Ancient Greek · ~20 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 92 [Sp.] 1.1
Not analysed yet
Ἐκτῶν ἀρτίως ἡμῖν παραναγνωσθέντων ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου τὰς ἀφορμὰς λαβόντες ἐν τῇ τῆς θαλάσσης τρικυμίᾳ, καὶ τῇ τοῦ Κυρίου θαυματουργίᾳ, καὶ τῇ τῶν ἀποστόλων ὀλιγοψυχίᾳ, εὔκαιρον λέγειν ἡμᾶς τὰ τοῦ προφήτου· Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολλῶν· θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης. Τίνες οἱ μετεωρισμοὶ τῆς θαλάσσης; Ἡ τοῦ Κυρίου θαυματουργία, ὅτι νεύματι μόνῳ τὴν τραχυνομένην θάλασσαν γαληνιᾶσαι παρεσκεύασε. Τίνες δὲ οἱ ἐπάραντες φωνὰς ἐν τῇ θαλάσσῃ ποταμοὶ, ἀλλ' ἢ οἱ μαθηταὶ τοῦ Κυρίου πάντως; Ποταμοὶ γὰρ οἱ ἀπόστολοι, ὡς ἐκ τῆς ἀεννάου πηγῆς Χριστοῦ προελθόντες, κατὰ τὸ φάσκον ῥητόν· ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Καὶ ὁ μὲν Κύριος θαυματουργῶν οὐκ ἐπαύετο· οἱ δὲ ἀπόστολοι τῆς δικαιοσύνης οὐκ ἀφίσταντο, ἐν τῇ θαλάσσῃ κυμαινόμενοι. Τὸν Κύριον γὰρ τετάρτῃ φυλακῇ τῆς νυκτὸς διοδεύοντα τὰ νῶτα τῆς θαλάσσης κατανοήσαντες, ἔδοξαν φάντασμα εἶναι. Ποῖον φάντασμα; Ἡ δούλη τὸν Δεσπότην ἐγνώρισε, καὶ οἱ μαθηταὶ τὸν Δεσπότην οὐκ ἐγνώρισαν; Ἔχοντες αὐτοῦ τοιαύτας ἀποδείξεις θαυμάτων, ἀμφέβαλλον, κατανοήσαντες αὐτὸν τὰ νῶτα τῆς θαλάσσης χωροβατοῦντα. Οὐχὶ αὐτὸς ἦν ὁ διὰ τῆς Μωϋσαϊκῆς βακτηρίας τὸν βύθιον κόλπον γυμνώσας, καὶ τοὺς υἱοὺς Ἰσραὴλ κεκονιαμένῳ ποδὶ παροδεῦσαι κατασκευάσας; Ἔδοξαν φάντασμα εἶναι, καὶ ἐφοβήθησαν. Οὕτως Ἐφοβήθησαν φόβῳ, οὗ οὐκ ἦν φόβος. Ἐφοβήθησαν γὰρ, τὸν λιμένα τῆς ζωῆς κατανοήσαντες πλησιάσαντα. Πάντων δὲ φοβηθέντων, ὁ Πέτρος πλησιάσας ἔφη πρὸς τὸν Κύριον· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. Ὁ δὲ Κύριος πρὸς αὐτὸν, Ἐλθέ. Εἶτα πρὸς τοὺς μαθητὰς, Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Οὐ φαντάζω, ἀλλ' ἀληθεύω. Ἐγὼ γὰρ ἡ ἀλήθεια ἐνηνθρώπησα, ἵνα τὸν φαντάζοντα καταργήσω. Ἐγώ εἰμι, μὴ φοβεῖσθε. Τί δοκεῖσθε τῇ τῶν ἀνέμων ἐμπνεύσει; Οὐ περὶ ἐμοῦ ἔλεγε τὸ φάσκον ῥητόν· Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν; Καὶ νῦν τοὺς ἀνέμους ἐξέβαλον, οὐχ ἵνα ταράξω ὑμᾶς, ἀλλ' ἵνα στηρίξω. Ταῦτα τοῦ Κυρίου λέγοντος, πάλιν ὁ Πέτρος προπηδήσας, ὡς θερμὸς τῇ πίστει, ἀπεκρίνατο λέγων· Κύριε, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ τοῖς ῥήμασι γνωριζόμενος, καὶ τοῖς πράγμασιν ἀμφιβαλλόμενος· οὐδαμοῦ γάρ σε κατενοήσαμεν τὴν θάλασσαν πεζεύοντα· εἰ σὺ εἶ ὁ Χριστὸς, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἐλθὲ, ἐὰν ἔχῃς πίστιν βαστάζουσάν σε. Οὐδὲν εἰρωνείᾳ χαρίζομαι. Εἰ μὴ πιστεύεις, οὐ βαδίζεις. Τοῦ δὲ Πέτρου καταπηδήσαντος πρὸς τὴν τοῦ Κυρίου ἐπαγγελίαν, ἤρξατο χωροβατεῖν τὴν θάλασσαν, ἔχων τὴν πίστιν ἀκλυδώνιστον. Ὡς δὲ προέβη μικρὸν, ἐπειδὴ ἀνθρώπινος ἦν ἕξει, τροπῇ δουλεύων, ὡς ἄνθρωπος κλονούμενος, ἐδίστασεν, ἐνεχαυνώθη, καὶ πρὸς ἑαυτὸν ἤρξατο λέγειν· Ἄπιστον τὸ φαινόμενον· τὴν θάλασσαν πεζεύω, ἡ ὑγρὰ κόνιν ἐκβάλλει. Ἐν τούτῳ τοῦ Πέτρου διστάζοντος ἡ σύνδουλος θάλασσα, ὡς ἐπὶ ἀπίστου δούλου, ἤρξατο κυματοῦσθαι, καὶ παιδεύειν τὸν σύνδουλον, καὶ καταποντίζειν τὸν ἄπιστον. Ὅθεν ὁ Πέτρος κατανοήσας, ὅτι ἡ μὲν πίστις τὴν βάσιν παρεῖχεν, ἡ δὲ ἀπιστία κλυδώνιον ἔφερεν, ἔκραξε λέγων· Ἐπιστάτα, σῶσον, ἀπόλλυμαι. Τί λέγεις, ὦ Πέτρε; Ὅτε κινδυνεύεις, τότε γνωρίζεις τὸν Δεσπότην; Τί οὖν ὁ Χριστός; Οὐ καταλιμπάνω σε τῷ βυθῷ, ἐκτενῶ τὴν χεῖρα· τὰ γὰρ πάντα ἐν τῇ χειρὶ βαστάζω. Ἐκτείνας δὲ τὴν χεῖρα, φησὶν, ὁ Κύριος ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Πολλὴ τῶν ἀποστόλων ἡ διχόνοια. Πρὸ τῆς ἀναστάσεως ἐκλονοῦντο· μετὰ τὴν ἀνάστασιν τὸ βέβαιον καρπωσάμενοι, ἀπαρασάλευτοι τῇ πίστει γεγόνασιν. Ὅτι δὲ πρὸ τῆς ἀναστάσεως ἐκλονοῦντο πολλαῖς ἀμφιλογίαις, ἤκουες ἀρτίως, πῶς ὀψίας γενομένης προσῆλθον οἱ ἀπόστολοι τῷ Κυρίῳ λέγοντες· Ἀπόλυσον τὸν ὄχλον, ὅτι ἔρημός ἐστιν ὁ τόπος, ὅπως ἀπελθόντες εἰς τὰς κύκλῳ κώμας, ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Ὅρα μοι καὶ ἐνταῦθα, πῶς ἄπιστον τὸ διανόημα. Τῷ Σωτῆρι προσῆλθον λέγοντες· Ἀπόλυσον τὸν ὄχλον, ὅτι ἔρημός ἐστιν ὁ τόπος· ὁ δὲ Κύριος πρὸς αὐτούς· Ἀπολύσω τὸν ὄχλον; τί μοι ἀδοξίαν προσάγετε; τί καταψηφίζεσθε τοῦ διδασκάλου; ἀπολύσω τοὺς ὄχλους, ἵνα ἀγοράσωσι βρώματα; καὶ τί ἐροῦσιν οἱ πιπράσκοντες αὐτοῖς τοὺς ἄρτους; ὅτι ἐμοῦ παρόντος οὗτοι ἄρτους ἀγοράσουσιν; Εἰ μὴ ἡμῖν ἄρτος, καλῶς τὸ ἀπολύειν ἐπετρέπετε· νῦν δὲ ἄρτος ὑπάρχων, πῶς ἀπολύσω πεινῶντας τοὺς προσμένοντάς μοι; Οἱ ὄχλοι προσμένουσι, κἀγὼ τοὺς προσμένοντας ἀπελάσω; ποῖος ποιμὴν προβάτων ποιεῖ τοῦτο; Ἐγὼ τῷ Δανιὴλ ἐν τῷ λεοντίῳ λάκκῳ τὸν Ἀμβακοὺμ φακοφόρον παρέπεμψα· ἐγὼ τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ ἔτη τεσσαράκοντα οὐρανόθεν τὸ μάννα ἐχορήγουν τοῖς ἀχαρίστοις, καὶ τοὺς εὐχαρίστους λιμαγχονήσω; Οὐ μὴν, οὐδαμῶς. Δότε ὑμεῖς αὐτοῖς φαγεῖν. Οἱ δὲ ἀπόστολοί φασι· Δῶμεν αὐτοῖς φαγεῖν; πόθεν δῶμεν τοῖς ἐπιταγεῖσι μηδὲν αἴρειν εἰς ὁδόν; Πλὴν πέντε ἄρτων καὶ δύο ἰχθύων οὐκ ἔχομέν τι πλέον· καὶ τί εἰσι ταῦτα εἰς πεντακισχιλίους ἄνδρας ἄνευ γυναικῶν καὶ παιδίων; Ὁ δὲ Κύριός φησι πρὸς αὐτούς· Πόθεν δῶτε; Ἔχετε τὸ γαζοφυλάκιον τῆς πίστεως. Οὐκ εἶπον ὑμῖν, ὅτι Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γενήσεται; Ὄρη μεθίστανται, καὶ ἄρτοι οὐ πληθύνονται; Δῶτε αὐτοῖς ὑμεῖς φαγεῖν. Τῶν δὲ παραιτουμένων, καὶ πρὸς τὴν δόσιν ἰλιγγιώντων, ὁ Κύριος πρὸς αὐτούς· Ἀνακλίνατε τοὺς ὄχλους. Ἐγὼ τῇ διανοίᾳ [l. ἐπὶ τῇ διακονίᾳ] στέλλομαι· οὐ παραιτοῦμαι τοῖς δούλοις ὑπηρετῶν. Ἀρχαῖον γάρ μου τοῦτο τὸ ἐπιτήδευμα Ἐγὼ τῷ Ἀδὰμ ὑπηρέτησα ἐν τῷ παραδείσῳ· ὃ ἐκεῖ μετῆλθον, καὶ ὧδε οὐ παραιτοῦμαι.