθαι τῆς πρὸς σὲ φερούσης ὁδοῦ. Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. Εὐτρεπῆ γὰρ ἐμαυτὸν πρὸς τὰς τῶν δεινῶν ἐμβολὰς καταστήσας, ἐκ τῆς ἀθρόας προσβολῆς οὐχ ὑπέμεινα ζάλην. Τοιοῦτος ἦν ὁ μακάριος Δανιὴλ ὁ στόματα λεόντων χαλινώσας· τοιοῦτοι ἦσαν οἱ τρεῖς παῖδες, οἷς ἡ κάμινος δίαιτα δρόσου γέγονεν· οὕτως οἱ θαυμάσιοι Μακκαβαῖοι· τοιοῦτοι ἦσαν οἱ ἅγιοι ἀπόστολοι, προφῆται, καὶ μάρτυρες. Οὕτως ἅπαντες τὰς τῶν δυσσεβῶν ἐνίκησαν προσβολάς. Πρὸ γὰρ τῶν κινδύνων ἡτοίμαζον ἑαυτοὺς, διὰ τὴν τοῦ Θεοῦ ἀγάπην καθ' ἡμέραν ἀποθνήσκοντες, πάντα ἐν δευτέρῳ ἔχοντες καὶ εἰς οὐδέν. Τοῦτο γὰρ ὁ Κύριος ἐν τοῖς ἁγίοις εὐαγγελίοις παρεγγυᾷ, Γρηγορεῖτε, λέγων, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Τὰς ἐπιβουλὰς ἤτοι δαιμόνων, ἤτοι ἀνθρώπων, σχοινία ἐκάλεσεν, ἐκ τῆς πλοκῆς τὴν ἀφορμὴν λαβὼν τῆς τροπῆς. Οὕτω καὶ ὁ Ἡσαΐας· Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν, ὡς σχοινίῳ μακρῷ. Τούτων δὲ φησὶ, τῶν σχοινίων περιταθέντων μοι, οὐκ ἀπεσεισάμην τοῦ θείου νόμου τὴν μνήμην. Σχοινία δὲ τῶν ἁμαρτωλῶν ληπτέον τὰς τῶν δαιμόνων προσβολὰς, καὶ τοὺς πονηροὺς λογισμοὺς, τὰς σαρκικὰς κινήσεις· Σειραῖς γὰρ τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος σφίγγεται· καὶ ὅτε ἂν ἁμαρτήσῃ τις, ἐὰν μὴ συντόμως ἑαυτὸν ἀνακαλέσηται καὶ ἔλθῃ εἰς συναίσθησιν, εἰς ἑτέραν πάλιν καταπίπτει ἁμαρτίαν. Οὕτως οὖν ἁμαρτήσας ὁ Κάϊν, τὸν ἴδιον ἀδελφὸν ἀποκτείνας, ψεῦδος ἔσχεν ἀκόλουθον, ὡς σχοινίον συμπεπλεγμένον. Εἶπε γὰρ αὐτῷ ὁ Θεός· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Καὶ αὐτὸς ἀπεκρίνατο· Μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι; καὶ ἐψεύσατο τῷ Θεῷ τῷ πάντα ἐρευνῶντι, καὶ τὰ βάθη τῶν καρδιῶν ἡμῶν. Οὕτως ὁ Ἑβραῖος λαὸς, καθίσαντες Φαγεῖν καὶ πιεῖν, ἀνέστησαν παίζειν, καὶ ἁμαρτίαν ἐφ' ἁμαρτίᾳ ἐνείραντες, ἐμοσχοποίησαν εἰδωλολατρεύσαντες, ἐν τῇ ἐρήμῳ. Οὕτως οὖν καὶ ὁ Ἰούδας φιλάργυρος ὢν, προδότης τοῦ διδασκάλου ἐγένετο, καὶ τέλος ἀπήγξατο. Ὁ δὲ Πέτρος ἀρνησάμενος, κλαύσας πικρῶς ἐπὶ τῇ ἀρνήσει, ἐδικαιώθη, μὴ προσθεὶς ἁμαρτίαν. Οὕτως οὖν καὶ ἡμεῖς, ἀδελφοὶ, εἰ ἁμαρτάνομεν, ἐπιστρέψωμεν, καὶ μὴ γενώμεθα καταφρονηταὶ, ἵνα μὴ ἀκολουθήσῃ ἡμῖν ἁμαρτία ἐφ' ἁμαρτίαν, ὡς σχοινίον μακρόν. Μεσονύκτιον ἐξηγειρόμην, τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Οὐ γὰρ μεθ' ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ, κατ' αὐτὸ τὸ μεσαίτατον τῆς νυκτὸς, ἐν ᾧ μετὰ πλείονος ἡδονῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε διετέλουν, καὶ τὰς δικαίας σου ψήφους ἀνευφήμουν. Προείρηται οὖν, ὅταν πάντες τὴν ἀνάπαυσιν ἔχωσιν, ὅταν τῷ ὕπνῳ τῷ σώματι ἀναπαύωνται, Ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Ποῖα δέ εἰσι ταῦτα; Ὅτι μέλλει κρίνειν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ Χριστὸς ὁ Θεὸς ἡμῶν. Τοῦτο γὰρ ἡ δικαιοσύνη· καὶ διδάσκει ἡμᾶς, ἵνα καὶ ἡμεῖς καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ἐξομολογώμεθα καὶ παρακαλῶμεν τὸν Θεὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. Λέγει γὰρ καὶ ὁ εὐαγγελιστὴς Λουκᾶς· Καὶ ἦν Ἰησοῦς διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ, ἡμᾶς διδάσκων τοῦτο ποιεῖν. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος μετὰ τοῦ Σίλα πεποίηκε. Πεπεδημένος γὰρ σὺν τῷ Σίλᾳ, καὶ τῇ ποδοκάκκῃ προσδεδεμένος μετὰ αἰκίας καὶ μάστιγας τῇ προσευχῇ τὴν ὑμνῳδίαν ἐκέρασε, καὶ τῆς καλῆς ἀγρυπνίας ἐτρύγησε τὸν καρπόν· τῆς θείας γὰρ φιλοτιμίας ἀπέλαυσαν. Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ Μέτοχος, Συνημμένος εἴρηκεν· ὁ δὲ Σύρος, Φίλος. Ἀποστρεφόμενος γὰρ τοὺς τἀναντίᾳ τοῖς σοῖς προαιρουμένους, κοινωνοὺς εἶχον καὶ συνήθεις τοὺς τὸν σὸν φόβον περὶ πολλοῦ ποιουμένους καὶ βιοτεύειν ἐννόμως προαιρουμένους. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ, Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός. Παροιμιακῶς οὖν ἠκούσαμεν· Ὁ συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται· ὁ δὲ συμπορευόμενος ἄφροσι, γνωσθήσεται. Ὅσοι οὖν τὴν φιλοξενίαν τοῦ Ἀβραὰμ κέκτηνται, μέτοχοι τούτου γεγόνασιν· ὡσαύτως τοῦ Ἠλίου τὸν ζῆλον, Μωϋσέως καὶ Δαυῒδ τὴν πραότητα· ἐπεὶ ὅσοι μιμηταὶ κακῶν γεγόνασιν ἔργων, ἀκούουσιν· Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Μὴ οὖν γενώμεθα, ἀδελφοὶ, συμμέτοχοι τούτων, ἀλλὰ τῶν τὰ ἀγαθὰ πραξάντων. Πολλαχῶς γὰρ ἀπολώλασί τινες ἁμαρτίας ποιοῦντες, καὶ ἑτέρους μετ' αὐτῶν συναπολλύντες. Ἀλλ' ὅταν τις προσκαλῆται ὑμᾶς πρὸς ἁμαρτίαν, ἀποκρίθητε αὐτῷ· Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· καὶ, Ποιοῦντας παραβάσεις ἐμίσησα. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg207.local001/.
