# In ramos palmarum [Sp.] Εἰς τὰ βαΐα..1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In ramos palmarum [Sp.], Εἰς τὰ βαΐα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-ramos-palmarum-sp-2/%CE%95%E1%BC%B0%CF%82%20%CF%84%E1%BD%B0%20%CE%B2%CE%B1%CE%90%CE%B1..1

Ἤδη τῆς πνευματικῆς πανηγύρεως προλάμπει τὰ χαρίσματα· ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ σήμαντρα· ἤδη τοῦ ἀΰλου νυμφίου προτρέχουσι τὰ μηνύματα· ἤδη τῆς καθολικῆς ἀναστάσεως ἀῤῥαβῶνα δεξάμενος Λάζαρος τῷ Κυρίῳ ἀνάκειται· ἤδη τῆς δωρεᾶς τὸ μύρον τοὺς τῷ βαπτίσματι προστρέχοντας εὐωδιάζει· ἤδη τοῦ βασιλέως οἱ πιστοὶ φύλακες τὴν μεγάλην πόλιν ταύτην κατέλαβον· ἤδη ὁ πιστὸς λαὸς εἰς ἀπάντησιν τῷ Κυρίῳ προσδραμὼν βοᾷ λέγων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, καθὼς ἀρτίως ἠκούσατε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασιλεὺς τοῦ Ἰσραήλ· εὐλογημένος ὁ ἐρχόμενος, ὁ ἀεὶ ἐρχόμενος, καὶ ὢν μεθ' ἡμῶν, καὶ ἔξω τῶν πιστῶν μηδαμῶς γινόμενος. Ὄντως ὁ ὄχλος ἐκεῖνος βασιλικὴν ἐγνώρισε δύναμιν καὶ εἴσοδον. Ὥσπερ γὰρ ἐν τοῖς παροῦσι, κοσμικοῦ βασιλέως ἐπιστρατεύσαντος τυράννῳ, καὶ μετὰ νίκης ὑποστρέφοντος, πάντες οἱ πολῖται αὐτοῦ πρὸ τῆς πόλεως συναντῶσιν, ἄνθη βαστάζοντες, ἐπαίνους πλέκοντες, ἐγκωμίοις τὴν νίκην ἀμειβόμενοι· ἄγει δὲ αὐτοὺς πρὸς ταῦτα οὐκ ἔνδοξος ἔρως, ἀλλ' ἐπινίκιος ὕμνος καὶ πάθος· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Δεσπότου Χριστοῦ, ὡς ἐπὶ βασιλέως τροπαιούχου, ἅπαν τὸ πλῆθος, καὶ ἐκ τῶν λόγων, καὶ ἐκ τῶν βαΐων ἐμήνυον ὅτι νικητὴς ὁ παραγενόμενος, μᾶλλον δὲ ὅτι Θεὸς ὁ γνωριζόμενος. Θεῷ γὰρ μόνῳ ἁρμόδιαι αἱ φωναὶ αἱ τότε βληθεῖσαι, καὶ τοῖς συνετοῖς θεῖα μυστήρια παραγυμνοῦσαι, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· τουτέστι, Σῶσον δὴ ὁ ἐν τοῖς ὑψίστοις· οὕτω γὰρ ἑρμηνεύεται τῇ Ἑβραΐδι φωνῇ τὸ, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, ὡς ἄνω σωτηρία, καὶ κάτω φιλανθρωπία. Ὦ ὄχλου θεογνωσία ἀγγελικῆς διακονίας μετεσχηκότος. γῆν πατοῦντες, καὶ οὐρανὸν χωροβατοῦντες· σῶμα περικείμενοι, καὶ τὰ τῶν ἀσωμάτων μετερχόμενοι· Ἰουδαῖοι τὴν προσηγορίαν, καὶ Χριστιανοὶ τὴν ἐργασίαν· κοσμικοὶ τὴν διαγωγὴν, καὶ ἀποστολικοὶ τὴν ὁμολογίαν· ἄνωθεν καὶ οὗτοι, ὡς Πέτρος, τὴν ἀποκάλυψιν ἐδέξαντο. Ὥσπερ γὰρ ὁ κορυφαῖος τῶν ἀποστόλων οὐκ ἐξ οἰκείας μελέτης, ἀλλ' ἐκ θείας ἀποκαλύψεως ἔλεγε πρὸς τὸν Κύριον, Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ὁ Κύριος δεικνύων ὅτι οὐκ ἐξ οἰκείων λογισμῶν, ἀλλ' ἐκ τοῦ Πατρὸς ἔλαβε τὴν ἀποκάλυψιν, μακαρίζων αὐτὸν ἔλεγε· Μακάριος εἶ Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· τὸν αὐτὸν τρόπον καὶ ὁ ὄχλος ἄνωθεν τὴν ἀποκάλυψιν δεξάμενος ἀνεβόα πρὸς τὸν Κύριον λέγων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Βασιλεὺς τοῦ Ἰσραήλ. Ἔστι δὲ πάντως εἰκὸς εἰπεῖν, τίς καὶ πόθεν ἡμῖν ἡ ἀπόδειξις, ὅτι ὁ Ἰουδαϊκὸς οὗτος ὄχλος ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν. Πόθεν οὖν ὑμῖν ὑποδείξω; Ἐξ αὐτῶν τῶν τοῦ Κυρίου ῥημάτων· Ἰδόντες γὰρ, φησὶν, οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τοὺς παῖδας κράζοντας ἐν τῷ ἱερῷ, καὶ λέγοντας, Ὡσαννὰ τῷ υἱῷ Δαυῒδ, ἠγανάκτησαν καὶ εἶπον τῷ Ἰησοῦ· Ἀκούεις τί οὗτοι λέγουσιν; Ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς, Ναί· οὐδέποτε ἀνέγνωτε, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; Καὶ οὐκ ἐκ μόνων δὲ τῶν τοῦ Κυρίου ῥημάτων, ἀλλὰ καὶ ἐκ τῆς παραδόξου τῶν ὄχλων συστροφῆς καὶ ἀπαντήσεως καὶ τῶν ἔργων ὧν ἐποίουν, οὐ μόνον κράζοντες, ἀλλὰ καὶ τοὺς κλάδους τῶν ἐλαιῶν, καὶ τὰ βαΐα τῶν φοινίκων κόπτοντες, καὶ ταῖς χερσὶ φέροντες, καὶ τὰ ἱμάτια αὐτῶν ὑποστρωννύοντες, καὶ Σωτῆρα καὶ βασιλέα καὶ Κύριον προσαγορεύοντες. Ὅθεν παντί που δῆλον, ὅτι ἄνωθεν ἐδέξαντο τὴν ἀποκάλυψιν. Εἰ μὴ γὰρ ἄνωθεν ἐδέξαντο, πόθεν ἐγνώριζεν ὁ ὄχλος βασιλέα τὸν Κύριον; Οὐκ ἐφόρει διάδημα βασιλέως κοσμικοῦ, οὔτε περιεβέβλητο ἁλουργίδα, οὐκ ἐπεφέρετο πλῆθος στρατοῦ, οὐ προέτρεχον αὐτῷ ἵπποι καὶ ἅρματα καὶ ἀσπίδες χρυσοκόλλητοι, οὐκ ἐπωχεῖτο ἅρματι πορφυροστρώτῳ βασιλικῷ· πώλῳ δὲ ἐπεκάθητο ἀλλοτρίῳ μικρῷ, δώδεκα μαθητὰς μόνους ἐπαγόμενος. Πόθεν οὖν ἔγνω ὁ ὄχλος αὐτὸν βασιλέα τυγχάνειν, εἰ μὴ ἄνωθεν ἔλαβε τὴν ἀποκάλυψιν; Διὸ οὐκ ἐζήτουν ἐπὶ τοῦ Κυρίου διάδημα κοσμικόν· ἔγνωσαν γὰρ αὐτὸν ἀνάρχως βασιλεύοντα· οὐκ ἐζήτουν ἁλουργίδα· ἐθεώρουν γὰρ αὐτὸν ἀναβαλλόμενον φῶς, ὡς ἱμάτιον· οὐ περιεβλέποντο πλῆθος στρατιωτῶν, πεισθέντες τῷ εἰρηκότι προφήτῃ· Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες ἀρχαγγέλων παρειστήκεισαν αὐτῷ· οὐκ ἐπεζήτουν ἵππους καὶ ἅρματα· ἐγνώρισαν γὰρ ὅτι αὐτός ἐστιν ὁ τὸν Ἠλίαν ἐν ἅρματι πυρίνῳ ἀναλαβών· καὶ τοὺς εὐαγγελιστὰς καθάπερ ἵππους παρακολουθοῦντας αὐτῷ γινώσκοντες, πεισθέντες τῷ εἰρηκότι προφήτῃ· Ζαχαρίας δὲ οὗτός ἐστιν ὁ εἰπὼν, ὅτι Ὀπίσω αὐτοῦ ἵπποι λευκοὶ, καὶ πυῤῥοὶ, καὶ ποικίλοι, καὶ ψαροί. Λευκὸς ἵππος Ματθαῖος, ὡς τὰ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου σαφέστερον ἐκθέμενος· ψαρὸς ἵππος ὁ Μάρκος, ὃς διανθέστερον τὸ Εὐαγγέλιον ἔγραψε· ποικίλος ἵππος ὁ Λουκᾶς, ὡς εὐγλωττοτέρως καὶ ποικίλως τὰ κατὰ Κύριον ἐκθέμενος· πυῤῥὸς ἵππος Ἰωάννης, ὁ τὴν θεότητα τοῦ Χριστοῦ, καθάπερ ἀστραπὴ πυρὸς, τοῖς ἀποστόλοις ἐκλάμψας. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἵππους δὲ ταχυδρόμους εἰς πᾶσαν τὴν γῆν τὸ Εὐαγγέλιον κομίσαντας, καὶ ὁ προφήτης Ἀμβακοὺμ τοὺς ἀποστόλους ὠνόμασε λέγων· Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου· θάλασσαν τροπικῶς τὸν ἅπαντα κόσμον καλέσας. Οὐκ ἐζήτουν ἐπὶ τοῦ Κυρίου ὄχημα λιθοκόλλητον, πορφυρόστρωτον, βασιλικοῖς ὅπλοις διηθυσμένον· ᾔδεισαν γὰρ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ, τὰς ἑξαπτέρυγας λαμπάδας, ὄχημα κεντούμενα, πεισθέντες τῷ εἰρηκότι· Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ ἐμφάνηθι. Θεόθεν τοίνυν ὁ Ἱεροσολυμικὸς ἐκεῖνος πιστὸς ὄχλος τὴν ἀποκάλυψιν δεξάμενος, οὐκ ἐσκανδαλίσθη ὑπὸ τοῦ εὐτελοῦς πώλου, ἀλλ' ἐνεδυναμώθη ὑπὸ τῆς Δεσποτικῆς παρουσίας. Διὸ ὡς μόνον εἶδον τὸν Κύριον ἐπιβάντα τῷ πώλῳ, εὐθέως προφητικαῖς προῤῥήσεσι νυχθέντες, ἀναλαβόντες τὰ βαΐα τῶν φοινίκων, ἔλεγον πρὸς ἀλλήλους οἱ ὄχλοι· Τί ἀναμένομεν, καὶ οὐκ ἐξερχόμεθα εἰς ἀπάντησιν τοῦ νοητοῦ φοίνικος, κρατοῦντες τὰ βαΐα τῶν φοινίκων; Ὁ καρπὸς αὐτοῦ γλυκάσματος καὶ ἀθανασίας πλήρης· τὰ φύλλα αὐτοῦ τῆς οἰκουμένης ἰάματα· τὸ στέλεχος αὐτοῦ, τουτέστι, τὸ ξύλον τοῦ σταυροῦ, τοῦ κόσμου παντὸς σωτηρία, καὶ τρόπαιον τῆς κατὰ τοῦ διαβόλου νίκης. Ἠκούσαμεν τῆς ἐξ ἡμῶν Ἐκκλησίας ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων βοώσης· Ἀναβήσομαι ἐπὶ τοῦ φοίνικος, κρατήσω τῶν κλάδων αὐτοῦ. Προλάβωμεν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καὶ ὡς φοίνικα νοητὸν, καὶ ὡς βασιλέα κραταιὸν ἀσπασώμεθα. Ταῦτα τῶν ὄχλων λεγόντων καὶ διαπραττομένων, καὶ τὸν Κύριον εὐφημούντων, οἱ ἀρχιερεῖς καὶ Φαρισαῖοι δριμυχθέντες σφόδρα ἐπετίμων τοῖς ὄχλοις λέγοντες· Τί ποιεῖτε, τί ματαιολογεῖτε προπετέστατοι; ὡς Θεῷ τῷ υἱῷ τοῦ τέκτονος προσέρχεσθε τὰ βαΐα κρατοῦντες; Κύριον ὀνομάζετε τὸν μὴ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖναι; βασιλικὰς φωνὰς περιβάλλετε τῷ ἐπὶ πώλῳ ὄνου καθεζομένῳ; οὐχὶ ὁ Πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ παρ' ἡμῖν εἰσι; Παύσασθε, προπετέστατοι, εἰ δὲ μή γε, κολασθήσεσθε. Διὰ τοῦτο γὰρ ἀπεστάλημεν, ὅπως τοὺς ἐν ὑμῖν προπετεστάτους σημειωσώμεθα, δίκας τῇ τόλμῃ ἀποτιννύντας. Ταῦτα ἀκούσαντες οἱ ὄχλοι τῶν ἀρχιερέων λεγόντων, οὐ κινοῦνται μὲν πρὸς στάσιν, ἀποκρίνονται δὲ πρὸς αὐτοὺς τῆς χάριτος ἐνεργούσης· Μέμφεσθε ἡμῖν, Φαρισαῖοι, καὶ κόλασιν ἡμῖν ἀπειλεῖτε ὡς βλασφημίαν προϊεμένοις; τίνες κολάσεως ἄξιοι; ὑμεῖς οἱ τὰς Γραφὰς ἀναγινώσκοντες καὶ μὴ νοοῦντες, ἢ ἡμεῖς οἱ ἀκούοντες καὶ κρατοῦντες; σφαλλόμεθα βαΐα τῶν φοινίκων τῷ Κυρίῳ προσφέροντες; οὐκ αὐτός ἐστιν ὁ τῆς δικαιοσύνης φοίνιξ; οὐ περὶ αὐτοῦ κέκραγεν ὁ προφήτης, Δίκαιος ὡς φοίνιξ ἀνθήσει; οὐκ αὐτὸς ἤνθησε τῶν τυφλῶν τὴν ἀνάβλεψιν; οὐ χωλοῖς τὸν δρόμον ἀκώλυτον ἐχαρίσατο; οὐ τὸν παράλυτον τὴν βαστάσασαν κλίνην βαστάσαι ἐποίησεν; οὐ τὸν τεταρταῖον Λάζαρον ἐξήγειρεν ἐκ θανάτου; οὐ διὰ τοῦτο βούλεσθε τὸν Λάζαρον πάλιν ἀποκτεῖναι; οὐχ ὑμεῖς τὸν λίθον ἀπεκυλίσατε, καὶ τῇ ἀπιστίᾳ ὡς λίθοι σκληρύνεσθε; οὐχ ὑμῖν ἐπέτρεψε λῦσα τὰς κειρίας, ἵνα μὴ, ὡς ἐπὶ τοῦ ἐκ γενετῆς τυφλοῦ, ἄλλον ἐξ ἄλλου τάφου παραπηδήσαντα ψευδολογήσητε; Ἀεὶ ὑμεῖς τοῖς καλοῖς βασκαίνετε, ὦ Φαρισαῖοι, καὶ τῷ πλήθει πιστεύοντι ἐναντιοῦσθε. Διὰ τοῦτο πάλιν τὸν Λάζαρον ἐβουλεύσασθε φονοκτονῆσαι, ἵνα τοῦ ὄχλου τὴν πίστιν ἐκκόψητε. Εἰ γὰρ φονεύσητε τὸν Λάζαρον, τί; οὐ δύναται πάλιν αὐτὸν ἀναστῆσαι; Ἴδωμεν τίς κοπωθήσεται, ὑμεῖς φονεύοντες, ἢ ἐκεῖνος ἐγείρων; Ὑμεῖς ἔργῳ καὶ κόπῳ φονεύετε, αὐτὸς λόγῳ ἀνίστησι. Τίς μᾶλλον κοποῦται; οὐχ ὁ λόγος τοῦ ἐνεργοῦντος κουφότερος; σφαλλόμεθα, ὦ Φαρισαῖοι, ὅτι ὡς βασιλεῖ προσήλθομεν τῷ Κυρίῳ; Τὸν πῶλον θεωροῦντες μᾶλλον ἐνεδυναμώθημεν. Διὸ καὶ βασιλέα κραταιὸν γνωρίζομεν, καὶ ἔχομεν τὴν Γραφὴν παρὰ πόδας, ἵνα μάθητε συνετῶς ὅτι οὐχ ἡμεῖς σφαλλόμεθα, ἀλλ' ὑμεῖς πλανᾶσθε. Ἔχετε τὸν προφήτην Ζαχαρίαν· τούτου τοὺς λόγους ἀναπτύξατε· φοβήθητε αὐτοῦ τὸ δρέπανον τῆς ἐκδικήσεως· ἐκ πολλῶν γὰρ τῶν χρόνων τὴν Ἰουδαίαν εὐαγγελιζόμενος ἐκέκραγε, Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἡσύχιος, καθήμενος ἐπὶ πῶλον ὄνου, υἱὸν ὑποζυγίου. Μὴ σφαλλόμεθα τὴν Γραφὴν ἀναγινώσκοντες, καὶ τὸν βασιλέα γνωρίζοντες, καὶ ἑαυτοὺς εὐεργετοῦντες, καὶ τοὺς ἀμφιβάλλοντας ἐπιστρέφοντες; Τὸν προφήτην κατέχετε καὶ τὸν προφητευθέντα νοεῖν οὐ θέλετε; Ἀποστήσατε τοιγαροῦν, ὦ Φαρισαῖοι. Ὅσον ἡμῖν ἐπίκεισθε, τοσοῦτο μᾶλλον τὸν πόθον ἡμῶν διεγείρετε καὶ τὸν ζῆλον. Διὸ οὐ πλανώμεθα βοῶντες, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Γνωρίζομεν τὸ ὄνομα, ὦ Φαρισαῖοι· τοῦτο τὸ ὄνομα τῆς Αἰγύπτου ἡμᾶς ἠλευθέρωσε, καὶ τὴν θάλασσαν ἡμῖν βατὴν πεποίηκε, καὶ τὴν ἔρημον ἐπόλισε, καὶ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι ἐνῴκισε· τὸν προφήτην βοᾷν παρεσκεύασε· Γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος· σὺ μόνον ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Ὅτι μὲν ὁ ὄχλος εὐπειθὴς, οἱ δὲ ἀρχιερεῖς ἀπειθεῖς, ἄκουε τοῦ εὐαγγελιστοῦ· Καὶ συνεβουλεύσαντο οἱ ἀρχιερεῖς, ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον ἀπὸ τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Εἶδες τῶν ἀρχιερέων τὴν μανίαν; Ἵνα ἐκκόψωσι τὴν πίστιν τοῦ πλήθους, ἐζήτουν καὶ τὸν Λάζαρον ἀποκτεῖναι, λέγοντες πρὸς ἑαυτοὺς, ὅτι Ἐὰν τὸν Ἰησοῦν μόνον ἀποκτείνωμεν, καταλείψωμεν δὲ τὸν Λάζαρον ζῶντα, οὐδὲν ὠφελοῦμεν· τοῦτον γὰρ ὁρῶντες εἰς ἐκεῖνον πιστεύουσιν. Ὅπως οὖν μὴ καὶ μετὰ θάνατον πρόσκομμα ἡμῖν γένηται, τοῦ πιστεύειν τινὰς εἰς τὸν Ἰησοῦν, ἀποκτείνωμεν τὸν Λάζαρον, ἵνα πάντῃ τὴν μνήμην αὐτοῦ ἐξαλείψωμεν. Ταῦτα δὲ καὶ ἕτερα ἔλεγον οἱ ἀρχιερεῖς, ὡς ἄνθρωποι ματαιόφρονες, μὴ συνιέντες ὅτι ὁ Κύριος μέλλων τὸν ἑκούσιον θάνατον καταδέχεσθαι ὑπὲρ τῆς τοῦ κόσμου ἀθανασίας, οὐκ ἔμελλε τὸν Λάζαρον μόνον καὶ τὴν τούτου ἔγερσιν τῷ κόσμῳ εἰς μνήμην καταλιμπάνειν, ἀλλὰ καὶ τὸν ἀκαταμάχητον σταυρόν· ὃν οὔτε δυνήσονται οὔτε πορθῆσαι οὔτε κρύψαι οὔτε ματαιῶσαι, διὰ πάσης τῆς οἰκουμένης δεικνύντα τῆς ἐνεργείας αὐτοῦ τὴν δύναμιν. Ποῖος γὰρ οἶκός ἐστιν ὁ μὴ ἔχων τὸ σημεῖον τοῦ σταυροῦ, τρόπαιον κατὰ δαιμόνων καὶ φυλακτήριον ψυχῶν ὑπάρχον; Ποῖον πλοῖον τὸ μὴ πηδαλιουχούμενον ὑπὸ τοῦ σταυροῦ; ποία πόλις ἡ μὴ ἔχουσα τὸν σταυρὸν φρούριον; ποῖος βασιλεὺς ὁ μὴ ἀναδεσμούμενος τὸν σταυρόν; ποία παρθένος ἡ μὴ ἔχουσα βακτηρίαν τὸν σταυρόν; ποία Ἐκκλησία ἡ μὴ τῷ σταυρῷ τετειχισμένη; Σταυρὸς ἐν νυκτὶ φωτίζει, καὶ ἐν ἡμέρᾳ λαμπαδουχεῖ· χειμῶνα συμφορῶν ἔαρ καλεῖν καὶ θέρος ἐπίσταται, συζυγίαν συσφίγγει, φιλίαν αὔξει, δι' ἁπάντων τῶν ἀγαθῶν ἀρχῇ. Τί οὖν ὁ εὐαγγελιστής; καλὸν γὰρ καὶ τὴν κεφαλὴν τῆς πάσης διακοπῆς ψηλαφῆσαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος, Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Καὶ ποία αὕτη ἡ πρὸ ἓξ ἡμερῶν ἡμέρα; Ποία αὕτη; Ἡ παροῦσα ἡμέρα ἡ τὸν πρόδρομον Ἰωάννην χαρακτηρίζουσα. Ὥσπερ γὰρ Ἰωάννης προέδραμε τοῦ Κυρίου, οὕτω καὶ αὕτη προέδραμε τῆς ἀναστάσεως· καὶ ὥσπερ ὁ Ἰωάννης δακτυλοδεικτῶν τὸν Κύριον ἔλεγεν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· οὕτω καὶ αὕτη δακτυλοδεικτοῦσα τὴν μέλλουσαν κυριακὴν, ἐκέκραγε λέγουσα· Ἴδε ἡ μήτηρ τῶν μελλόντων ἀναγεννᾶσθαι. Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα. Ἀκούσατε τὴν ἡμέραν· οὐ γὰρ ἁπλῶς κεῖται τὸ, Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα· ἀλλ' ἵνα μάθῃς καθαρίσαι ἑαυτὸν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Προκαθάρσιον γάρ ἐστιν αὕτη ἡ ἡμέρα, ἵνα ἑαυτὸν καθαρίσῃς ἀπὸ πάσης κηλῖδος, ἵνα λύσῃς ἔχθραν καὶ παύσῃς ὀργὴν, ἵνα σβέσῃς διαβολὴν, ἵνα συσφίγξῃς ἀγάπην, ἵνα πλατύνῃς φιλοπτωχείαν, ἵνα μὴ μόνος σὺ ἑορτάσῃς, ἀλλὰ καὶ ὁ ἐνδεόμενος συνεορτάσῃ σοι. Ἐὰν γὰρ μὴ μεταδῷς τῷ χρείαν ἔχοντι, ἐκεῖνος δὲ στυγνάζῃ, καὶ σὺ ἑορτάζῃς, σκόπει μὴ γένοιτο ἐπὶ σοῦ ἡ τοῦ πλουσίου ἐκείνου ἀνταπόδοσις, ὅστις εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς, τῷ Λαζάρῳ ἐκ τῶν ψιχίων οὐ μετέδωκε. Μετάδος οὖν τῆς τραπέζης τῷ χρείαν ἔχοντι, καὶ εὐποίησον τοὺς δεομένους, ὅπως καὶ σὺ διαπαντὸς ἑορτάσῃς, καὶ ὁ πένης συνευωχηθῇ. Ἐὰν γὰρ σὺ μὴ εὐποιήσῃς εἰς τὸν ὁμόδοξόν σου πένητα, τὸν χρείαν παραμυθίας ἔχοντα, ἐκεῖνος δὲ ἀπὸ ἀνάγκης παρὰ σοῦ μὴ εὐεργετηθεὶς, προσέλθῃ αἱρετικῷ, κἀκεῖνος αὐτῷ παραμυθήσηται, γέγονεν ἐκεῖνος σοῦ φιλανθρωπότερος. Πᾶς γὰρ αἱρετικὸς καθυλακτεῖ τοῦ ποιμένος. Τί οὖν ὁ εὐαγγελιστής; Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ὢ τῆς τοῦ Κυρίου σοφίας· ἤγειρε τὸν Λάζαρον, ἵνα ἐρεθίσῃ τὸν διάβολον. Ἄκουε διὰ βραχέων. Ὡς εἶδεν ὁ διάβολος, τοῦ Κυρίου βοήσαντος, Λάζαρε, δεῦρο ἔξω, καὶ πάντα τὰ καταχθόνια διαλυθέντα, καὶ τὰς κάτω δυνάμεις μὴ ὑπομενούσας κρατεῖν, καὶ ὅτι ὡς βασιλικοῦ προστάγματος καταπεμφθέντος, μᾶλλον δὲ ὡς θεϊκοῦ βουλήματος ἐνεργοῦντος, αἱ μὲν τρίχες Λαζάρου ἄνωθεν ἐῤῥιζοῦντο, τῶν δὲ νεύρων αἱ διαλύσεις συνεσφίγγοντο, τῶν δὲ σαρκῶν αἱ μειώσεις ἀνεπληροῦντο, τῶν δὲ ὀστέων ὁ χωρισμὸς συνηρμόζετο, τῶν δὲ ἰχώρων τὰ ῥεῖθρα συνεστέλλετο, τὸ δὲ πνεῦμα τὸ ζωτικὸν ὑπεισήρχετο, ἡ δὲ δέσποινα ψυχὴ τὴν προτέραν καὶ ἀρχαίαν μονὴν παρελάμβανεν· ὡς εἶδε ταῦτα καὶ τὰ παραπλήσια γινόμενα, θορυβηθεὶς καὶ ἐναγώνιος γενόμενος ἐπέτασσε ταῖς αὐτοῦ δυνάμεσι λέγων, Ἀντιτάξασθε, κραταιώθητε, τὴν ἐμὴν βασιλείαν μὴ προδῶτε. Ὢ τί πέπονθα; καταλύεται τὸ κράτος τοῦ θανάτου, ὅπερ διὰ τῆς ἁμαρτίας ἐκτησάμην· ὅνπερ εἶχον τέσσαρας ἡμέρας κρατῶν, νῦν ἀποδιδῶ βίᾳ μεγάλῃ· συμφορᾷ περιπέπτωκα· ἠρξάμην ἐξεμεῖν οὓς κατέπιον. Οὐ διὰ τὸν Λάζαρον μόνον κλαίω, ἀλλὰ φοβοῦμαι μὴ καὶ τοὺς ἄλλους, οὓς κατέχω ἀπὸ Ἀδὰμ μέχρι τοῦ νῦν, ἀπολέσω. Σπουδῆς μοι χρεία, καὶ πολλῆς ἰσχύος· εἰ μὴ προκαταλάβω τὸν τῷ λόγῳ συλῶντά με, πάσης μου τῆς ὑπάρξεως κενὸν ἀποδείξει. Εὗρον τί πράξω, ἔγνων τί ποιήσω· ἔχω τοὺς Ἰουδαίους συνδρόμους· μισθοῦμαι τὸν Ἰούδαν· ἀεί μοι οὗτος καλῶς ὑπουργεῖ· φιλάργυρος γὰρ ὢν, προσελθούσης γυναικὸς τὸ μύρον τριακοσίων δηναρίων διετιμήσατο, κόπους παρέχων αὐτῇ· καὶ τὸ μὲν μύρον διετιμήσατο τριακοσίων δηναρίων, τὸν δὲ Δεσπότην τοῦ μύρου τριάκοντα δηναρίων ἐπώλησε. Πολλῆς μοι οὖν σπουδῆς χρεία σταυρὸν κατασκευάσαι. Αὐτός μου τὸν Λάζαρον ἔλαβεν, ἐγὼ δὲ αὐτὸν ὧδε καθελκύσω, καὶ τοῖς νεκροῖς συναριθμήσω, ἵνα μάθῃ κατὰ μείζονος μὴ στρατεύεσθαι. Αἱ δὲ κάτω δυνάμεις πρὸς αὐτόν· Ὅλον τὸν Ἰησοῦν ὧδε καταπαῦσαι βούλει; βλέπε μὴ καθ' ἑαυτοῦ κάμνῃς· ἔχεις αὐτοῦ πεῖραν· ἐπάλαισας αὐτὸν ἐν τῇ ἐρήμῳ· οὐχὶ τρίτον προσῆλθες, καὶ τρισσῶς ἔπεσας; Ἐὰν δὲ κατέλθῃ, τί μέλλεις πράττειν; Ταῦτα βουλευσάμενος καὶ τὰ παραπλήσια τούτων, ὁ διάβολος τοὺς Ἰουδαίους εἰς μείζονα φθόνον διήγειρε, καὶ ἠρέθισε θανατῶσαι τὸν Λάζαρον ἐκ νεκρῶν ἀναστήσαντα, καὶ σταυρὸν τῷ Κυρίῳ κατασκευάσαι, ἵνα γένηται ἡ κατάρα εὐλογία, καὶ τὸ ξύλον τοῦ σταυροῦ τοῖς πᾶσι σωτηρία. Διὰ γὰρ τῆς τοῦ Λαζάρου ἀναστάσεως ὁ μὲν διάβολος ἐταράχθη, οἱ δὲ Φαρισαῖοι συνεχύθησαν, ἡ Μάρθα ἐπληροφορήθη, ἡ Μαρία ἐδοξάσθη, ἡ ἀνάστασις προανεδείχθη, οἱ μαθηταὶ κραταιότεροι ἐγένοντο, καὶ πολλοὶ τῶν Ἰουδαίων πιστευσάντων εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὑπήντησαν αὐτῷ μετὰ κλάδων καὶ βαΐων κράζοντες καὶ λέγοντες· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, βασι λεὺς τοῦ Ἰσραήλ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In ramos palmarum [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg297.local001/.
