Ancient Greek · ~17 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 50 (homilia 1) [Sp.] 1.1
Not analysed yet
Οἱ ζωγράφοι μιμοῦνται τῇ τέχνῃ τὴν φύσιν, καὶ κεραννύντες τὰ χρώματα, γράφουσι τὰς εἰκόνας τῶν ὁρωμένων σωμάτων, καὶ ποιοῦσιν ἀνθρώπους, καὶ ἄλογα, καὶ δένδρα, καὶ πολέμους, καὶ μάχας, καὶ αἱμάτων χειμάῤῥους, καὶ δόρατα, καὶ θώρακας, καὶ ἀσπίδας, καὶ βασιλεῖς, καὶ ἰδιώτας, καὶ θρόνον βασιλικὸν, καὶ βασιλέα καθήμενον, καὶ βάρβαρον ὑποκείμενον, καὶ αἰχμὴν ἠκονημένην, καὶ ποταμοὺς ῥέοντας, καὶ πεδία ποικίλα, καὶ ἁπλῶς ἅπαντα τὰ ὁρώμενα διὰ τῆς τέχνης μιμούμενοι, παρέχουσι θεωρίαν τοῖς βλέπουσιν. Οὕτω δὴ καὶ οἱ προφῆται ζωγράφοι τινές εἰσιν ἀρετῆς καὶ κακίας. Γράφουσι γὰρ καὶ οὗτοι τῷ λόγῳ τὸν ἁμαρτωλὸν, τὸν δίκαιον, τὸν μετανοοῦντα, τὸν ἑστῶτα, τὸν πίπτοντα, τὸν ἐγειρόμενον, τὸν σαλευόμενον. Καὶ καθάπερ οἱ ζωγράφοι ποιοῦσι πολέμους καὶ σφαγὰς, οὕτω καὶ οὗτοι ποιοῦσιν ἁμαρτίαν ποτὲ μὲν ἐπιοῦσαν, ποτὲ δὲ καταβαλλομένην, καὶ δαίμονας πάλιν, νῦν μὲν πολεμοῦντας, νῦν δὲ πολεμουμένους, καὶ διάβολον ποτὲ μὲν ἐπιβουλεύοντα, ποτὲ δὲ καὶ νικώμενον. Ἐπεὶ οὖν τοιαύτη αὐτῶν ἡ τέχνη, μετὰ ἀκριβείας αὐτὴν καταμάθωμεν. Τοὺς μὲν γὰρ τῶν ζωγράφων πίνακας ὁρῶντες, οὐδὲν κερδαίνοντες ἀπερχόμεθα. Τί γάρ μοι ὄφελος βασιλέως καὶ ὑπάτου εἰκόνα δεῖν; Βασιλεὺς γὰρ γενέσθαι οὔτε δύναμαι, οὔτε βούλομαι. Τί μοι οὖν ὄφελος τῆς θεωρίας, ἧς τὴν ἐπιθυμίαν οὐκ ἔχω, ἧς κἂν ἐπιθυμήσω, κολάζομαι; Τί μοι τὸ ὄφελος ἄνθρωπον ἰδεῖν πλουτοῦντα; Κἂν πένης ὦ, φθονῶ· κἂν πλούσιος ὦ, βασκαίνομαι. Πάλιν τὰ αὐτὰ πάσχων, καὶ ὀδύρομαι. Ἄφες ἐκείνας τὰς εἰκόνας, καὶ βλέπε ταύτην τὴν θεωρίαν. Ἐὰν ἴδω ὕπατον, τί πρὸς ἐμέ; Ἐὰν ἴδω ἁμαρτωλὸν καταπεσόντα, καὶ πάλιν ἀναστάντα, ἡ θεωρία διδασκαλίας ὑπόθεσίς μοι γίνεται. Ἐὰν ἴδω δίκαιον ἑστῶτα, ἡ θεωρία πρὸς φιλοσοφίαν χειραγωγεῖ με. Ἀπὸ τῆς θεωρίας μανθάνω τὴν μάχην, καὶ παιδεύομαι τὴν νίκην. Ἐὰν ἴδω δίκαιον ὑποσκελιζόμενον, πάλιν σοφώτερος ὑπὸ τῆς θεωρίας γίνομαι. Ταῦτα δέ μοι πάντα οὐχ ἁπλῶς οὐδὲ εἰκῆ εἴρηται, ἀλλ' ἐπειδὴ τοῦ ψαλμοῦ τοῦ σήμερον ἀναγνωσθέντος ἡ εἰκὼν εἰς ταύτην ἡμᾶς ἄγει τῆς διδασκαλίας τὴν ὑπόθεσιν. Τί γάρ φησιν ὁ προφήτης; Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου· καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Αὕτη ἡ εἰκών. Τὸν γὰρ ψαλμὸν εἰκόνα καλῶ. Βλέπω γὰρ διάφορα πρόσωπα ἐν τῷ ψαλμῷ· ἁμαρτίαν ἐπιοῦσαν καὶ σφαττομένην, μετάνοιαν παρεστῶσαν καὶ συμμαχοῦσαν Θεῷ, φιλανθρωπίαν ἄνωθεν λάμπουσαν, φιλοσοφίαν παρέχουσαν, καὶ πολλὰς ἔχουσαν δακρύων πηγὰς ἐξ ὁμολογήσεως. Ταῦτα τὰ πρόσωπα τῆς εἰκόνος. Ἀλλὰ πρὶν τοῦ ψαλμοῦ ἄρξωμαι, ἀναγκαῖον αὐτοῦ τὴν ἐπιγραφὴν ἀκριβέστερον ὑμῖν διηγήσασθαι. Ὥσπερ γὰρ αἱ εἰκόνες ἐπιγραφὰς ἔχουσιν, οὕτω καὶ ἐπὶ τῶν ψαλμῶν. Καὶ γὰρ αἱ εἰκόνες ἄνω ἑστῶσαι, κάτω ἔχουσι φοινικίδας σανίδας, τίς ὁ βασιλεὺς, καὶ τίνος, καὶ ποῖον πόλεμον κατώρθωσεν· ἐπὶ δὲ τοῦ ψαλμοῦ ἄνωθεν ἡ ἐπιγραφὴ ἔγκειται, τίς ἡ ὑπόθεσις, καὶ τίς ἡ διδασκαλία, καὶ τίς ἡ ῥίζα, καὶ τίνος ἕνεκεν ὁ ψαλμὸς εἴρηται. Παρέχετέ μοι μετὰ ἀκριβείας τὴν ἀκοὴν τῷ λόγῳ. Οὖ γὰρ περὶ τῶν τυχόντων ἡμῖν ἐστιν ἡ διήγησις. Ψαλμὸς τῷ Δαυῒδ, ἐν τῷ εἰσελθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ὅτε εἰσῆλθε πρὸς Βηρσαβεὲ τὴν γυναῖκα τοῦ Οὐρίου. Αὕτη ἡ ἐπιγραφή. Μάθωμεν τοίνυν τίς ἐστιν ὁ Νάθαν, καὶ τίς ἡ Βηρσαβεέ. Τίς ἄρα ἐστὶν ἡ γυνὴ τοῦ Οὐρίου; καὶ πότε εἰσῆλθε πρὸς αὐτὴν ὁ προφήτης; καὶ τίνος ἕνεκεν τὸν ψαλμὸν τοῦτον ἔγραψεν; Οὐ γὰρ ἅπαντες οἱ ψαλμοὶ εἰς τὸν Δαυῒδ εἰρημένοι εἰσίν. Ἅπαντες μὲν γὰρ παρ' αὐτοῦ, οὐ πάντες δὲ εἰς αὐτὸν εἴρηνται. Οὐ γὰρ τὰ οἰκεῖα πάθη διηγήσατο μόνον, ἀλλὰ καὶ τὰς ἀλλοτρίας συμφορὰς ἐτραγῴδησεν. Οἷον, Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· εὔδηλον ὅτι οὐ περὶ αὐτοῦ ὁ ψαλμὸς εἴρηται· οὔτε γὰρ εἰς Βαβυλῶνα ἀπῆλθεν, οὔτε εἶδε γῆν βαρβάρων, οὔτε ἐκάθισεν εἰς ἀλλοτρίαν γῆν καὶ ἔκλαυσεν· ἀλλὰ τὰ πάθη τῶν Ἰουδαίων διηγεῖται. Πάλιν ὅταν λέγῃ· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· οὐ τὸ ἑαυτοῦ πάθος ἐξηγεῖται, ἀλλὰ τὸν σταυρὸν, τὴν θυσίαν τῆς οἰκουμένης ἐκήρυττε, τὴν ἐπὶ σωτηρίᾳ τοῦ γένους τοῦ ἡμετέρου. Εἰκὼν γάρ ἐστι ποικίλην ἔχουσα διδασκαλίαν. Ποτὲ μὲν οὖν τὰ ἑαυτοῦ, ποτὲ δὲ τὰ ἀλλότρια διηγεῖται. Ἐπεὶ οὖν ὁ ψαλμὸς οὗτος καὶ τὰ ἀλλότρια διηγεῖται, διὰ τοῦτο, Ὅτε εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης, ἐπιγέγραπται. Ὥστε ἡ ἐπιγραφὴ οὐ συγχωρεῖ ἡμῖν ληθαργῆσαι, οὐδὲ ἀλλαχοῦ περιφέρειν τὴν διάνοιαν· ἀλλ' ἕστηκε τὰ τοιαῦτα προστάττων καὶ διδάσκων, διδάσκει δὲ καὶ ἕτερα νοήματα, ἅπερ ἡμῖν ἡ ἐπιγραφὴ λέγει.