Ancient Greek · ~31 min
ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΤΕΤΡΑΗΜΕΡΟΝ ΛΑΖΑΡΟΝ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In quatriduanum Lazarum ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΤΕΤΡΑΗΜΕΡΟΝ ΛΑΖΑΡΟΝ.1
Not analysed yet
Πρώην ὑμῖν, ἀγαπητοὶ, τὸν πολυανθῆ τοῦ ἔαρος διαπλέκοντες στέφανον, καὶ τὴν ὥραν τοῦ ἔτους καθάπερ ἐν πίνακι τῶν λόγων χαρακτηρίζοντες, οὐ μόνον ἄλση θάλλοντα καὶ λειμῶνας ἀναβλαστάνοντας καὶ αὔρας πρὸς ἀναβίωσιν κατεπειγομένας ἐνεδείκνυμεν, ἀλλὰ καὶ τὴν ἡμετέραν φύσιν κατὰ τὸν καιρὸν τοῦτον τὰ τῆς ἀναστάσεως δεδεγμένην ἀπεφαίνομεν σύμβολα, καὶ πρόσφορόν τινα τῷ καιρῷ ζητοῦντες ὑπόθεσιν, τὸν ἀναζήσαντα Λάζαρον εἱλκύσαμεν. Ἀλλὰ πρὸς τὴν ὑπόσχεσιν διαρκέσαι μὴ δυνηθέντες, κατὰ τὸ πρῶτον ἐγχείρημα τὸν λόγον συνεπεράναμεν· καὶ πρὸ πάντων ἐπιζητήσαντες, τίνος χάριν ὑπὸ τῶν λοιπῶν εὐαγγελιστῶν ὁ Λάζαρος σιγηθεὶς, Ἰωάννῃ μόνῳ συγγέγραπται, ἐλέγομεν, ὅτι τὴν ὑποψίαν πλάσματος προϋποτεμνόμενον τὸ Πνεῦμα τὸ ἅγιον συνεχώρησε τοῖς εὐαγγελισταῖς ἐκ συνόδου τε καὶ συμφωνίας τὰ τοῦ Σωτῆρος ἀναγεγραφηκέναι τὰ θαύματα, ἀλλὰ καὶ παραλιπεῖν ἄλλον ἄλλο τι παρεσκεύασεν, ἐναργὲς τεκμήριον ποιούμενον, τὸ μὴ κακούργως, μηδὲ ἐκ παρασκευῆς, μηδὲ ἐκ συνθήματος. μηδὲ πρὸς χάριν αὐτοῖς συγγεγράφθαι τὰ εὐαγγέλια, καὶ ὥστε πάντα, ὅταν τὸ φαινόμενον ἐλλείψῃ, τὴν ἀπερίεργον ἀλήθειαν σαφηνίζειν. Ἀλλὰ τούτων ἱκανῶς τότε προκατασκευασθέντων ἡμῖν, σκοπήσωμεν τίς ἡ κατὰ τὸν Λάζαρον θαυματουργία τοῖς εὐαγγελισταῖς εὔκαιρος χρεία. Πολλὰ πρὸς τοὺς μαθητὰς πολλάκις περὶ τοῦ πάθους διαλεχθεὶς ὁ Σωτὴρ, ναρκῶντας ἑώρα, καὶ πρὸς τοιαύτην ἀκοὴν ὑποφρίττοντας, καὶ ἀσθενείας μᾶλλον ἢ οἰκονομίας τὸ προμηνυόμενον πάθος ὑπολαμβάνοντας, καὶ ἀνθρωπίνοις ἔτι λογισμοῖς ῥιπιζομένους καὶ τρέμοντας. Διὰ τοῦτο ἤδη τοῦ πάθους πλησιάζοντος, καὶ τοῦ σταυροῦ μέλλοντος πήγνυσθαι, ἀνίστησιν ἀποθανόντα τὸν Λάζαρον, ἵνα ἔργῳ διδάξῃ τοὺς μαθητευομένους, ὡς οὐκ ἀσθενείας ὁ σταυρὸς καὶ ὁ θάνατος, ἵνα πείσῃ τοὺς παρόντας, ὅτι θανάτῳ μὲν ἐπιτάττει, καὶ ψυχὴν ἀνακαλεῖται τῶν γηΐνων ἀπολυθεῖσαν δεσμῶν. Σκοπῷ δέ τινι τὸν ἑκούσιον ὑφίσταται θάνατον, καὶ τάχα δὲ προδιαγράφων ἐν τῷ Λαζάρῳ τὴν μετὰ τρεῖς ἡμέρας ἀνάστασιν, καὶ τῇ συντόμῳ προθεσμίᾳ τῆς ὑπὸ γῆν διατριβῆς τοὺς μικροψύχους παραμυθησάμενος, καὶ ἐν προθύροις τοῦ σταυροῦ τὸν φόβον ἀναγκαίως τῶν μαθητῶν ὑπεκλύων, καὶ δεικνὺς ὅτι τὸ τῷ ἑτέρῳ παρ' αὐτοῦ χαρισθὲν καὶ αὐτῷ παρ' ἑαυτοῦ ῥᾳδίως ὑπάρξει, διὰ αὐτῶν τῶν ἔργων ἀμφιβάλλοντας νουθετῶν, καὶ τοιούτῳ τρόπῳ φωνὰς τοῖς πράγμασιν περιάπτων, καὶ δι' ὧν ἐποίει σχεδὸν ταῦτα φθεγγόμενος· οὐδαμοῦ τὴν ἀναληφθεῖσαν ἀνθρωπότητα τῆς θείας ἐνεργείας ἄμικτον ἀπολέλοιπα, ἀλλὰ νῦν μὲν ὡς ἄνθρωπος, νῦν δὲ ὡς Θεὸς ἐγὼ, τῇ μὲν φύσιν ὑποδεικνὺς, τῇ δὲ τὴν οἰκονομίαν πιστούμενος, καὶ διδάσκων τὰ μὲν ταπεινότερα προσάπτειν τῇ ἀνθρωπότητι, ἀνατιθέναι δὲ τὰ ὑψηλότερα τῇ θεότητι, καὶ διὰ τῆς ἀνίσου ταύτης τῶν ἔργων κράσεως τὴν ἄνισον τῶν φύσεων ἕνωσιν ἑρμηνεύων, καὶ διὰ τῆς κατὰ τῶν παθῶν ἐξουσίας δηλοποιῶν τῶν παθῶν τὸ αὐθαίρετον, ἐχαλίνωσα τὴν φύσιν ὡς Θεὸς, ἐπὶ τεσσαράκοντα ἡμέρας παρατείνας τὴν ἀσιτίαν, ἐπείνασα δὲ μετὰ ταῦτα, καὶ ἐκοπώθην ὡς ἄνθρωπος· ἀλλ' ὡς Θεὸς θάλατταν λυττῶσαν ἐκοίμησα· ἐπειράθην ὡς ἄνθρωπος ὑπὸ τοῦ διαβόλου, ἀλλ' ὡς Θεὸς ἐπιτάγματι δαίμονας ἀπήλασα· μέλλω πάσχειν ὑπὲρ ἀνθρώπων ὡς ἄνθρωπος, ἀλλ' ἵνα μὴ ἀσθενείας ὑπολάβητε τὸ γινόμενον, πρὸ τοῦ θάνατον ἐπελθεῖν ἀνακαλοῦμαι τὸν ὑπὸ τοῦ θανάτου κρατούμενον, καὶ τὴν τῆς θεότητος ἐνέργειαν προμηνύσας, τότε τῆς ἀνθρωπότητος τὸ ἀρχαῖον ὄφλημα καταβάλλω, καὶ διαλύσας τὰ δεσμὰ, τότε δεσμοῦμαι, καὶ διὰ τῶν πραγμάτων αὐτῶν [ἐπιδείκνυμι] ὅτι ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Αὕτη τοῦ Σωτῆρος ἡ διὰ τῶν ἔργων διδασκαλία· εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ λόγῳ τινὶ τὴν κατὰ τὸν Λάζαρον θαυματουργίαν ἐταμιεύετο, οὐκ ἂν δήπου προαγγελθείσης αὐτῷ κατὰ τὴν ὁδὸν τῆς ἀσθενείας τοῦ Λαζάρου· Ἀπέστειλαν γὰρ, φησὶν, ἀδελφαὶ αὐτοῦ πρὸς τὸν Κύριον λέγουσαι, Ἴδε ὃν φιλεῖς ἀσθενεῖ· οὐκ ἂν οὖν τι τοιοῦτον ἀκούσας ἐπὶ πολὺ ἀνεβάλετο, ἀλλ' ὥσπερ ἐπὶ τοῦ ἑκατοντάρχου καὶ τῆς Συροφοινικίσσης ἐποίησεν, καὶ τοῦ μὲν ἀπόντος τὸν παῖδα, τῆς δὲ ἀπούσης τὴν θυγατέρα διέσωσεν· οὕτως ἂν καὶ ἐπὶ τῆς Μάρθας περὶ ἀδελφοῦ δηλούσης ὡς ἀσθενεῖ πεποίηκεν. Νῦν δὲ ἐξεπίτηδες ἀναμένει τὸν θάνατον, καὶ ἐνδιατρίβει ἡ παρολκὴ, καὶ τὴν παρουσίαν ἐκ προνοίας ὑπερτίθεται, ἵνα τὴν κατὰ τοῦ θανάτου νίκην πρὸ τῆς τοῦ θανάτου πάλης ἐνδείξηται· καὶ τρεῖς μὲν ἡμέρας ὑπερτίθεται, πρὸς ἔλεγχον τῆς ἀκριβοῦς τελευτῆς. Ἰουδαίων δὲ παρόντων ἀνοίγει τὸν τάφον, ἵνα κήρυκας τοῦ θαύματος ἐργάσηται τοὺς ἐλαύνοντας· δι' εὐχῆς δὲ καὶ τῆς τοῦ Πατρὸς ἐπικλήσεως ἐγείρει τὸν Λάζαρον, ἵνα μὴ δόξῃ τοῖς τοῦ δημιουργοῦ ἀντιτάττεσθαι νόμοις. Καὶ βλέπε μοι τὸ παράδοξον· οὐκ εἶπεν, Λάζαρε, ἀνάζησον, ἀλλὰ τί; Λάζαρε, δεῦρο ἔξω, ἵνα διδάξῃ τοὺς παρόντας ὡς οὗτος ἐκεῖνος ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα, ἵνα δείξῃ τοῖς παροῦσιν ὡς οὗτος ἐκεῖνος ὁ Θεὸς ζώντων καὶ οὐ νεκρῶν, ἵνα ἐν καιρῷ τὸ ἀπαρεμπόδιστον τοῦ θείου προστάγματος ἐπιδείξηται, καὶ ἀναμνήσῃ τοὺς περιεστῶτας τοῦ λέγοντος· Γενηθήτω στερέωμα· Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· Λάζαρε, δεῦρο ἔξω· καὶ τοῦτο πρὸς μείζω καὶ βεβαιοτέραν πίστιν τῶν συνδραμόντων, ἵνα ἡ μὲν στολὴ καὶ τὰ δεσμὰ τῇ νεκρότητι μαρτυρήσῃ· ἡ δὲ ἀνυπέρθετος ὑπακοὴ, καὶ ὁ ἀνεμπόδιστος φόβος τὴν δεσποτικὴν αὐθεντίαν κηρύξῃ Λάζαρε, δεῦρο ἔξω· καὶ ὁ διαλελυμένος ὠρθοῦτο, καὶ ὁ σεσηπὼς ᾐσθάνετο· ὁ νεκρὸς ὑπήκουεν, καὶ ὁ δεσμώτης ἔτρεχεν, καὶ ὁ θρηνούμενος ἐσκίρτα. Διὰ τί δὲ κραυγῇ κέχρηται πρὸς τὸ παρὸν ὁ Σωτήρ; φησὶν γὰρ ὁ εὐαγγελιστὴς, Ταῦτα εἰπὼν, φωνῇ μεγάλῃ ἐκραύγασεν, Λάζαρε, δεῦρο ἔξω. Καὶ διὰ τῆς βοῆς τάχα τὴν μέλλουσαν προϋποτυπώσας ἀνάστασιν· Σαλπίσει γὰρ, φησὶν, καὶ οἱ νεκροὶ ἀναστήσονται. Πολλὰ ἔτι ἔχων λέγειν, ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἕλκομαι, καὶ ἀπὸ τάφου πρὸς τάφον με ἐλθεῖν ἀναγκάζομαι. Εὔκαιρος δὲ ἄρα καὶ ὁ τοῦ Λαζάρου τάφος τάφοις ἐξετασθείς· οὐκ ἄκαιρος, ὡς ἔοικεν, καὶ ὁ τῶν γυναικῶν θάνατος ἐπ' αὐτὸν τὸν τάφον ἑορταζόμενος. Τάφος ἐκεῖ, καὶ τάφος ἐνταῦθα· ἀλλ' ὁ μὲν τοῦ Λαζάρου τάφος ἀνοιγόμενος τὴν τοῦ Χριστοῦ δύναμιν ἐμφανίζει, ὁ δὲ τῶν γυναικῶν τάφος κεκλεισμένος καὶ ἐνεργῶν τὴν τοῦ Σωτῆρος χάριν κηρύττει· ἐκεῖ νεκρὸς ὑπὲρ φύσιν τὸν τάφον ἐκτρέχων, ἐνταῦθα γυναῖκες παρὰ φύσιν τοῖς τάφοις προστρέχουσιν· ἐκεῖ θείας δυνάμεως σημεῖον, ἐνταῦθα προαιρέσεως γενναίας τεκμήριον· ἐκεῖ Λάζαρος . . . . . τὰς τοῦ θανάτου . . . . . εὐθάρσως ἐπίσταται· ἐκεῖ μετὰ τὸν θάνατον ἀναβίωσις, καὶ ἐνταῦθα ζωή· ἐκεῖ θάνατος βιαίως λῃστεύεται, ἐνταῦθα θάνατος προδήλως πατεῖται· ἐκεῖνον ὁ θάνατος δανείσας τῷ βίῳ πάλιν διὰ τοῦ τάχους ἀνέλαβεν· μᾶλλον δὲ, φησὶν, Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν, τοῦτο Θεοῦ κελεύσαντος· αὗται δὲ ἀπὸ προσκαίρου ζωῆς πρὸς ζωὴν ἀπέραντον μετεπήδησαν, μήτηρ καὶ θυγατέρες, αἱ σήμερον ἡμᾶς συναθροίσασαι· μήτηρ εὐσεβὴς ὠδῖνα ὑπενεγκοῦσα, θυγατέρες ὠδίνων ἀπείραστοι, μήτηρ λύσασα παρθενίαν εἰς γένεσιν παρθένων, μήτηρ ἁγνείας ὠδίνασα, μήτηρ κατὰ φυσικὸν νόμον παρθένους γεννήσασα. Ὁ πανταχοῦ τοῖς εὐσεβέσιν ἐπιστρατεύων τύραννος, ὁ τῶν βαρβαρικῶν φόνων πρὸς τὸ ἐμφύλιον αἷμα μεταστρέφων τὸ ξίφος, τύραννος Χριστὸν ἐλαύνων τὸν οὐ βλεπόμενον, τύραννος διὰ τῆς ποίμνης οἰόμενος τὸν ποιμένα πορθεῖν, τύραννος εἰς οὐρανὸν τοξεύειν ἐπιχειρῶν, τύραννος τὴν Χριστοῦ βασιλείαν πλατυνομένην ζηλοτυπῶν· τύραννος ἦν ὁ διώκων ἀνὴρ καὶ μονόζυξ, ἀπρόοδοι θυγατέρες αἱ συναγωνιζόμεναι. Χρήματα διηρπάζετο, πατρὶς ἀπελιμπάνετο· εἷλκον ἀσεβεῖς στρατιῶται τὰς τῆς σωφροσύνης τε καὶ κοσμιότητος ἐραστὰς, τοιχωρύχοι τὴν τοῦ νοητοῦ Ναβουχοδονόσορ εἰκόνα προσκυνεῖν ἀναγκάζοντες. Ἀλλ' ὅπερ ἡ Βαβυλωνία κάμινος ἐπὶ τῆς τῶν μαρτύρων τριάδος ἐργάζεται, καὶ σώματός τε καὶ ψυχῆς τὰ δεσμὰ διαλύσασα, ἐλευθέρας ἀφῆκεν εἰς οὐρανὸν πέτασθαι τὰς ψυχάς. Ὄφις δὲ ἀρχόμενος ὁ τὴν Εὔαν ἐν παραδείσῳ διώξας, ὁ τοῖς ἁπλοῖς καὶ ἀκάκοις σοφιστεύσας ἤθεσιν, οὗτος τὸν ποταμὸν ἰδὼν λύθρου κολυμβήθραν γενόμενον, καὶ θείῳ Πνεύματι τὸ ῥεῖθρον ἀνακιρνώμενον, ἄχρι τοῦ ποταμοῦ τὰς μακαρίας διώξας, τοῖς πυρὶ πνευματικῷ κερασθεῖσιν ὕδασιν ἀνεκρούετο, καὶ περιστρέφων ἑαυτῷ τὸ κομψὸν, τοῦ ἀρχαίου μηχανήματος τὴν ζημίαν ἐθρήνει, καὶ τὰς πρὶν εὐαπατήτους τε καὶ εὐπτοήτους γυναῖκας, ταύτας κατὰ τοῦ θανάτου σοβαρῶς νεανιευομένας ἑώρα, καὶ ἣν ἐτήρει πτερνίσαι πτέρναν, ταύτην ἀπὸ γῆς εἰς οὐρανὸν ἁλλομένην ἔβλεπεν. Ἀλλ' ἱκανῶς καὶ ταῖς τροπαιοφόροις ἐμπανηγυρίσαντες γυναιξὶν, καὶ τὸ χρήσιμον πανταχοῦ τῇ ὑποθέσει κεράσαντες, καὶ τάφον παλαιὸν νεαρῷ τάφῳ κοσμήσαντες, καὶ παράλογον ἀναβίωσιν καρτερικῷ θανάτῳ συῤῥάψαντες, καὶ ἀνδράσι τε καὶ γυναιξὶν ὑποδείγματα πρὸς ἀρετήν τε καὶ εὐσέβειαν ὑποθέμενοι, καὶ θάνατον ἀοίδιμον καὶ ἀνάστασιν ζηλωτὴν ἐπιδείξαντες, εὐχαριστήσωμεν ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχοντι Χριστῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.