# In ramos palmarum [Sp.] 312

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In ramos palmarum [Sp.], Pg 312. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-ramos-palmarum-sp-3/312

ἀπαιτῶν, οὐ σοβῶν καὶ δορυφόρους περιάγων, ἀλλὰ πολλὴν ἐπιείκειαν κἀντεῦθεν ἐπιδεικνύμενος Ἐρώτησον τοίνυν τὸν Ἰουδαῖον ποῖος βασιλεὺς ἐπὶ ὄνου ὀχούμενος εἰσῆλθεν εἰς Ἱερουσαλήμ; ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν, ἀλλ' ἢ τοῦτο μόνον· Ἐποίει δὲ ταῦτα, ὅπερ ἔφην, τὰ μέλλοντα προδηλῶν. Ἐνταῦθα γὰρ ἡ Ἐκκλησία δηλοῦται διὰ τοῦ πώλου καὶ ὁ λαὸς ὁ νέος καί ποτε ἀκάθαρτος μετὰ δὲ τὸ καθίσαι τὸν Ἰησοῦν καθαρὸς γενόμενος. Καὶ ὅρα διόλου τὴν εἰκόνα σωζομένην. Οἱ γὰρ μαθηταὶ λύουσι τὰ ὑποζύγια· διὰ γὰρ τῶν ἀποστόλων κἀκεῖνοι καὶ ἡμεῖς ἐκλήθημεν, διὰ τῶν ἀποστόλων προσήχθημεν. Ἐπειδὴ δὲ καὶ ἡ ἡμετέρα εὐδοκίμησις ἐκείνους παρεζήλωσε, διὰ τοῦτο φαίνεται ὄνος ἀκολουθοῦσα τῷ πώλῳ. Μετὰ γὰρ τὸ καθίσαι τὸν Χριστὸν ἐπὶ τὰ ἔθνη, τότε ἥξουσι κἀκεῖνοι παραζηλοῦντες. Καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν· ὅτι πώρωσις ἀπὸ μέρους τοῦ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ τότε πᾶς Ἰσραὴλ σωθήσεται. Ὅτι γὰρ προφητεία ἦν δῆλον ἐκ τῶν εἰρημένων· οὐ γὰρ ἂν ἐμέλησε τῷ προφήτῃ μετὰ τοσαύτης ἀκριβείας ὄνου τὴν ἡλικίαν εἰπεῖν, εἰ μὴ τοῦτο ἦν. Οὐ ταῦτα δὲ μόνον δηλοῦται διὰ τῶν εἰρημένων, ἀλλ' ὅτι καὶ μετ' εὐκολίας αὐτοὺς ἀξιοῦσιν οἱ ἀπόστολοι. Ὥσπερ γὰρ ἐνταῦθα οὐδεὶς ἀντεῖπεν εἰς τὸ κατασχεῖν, οὕτως οὐδὲ ἐπὶ τῶν ἐθνῶν οὐδεὶς ἠδυνήθη διακωλῦσαι τῶν κατεχόντων αὐτοὺς ἔμπροσθεν. Οὐ κάθηται δὲ ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ' ἐπὶ τὰ ἱμάτια τῶν ἀποστόλων. Ἐπειδὴ γὰρ τὸν πῶλον ἔλαβον, ἅπαντα λοιπὸν προΐενται, καθὼς καὶ Παῦλος ἔλεγεν· ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ δαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Σκόπει δὲ τὸ εὐήνιον τοῦ πώλου, πῶς ἀδάμαστος ὢν καὶ χαλινοῦ ἄπειρος οὐκ ἐσκίρτησεν ἀλλ' εὐτάκτως ἐφέρετο, ὃ καὶ αὐτὸ προφητειῶν τις ἦν, δηλοῦσα τὸ καταπειθὲς τῶν ἐθνῶν καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν. Καὶ γὰρ πάντα τὸ ῥῆμα εἰργάσατο λέγον· λύσαντες ἀγάγετέ μοι· ὥστε τὰ ἄτακτα εὔτακτα καὶ τὰ ἀκάθαρτα γενέσθαι λοιπὸν καθαρά. Ἀλλ' ὅρα τὸ ταπεινὸν τῶν Ἰουδαίων. Τοσαῦτα θαύματα εἰργάσατο καὶ οὐδέποτε αὐτὸν οὕτως ἐξεπλάγησαν. Ἐπειδὴ δὲ εἶδον ὄχλον συντρέχοντα, τότε θαυμάζουσι. Ἐσείσθη γὰρ πᾶσα ἡ πόλις λέγουσα. Τίς ἐστιν οὗτος, οἱ δὲ ὄχλοι ἔλεγον. Οὗτός ἐστιν ὁ προφήτης, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας· καὶ ὅτε ἔδοξάν τι μέγα λαλεῖν, τότε χαμαίζηλος αὐτῶν ἡ γνώμη καὶ ταπεινὴ καὶ σεσυρμένη.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In ramos palmarum [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg435.local001/.
