# In ramos palmarum [Sp.] 310

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In ramos palmarum [Sp.], Pg 310. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-ramos-palmarum-sp-3/310

εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. Καίτοι πολλάκις ἐπέβη τῶν Ἱεροσολύμων πρότερον ἀλλ' οὐδέποτε μετὰ τοσαύτης περιφανείας. Τί οὖν τὸ αἴτιον; προοίμιον ἦν τότε οἰκονομίας καὶ οὔτε αὐτὸς σφόδρα κατάδηλος ἦν οὔτε ὁ καιρὸς τοῦ παθεῖν ἐγγύς· διόπερ ἀδιαφορώτερον αὐτοῖς ἀνεμίγνυτο καὶ μᾶλλον κρύπτων ἑαυτόν. Οὔτε γὰρ ἂν ἐθαυμάσθη φαινόμενος οὕτως καὶ εἰς μείζονα αὐτοὺς ἐξήγειρεν ὀργήν. Ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μειζόνως ἐπιλάμπει λοιπὸν καὶ μετὰ πλείονος ἅπαντα πράττει περιφανείας τὰ μέλλοντα αὐτοὺς ἐκκαίειν. Δυνατὸν μέντ' ἄρ' ἦν καὶ παρὰ τὴν ἀρχὴν τοῦτο γενέσθαι, ἀλλ' οὐδὲν χρήσιμον οὐδὲ λυσιτελὲς οὕτως. Σὺ δέ μοι θέα ὅσα θαύματα γίνεται καὶ ὅσαι πληροῦνται προφητεῖαι. Εἶπεν, ὅτι εὑρήσετε ὄνον· προεῖπεν, ὅτι οὐδεὶς κωλύει, ἀλλ' ὅτι ἀκούσαντες σιγήσουσι. Καὶ τοῦτο δὲ οὐ μικρὸν κρῖμα Ἰουδαίων ἐστί. Τοὺς οὐδέποτε γνωρίμους αὐτῷ οὐδὲ φανέντας πείθει τὰ ἑαυτῶν προέσθαι καὶ μηδὲ ἀντειπεῖν καὶ διὰ τῶν μαθητῶν. Οὗτοι δὲ αὐτῷ θαυματουργοῦντι παρόντες οὐκ ἐπείσθησαν. Μὴ δὴ μικρὸν εἶναι νομίσῃς τὸ γεγενημένον. Τίς γὰρ αὐτοὺς ἔπεισε τῶν Ἰουδαίων ἀφαιρουμένων καὶ ταῦτα πένητας ὄντας ἴσως καὶ γεωργοὺς μὴ ἀντειπεῖν; τί λέγω μὴ ἀντειπεῖν; μὴ ἐρέσθαι ἢ καὶ ἐρομένους σιγῆσαι καὶ παραχωρῆσαι; Καὶ γὰρ ἀμφότερα ὁμοίως θαύματα ἦν· καὶ εἰ μηδὲν εἶπον ἑλκομένων τῶν ὑποζυγίων καὶ εἰπόντες καὶ ἀκούσαντες, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει παρεχώρησαν καὶ οὐκ ἀντέστησαν καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες ἀλλὰ τοὺς μαθητάς. Ἀπὸ τούτων αὐτοὺς παιδεύει, ὅτι καὶ Ἰουδαίους ἠδύνατο καὶ ἄκοντας κωλῦσαι διόλου μέλλοντας αὐτῷ ἐπιέναι καὶ ἀφώνους καταστῆσαι. Ἀλλ' οὐκ ἠθέλησεν. Καὶ ἕτερον δὲ μετὰ τούτων διδάσκει τοὺς μαθητὰς ὅπερ ἂν αἰτήσῃ διδόναι καὶ αὐτὴν κελεύει τὴν ψυχὴν προέσθαι καὶ ταύτην παρέχειν καὶ μὴ ἀντιλέγειν. Εἰ γὰρ ἀγνοοῦντες οὕτω παρεχώρησαν, πολλῷ μᾶλλον αὐτοῦ ἀπόντος ἐξίστασθαι δεῖ. Προσδὲ προφητείαν καὶ ἑτέραν πάλιν ἐπλήρου διπλῆν, τὴν μὲν δι' ἔργων τὴν δὲ διὰ ῥημάτων. Καὶ ἡ μὲν διὰ τῶν ἔργων ἦν ἡ διὰ τῆς καθέδρας τοῦ ὄνου, ἡ δὲ διὰ ῥημάτων, ἡ τοῦ προφήτου Ζαχαρίου. Καὶ γὰρ

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In ramos palmarum [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg435.local001/.
