Ancient Greek · ~14 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In quatriduanum Lazarum (+ Contra Anomoeos, homilia 9) [Sp.] 3.1
Not analysed yet
Καὶ ἵνα ἴδῃς, ὅτι οὐκ ἐγένετο προσευχῆς ἔργον τὸ ἀναστῆναι τὸν νεκρὸν, ἄκουσον τῆς προσευχῆς. Τί γάρ φησιν; Εὐχαριστῶ σοι, Πάτερ, ὅτι ἤκουσάς μου. Τί οὖν; τοῦτο προσευχῆς εἶδός ἐστι, τοῦτο τύπος ἱκεσίας; Εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ, φησὶν, ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις. Εἰ οὖν οἶδας, ὦ Κύριε, ὅτι πάντοτέ σου ἀκούει ὁ Πατὴρ, τί λοιπὸν περὶ ὧν οἶδας παρενοχλεῖς; Ἐγὼ μὲν, φησὶν, οἶδα ὅτι πάντοτέ μου ἀκούει ὁ Πατὴρ, Ἀλλὰ διὰ τὸν περιεστῶτα ὄχλον εἶπον, ἵνα γνῶσι πάντες, ὅτι σύ με ἀπέστειλας. Μή τι διὰ τὸν νεκρὸν προσηύξατο; μὴ ἱκέτευσεν ἵνα ἀναστῇ ὁ Λάζαρος; μὴ εἶπε· Πάτερ, κέλευσον τὸν θάνατον ὑπακοῦσαι; μὴ εἶπε, Πάτερ, κέλευσον τῷ ᾅδῃ, μὴ τὰς πύλας ἀποκλείσῃ, ἀλλὰ προθύμως τὸν νεκρὸν ἀποδοῦναι; Ἀλλὰ διὰ τὸν περιεστῶτα τοῦτον ὄχλον εἶπον, φησὶν, ἵνα γνῶσι πάντες, ὅτι σύ με ἀπέστειλας. Οὐκοῦν οὐκ ἔστι τὸ γινόμενον σημεῖον, ἀλλὰ κατήχησις τῶν παρόντων. Εἶδες πῶς οὐκ ἐγένετο ἡ προσευχὴ διὰ τὸν νεκρὸν, ἀλλὰ διὰ τοὺς παρόντας ἀπίστους, ἵνα γνῶσι, φησὶν, ὅτι σύ με ἀπέστειλας. Καὶ πῶς ἔχομεν γνῶναι, φησὶν, ὅτι αὐτός σε ἀπέστειλε; Πρόσεχε, παρακαλῶ, μετὰ πάσης ἀκριβείας. Ἰδοὺ, φησὶ, μετὰ τῆς ἐμῆς αὐθεντίας καλῶ τὸν νεκρόν· ἰδοὺ τῇ οἰκείᾳ ἐξουσίᾳ ἐπιτάττω τῷ θανάτῳ· καλῶ τὸν Πατέρα πατέρα· καλῶ καὶ τὸν Λάζαρον ἐκ τοῦ τάφου. Εἰ οὐκ ἔστι τὸ πρῶτον ἀληθὲς, μηδὲ τοῦτο γενέσθω· εἰ δὲ ἀληθῶς ὁ Πατὴρ πατὴρ, ὑπακουέτω καὶ ὁ νεκρὸς πρὸς διδασκαλίαν τῶν παρόντων. Τί γὰρ ὁ Χριστὸς ἔλεγε; Λάζαρε, δεῦρο ἔξω. Ὅτε γέγονεν ἡ προσευχὴ, οὐκ ἀνέστη ὁ νεκρός· ἀλλ' ὅτε εἶπε, Λάζαρε, δεῦρο ἔξω, τότε ἀνέστη ὁ νεκρός. Ὢ τυραννὶς τοῦ θανάτου· ὢ τυραννὶς τῆς δυνάμεως ἐκείνης τῆς κατεχούσης τὴν ψυχήν· ὢ ᾅδη, προσευχὴ γέγονε, καὶ οὐκ ἀπολύεις τὸν νεκρόν; Οὐχὶ, φησί. Διὰ τί; Ὅτι οὐ προσετάχθην. Δέσμιός εἰμι αὐτόθι κατέχων τὸν ὑπεύθυνον· ἐὰν μὴ προσταχθῶ, φησὶν, οὐκ ἀπολύω· ἡ γὰρ προσευχὴ, φησὶν, οὐ δι' ἐμὲ γέγονεν, ἀλλὰ διὰ τοὺς παρόντας ἀπίστους. Ἐγὼ γὰρ, ἐὰν μὴ προσταχθῶ, οὐκ ἀπολύω τὸν ὑπεύθυνον· ἀναμένω τὴν φωνὴν, ἵνα ἀπολύσω τὴν ψυχήν. Λάζαρε, δεῦρο ἔξω. Ἤκουσε τοῦ δεσποτικοῦ προστάγματος ὁ νεκρὸς, καὶ εὐθέως τοῦ θανάτου τοὺς νόμους παρέλυσεν. Αἰσχυνέσθωσαν οἱ αἱρετικοὶ, καὶ ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς. Καὶ γὰρ ἀπέδειξεν ὁ λόγος, ὅτι οὐ διὰ τὴν τοῦ νεκροῦ ἀνάστασιν γέγονεν ἡ προσευχὴ, ἀλλὰ διὰ τὴν τῶν τότε παρόντων ἀπίστων ἀσθένειαν. Λάζαρε, δεῦρο ἔξω. Καὶ διὰ τί ὀνομαστὶ τὸν νεκρὸν ἐκάλεσε; Διὰ τί; Ἵνα μὴ τὴν φωνὴν ἀπολελυμένην εἰς τοὺς νεκροὺς ἀποτείνας, πάντας τοὺς ἐν τοῖς τάφοις ἐγείρῃ, διὰ τοῦτό φησι, Λάζαρε, δεῦρο ἔξω. Σὲ μόνον ἐπὶ τοῦ παρόντος τέως ἀνακαλοῦμαι ὄχλου, ἵνα διὰ τοῦ μέρους καὶ τὴν τῶν μελλόντων ἐπιδείξω δύναμιν· ὁ γὰρ ἕνα ἐγείρας ἐγὼ, τὴν οἰκουμένην ἀνιστῶ· Ἐγὼ γάρ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Λάζαρε, δεῦρο ἔξω. Καὶ ἐξῆλθεν ὁ νεκρὸς δεδεμένος κειρίαις. Ὢ τῶν παραδόξων πραγμάτων· ὁ τὴν ψυχὴν ἐκ τῶν δεσμῶν τοῦ θανάτου λύσας, ὁ τὰς πύλας τοῦ ᾅδου διαῤῥήξας, ὁ πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συντρίψας, καὶ τὴν ψυχὴν ἐκ τῶν δεσμῶν τοῦ θανάτου ἐλευθερώσας, οὐκ ἠδύνατο καὶ τὰς κειρίας λῦσαι τοῦ νεκροῦ; Ναὶ, ἠδύνατο· ἀλλὰ κελεύει τοῖς Ἰουδαίοις λῦσαι τὰς κειρίας, ἃς αὐτοὶ πρότερον ἐνταφιάζοντες ἔσφιγξαν, ἵνα τῶν οἰκείων δεσμῶν ἐπιγνώσωσι τὰ γνωρίσματα, ἵνα τῇ πείρᾳ μάθωσιν, ἐξ ὧν ἔπραξαν, ὅτι Λάζαρός ἐστιν ὁ παρ' αὐτῶν ἐνταφιασθεὶς, καὶ Χριστός ἐστιν ὁ κατ' εὐδοκίαν τοῦ Πατρὸς παραγενόμενος εἰς τὸν κόσμον, ὁ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχων. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.