# In Psalmum 50 (homilia 1) [Sp.] 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 50 (homilia 1) [Sp.], Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-psalmum-50-homilia-1-sp/2.1

Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, οἵ τε δίκαιοι, οἵ τε ἁμαρτωλοί. Ἑκατέρῳ γὰρ τῷ μέρει χρήσιμος ὁ ψαλμός· τῷ μὲν δικαίῳ, ἵνα μὴ ᾖ ῥᾴθυμος· τῷ δὲ ἁμαρτωλῷ, ἵνα μὴ ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. Ἀμφότερα γὰρ δυσεπίληπτα. Ὅ τε γὰρ δίκαιος ῥᾳθυμήσας καταβάλλεται, ὅ τε ἁμαρτωλὸς ἀπογνοὺς οὐκ ἀνίσταται. Ἵνα οὖν μήτε οὗτος ἐν πτώματι μείνῃ, μήτε ἐκεῖνος εἰς πτῶμα καταπέσῃ, ἑκατέρῳ τῷ μέρει σωτηριώδης αὕτη δίδοται τοῦ μελῳδοῦ τούτου ἡ ψαλμῳδία. Μέλλω γοῦν λέγειν ἁμάρτημα τοῦ προφήτου μέγα καὶ χαλεπόν. Ἀλλὰ μηδεὶς ἡμῶν καταγινωσκέτω. Ἡ γὰρ τοῦ Θεοῦ φιλανθρωπία τοῦ κοινοῦ γένους τῶν ἀνθρώπων πρόνοιαν ποιουμένη, τά τε κατορθώματα τῶν ἁγίων, καὶ τὰ ἁμαρτήματα εἰς φάρμακα μετέβαλλεν, ἵνα τὰ τῶν ἄλλων τραύματα ἑτέροις φάρμακα γένηται, καὶ τὸ τοῦ δικαίου ναυάγιον τῷ ἁμαρτωλῷ λιμὴν καταστῇ. Ὅταν γὰρ ὁ δίκαιος ἁμάρτῃ, οὐκέτι ἀπογινώσκω τῆς ἐμαυτοῦ σωτηρίας· ὅταν ἴδω, ὅτι ἀπὸ τῶν οὐρανῶν κατηνέχθη, τὸ ἐκείνου πτῶμα ἐμοὶ ὑπόθεσις ἀναστάσεως γίνεται. Διὰ γὰρ τοῦτο καὶ ἡ τοῦ Πνεύματος χάρις οὐ μόνον τῶν κατορθωμάτων τῶν δικαίων ἐμνημόνευσεν, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων. Οὐ γὰρ ἐκείνων προεμνημόνευσε μόνον, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα γινομένων. Θέλω τοίνυν δεῖξαι τοῦτον τὸν γενναῖον ἄνδρα τρωθέντα, πεσόντα, ἀναστάντα, παλαίσαντα, ἡττηθέντα, νικήσαντα, στεφανωθέντα. Οὐ γὰρ δείκνυμι αὐτὸν κείμενον ἐν τῷ πτώματι μόνον, ἀλλὰ καὶ ἐγερθέντα, ἵνα ἑκατέρωθεν σὺ κερδάνῃς, ἵνα, ὅταν ἁμάρτῃς, μὴ ἀπογνῷς, ἀλλὰ παραυτὰ ἐπὶ τὴν ἀνάστασιν δράμῃς· μηδὲ εἴπῃς· Οἴμοι ἀπωλόμην, ἐμοίχευσα, ἐπόρνευσα, ἐφόνευσα. Ἔχεις γὰρ σωτηρίας λιμένα διακρουόμενον τὴν ἁμαρτίαν. Ὅταν γὰρ ἴδῃς τὸν τοιοῦτον δεξάμενον τραύματα καὶ διασπαραττόμενον, εὐθέως ἐπὶ τὴν μετάνοιαν τρέχε, καὶ παῤῥησιάζου δακρύων πηγὰς ἐκχέων, ἵνα διὰ τῆς ἐκείνου μετανοίας ἀκριβέστερον τὴν ἑαυτοῦ σωτηρίαν μάθῃς. Οἷόν τι λέγω· Πολλοὶ πολλάκις περιέπεσον, καὶ ἄνδρες καὶ γυναῖκες, χαλεπῷ νοσήματι καὶ ἀνιάτῳ. Δάκρυα ἐξεχύθη, φάρμακα ἐδαπανήθη, ἰατρικὴ ἠπόρησε τέχνη, κάλλος ἀνηλώθη, τὸ σῶμα ἀπηγόρευται Περιέρχεται λοιπὸν ἡ γυνή· Ποῦ ἀπέλθω; τί ποιήσω; Χρήματα ἀνήλωσα, ἰατροὺς ἐκάλεσα, φάρμακα ἀνηλώθη· μένει τὸ νόσημα, οὐκ ἰάθη τὸ ἕλκος. Πολλάκις συνέβη τινὰ τῶν ἐπισκεπτομένων εἰπεῖν· Κἀγὼ τοιούτῳ πάθει περιέπεσον, καὶ ὁ δεῖνα, ἢ ἡ δεῖνα περιέθηκάν μοι φάρμακον, καὶ ἀπήλλαξάν με τῆς ὀδύνης. Εἶτα παρακαλεῖ· Δεῖξόν μοι τὴν γυναῖκα. Ἄπελθε ἐπὶ τὸν στενωπόν. Οὕτω δὴ καὶ νῦν, ἐπειδὴ ἐμοίχευσε, καὶ φόνον ἐποίησε, τὸ δὲ ἕλκος χαλεπὸν, δείκνυμί σοι πῶς ἐθεραπεύθη, καὶ ποῖον φάρμακον ἐπέθηκεν. Καὶ οὐ λέγω· Ἄπελθε ἐπὶ τὸν στενωπὸν, ἐρώτησον τόνδε, ἢ τήνδε. Οὐ χρεία καμάτου, οὐ χρεία πόνου, οὔτε ὑπερβῆναί σε προθύρων ἀναγκαῖον, ἀλλ' ἐνταῦθα ἑστῶτα δέξασθαί σε τὸ φάρμακον. Μόνον πρόσεχε τοῖς λεγομένοις. Ἀνάγκη γὰρ τὸν λόγον εἰσαγαγεῖν, καὶ τὸν χρόνον εἰπεῖν, καθ' ὃν ἥμαρτε, καὶ τὸν τόπον, καὶ τὸ πρόσωπον, καὶ τὴν μετάνοιαν, καὶ τὴν διόρθωσιν, καὶ τὸ φάρμακον, ἵνα πάντα μαθόντες μετὰ ἀκριβείας, οὕτως ἀπέλθητε. Οὗτος τοίνυν ὁ Δαυΐδ, νέος ὢν καὶ μειράκιον κομιδῇ, καὶ πατρὸς ἀσήμου, καὶ τῇ γῇ προσέχων καὶ τοῖς ποιμνίοις, πόλεις μὲν ἔφυγε καὶ χώρας καὶ θορύβους, ἐν δὲ τῇ ἐρημίᾳ τὴν φιλοσοφίαν ἐπεδείκνυτο, οὐδὲν κοινὸν ἔχων μετὰ τῶν βιωτικῶν πραγμάτων, ἀλλ' ἐκ πρώτης ἡλικίας τῇ συντρόφῳ τῆς ἀρετῆς ἡσυχίᾳ συζῶν, καὶ καθάπερ ἐν λιμένι ἐν τῇ ἐρήμῳ καθήμενος, τῇ τῶν προβάτων ἐπιστασίᾳ τὴν βασιλείαν τῶν οὐρανῶν ἐμελέτησεν. Οὗτος τοίνυν νέος ἦν, κομιδῇ μειράκιον, νέος μὲν τῇ ἡλικίᾳ, πεπολιωμένος δὲ τῇ διανοίᾳ· καὶ τὸ ἀτελὲς τῆς ἡλικίας οὐδὲν ἐνεπόδιζε τῇ τοσαύτῃ ἀρετῇ· ἀλλὰ νέος ὢν σφόδρα ἐνίκα οὐ δυνάμει σώματος, ἀλλὰ δυνάμει πίστεως. Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· Ἐδέησέ ποτε γενέσθαι βασιλέα τοῖς Ἰουδαίοις, ἐπειδὴ ὁ πρῶτος γενόμενος ἀνάξιος ἦν. Πέμπει ὁ Θεὸς τὸν Σαμουὴλ εὐθέως πρὸς τὸν πατέρα αὐτοῦ. Ἐλθόντος τοίνυν τοῦ Σαμουὴλ πρὸς τὸν Ἰεσσαὶ τὸν πατέρα Δαυῒδ, τὸ παιδίον ἦν ἐν τοῖς ποιμνίοις, μικρὸν πάνυ. Οὐ παύομαι συνεχῶς τὴν νεότητα λέγων, ἵνα μηδεὶς μήτε νέον διαβάλλῃ, μήτε γέροντα ἐγκωμιάζῃ. Οὔτε γὰρ ἡ πολιὰ ἀρετὴ, οὔτε ἡ νεότης κακία. Πολλοὶ καὶ ἐν νεότητι φιλοσοφίαν ἐπεδείξαντο, καὶ πολλοὶ καὶ ἐν γήρει ὑπεσκελίσθησαν. Καὶ γὰρ οἱ τρεῖς παῖδες ἐν τῷ πυρὶ ἦσαν, καὶ τὴν φλόγα ἔσβεσαν. Καὶ ὁ Δανιὴλ δωδεκαετὴς ὢν, τοὺς λέοντας πρόβατα ἐποίησεν, οὐ τὴν φύσιν αὐτῶν μεταβαλὼν, ἀλλὰ τὴν θηριωδίαν αὐτῶν τῇ πίστει χαλινώσας· καὶ τοὺς ἀσυνέτους πρεσβυτέρους διελέγξας, κριτὴς τοῦ Ἰσραὴλ ἀναδείκνυται. Καὶ Στέφανος ὁ τῶν διακόνων πρόκριτος, πλήρης χάριτος, καὶ δυνάμεως ἐκ νεότητος πλησθεὶς, τῷ δήμῳ τῷ Ἑβραϊκῷ διελέγετο· Παῦλος δὲ γεγηρακὼς ἦν καὶ πεπολιωμένος, καὶ τὸ μὲν πρότερον σκυλευτὴς τῶν Ἐκκλησιῶν γέγονε, ἀλλὰ μετὰ ταῦτα τὸ βραβεῖον τῆς πίστεως ἥρπασε, καὶ πρόβατον γέγονεν ἀγαθότητος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 50 (homilia 1) [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg199.local001/.
