Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In ramos palmarum [Sp.] 1.1
Not analysed yet
Ἐκ θαυμάτων ἐπὶ θαύματα τοῦ Κυρίου βαδίσωμεν, ἀδελφοὶ, καὶ φθάσωμεν, ὡς ἐκ δυνάμεως εἰς δύναμιν. Καθάπερ γὰρ ἐν ἁλύσει χρυσῇ κρικίοις ἀλληλενδέτοις συμβεβλημένῃ ἓν τοῦ ἑνὸς κατέχεται, καὶ τῶν συμβεβλημένων ἕκαστον συνάπτεται θάτερον θατέρῳ καὶ παραπέμπεται· οὕτω καὶ τὰ τῶν ἁγίων Εὐαγγελίων θαύματα ἐξ ἀλλήλων εἰς ἄλληλα ποδηγοῦσι τὴν φιλέορτον τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ εὐφραίνουσιν οὐ τῇ ἀπολλυμένῃ βρώσει, ἀλλὰ τῇ μενούσῃ εἰς ζωὴν αἰώνιον. Φέρε οὖν σήμερον καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ἑτοιμασίᾳ καρδίας καὶ ὠσὶν εὐηκόοις ἀκούσωμεν, τί λαλήσει ἡμῖν Κύριος ὁ Θεὸς ἔν τε προφήταις καὶ Εὐαγγελίοις περὶ τῆς θειοτάτης ταύτης ἑορτῆς. Λαλήσει δὲ πάντως εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν. Σήμερον προφητικαὶ σάλπιγγες τὴν οἰκουμένην ἀνεπτέρωσαν, καὶ τὰς ἁπανταχῆ τοῦ Κυρίου Ἐκκλησίας ἐφαίδρυναν καὶ κατέστεψαν, καὶ ἐκ τοῦ σκάμματος τῶν ἁγίων νηστειῶν καὶ τῆς κατὰ τῶν παθῶν παλαίστρας παραλαβοῦσαι τοὺς πιστοὺς, τὸν ἐπινίκιον ὕμνον καὶ τὸ καινὸν θέαμα τῆς εἰρήνης ᾄδειν τῷ νικοποιῷ Χριστῷ ἐδίδαξαν. Δεῦτε οὖν ἅπαντες, ἀγαλλιασώμεθα τῷ Κυρίῳ· δεῦτε πάντα τὰ ἔθνη, κροτήσωμεν χεῖρας, καὶ ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν ἐν φωνῇ ἀγαλλιάσεως. Μηδεὶς ἄμοιρος ἔστω τῆς χαρᾶς, μηδεὶς ὑστερείτω τῆς κλήσεως, ὅτι ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν· μηδεὶς ἀγνωμονείτω τὴν ὑπάντησιν τοῦ βασιλέως, ἵνα μὴ ἔξωθεν τοῦ νυμφῶνος ἀποκλεισθῇ· μηδεὶς σκυθρωπὸς ἢ κατηφὴς πρὸς τὴν ὑποδοχὴν εὑρεθῇ ἐν ἡμῖν, ἵνα μὴ τοῖς πονηροῖς πολίταις συγκατακριθῇ. Πολίτας δὲ πονηρούς φημι τοὺς μὴ θέλοντας δέξασθαι τὸν Κύριον βασιλέα ἐφ' αὑτούς. Πάντες φαιδρῶς συνδράμωμεν, πάντες προθύμως ὑποδεξώμεθα, καὶ ὑπερκοσμίως ἑορτάσωμεν. Ἀντὶ ἱματίων τὰς καρδίας ἡμῶν ἐκχέωμεν ἐνώπιον αὐτοῦ, καὶ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ εὐχαριστίαις ἀνατείνωμεν αὐτῷ, καὶ τὸ, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἀκαταπαύστως βοήσωμεν. Οἱ γὰρ εὐλογοῦντες αὐτὸν, ηὐλόγηνται· καὶ οἱ καταρώμενοι αὐτὸν, κατήρανται. Πάλιν ἐρῶ, καὶ προτρεπόμενος ἐπὶ τὸ ἀγαθὸν οὐ παύσομαι· Δεῦτε, ἀγαπητοὶ, εὐλογήσωμεν τὸν εὐλογημένον, ἵνα εὐλογηθῶμεν ὑπ' αὐτοῦ. Πᾶσαν ἡλικίαν καὶ ἀξίαν ἐπὶ τὸ αὐτὸ συνεκάλεσεν ὁ λόγος πρὸς τὴν τοῦ Κυρίου αἴνεσιν, Βασιλεῖς τῆς γῆς καὶ πάντας τοὺς λαοὺς, ἄρχοντας καὶ πάντας κριτὰς γῆς, νεανίσκους καὶ παρθένους. Καὶ τὸ καινοπρεπὲς τοῦ θαύματος, ὅτι τῇ νέᾳ καὶ ἀπειροκάκῳ τῶν νηπίων παίδων καὶ θηλαζόντων ἡλικίᾳ τὰ πρεσβεῖα συνεχώρησε τοῦ ἐξάρξαι τῷ Κυρίῳ ἐν ἐξομολογήσει τὸ θεοδίδακτον ᾆσμα, καθάπερ πάλαι Μωϋσῆς τῷ ἐξ Αἰγύπτου λαῷ, τὸ, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Σήμερον χαρᾷ χαίρει ὁ μακάριος Δαυῒδ, σεσυλημένος τὴν κιθάραν ὑπὸ νηπίων, οἷς καὶ συγχορεύων τῷ πνεύματι καὶ συνευωχούμενος, καθάπερ τὸ πρὶν πρὸ προσώπου τῆς κιβωτοῦ τοῦ Θεοῦ, συμμουσουργεῖ καὶ συμψελλίζει ἡδέως, τὸ, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Πρὸς ὃν ἐροῦμεν· Λέγε ἡμῖν, ὦ προφῆτα, τίς οὗτος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου; Οὐκ ἐμὸν, φησὶ, τὸ διδασκαλεῖον σήμερον· νηπίοις γὰρ ἀφιέρωται παρὰ τοῦ καταρτίσαντος ἐκ στόματος νηπίων καὶ θηλαζόντων αἶνον τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν· Ὅπως καὶ διὰ τοῦ θαύματος τούτου ἐπιστραφῶσι καρδίαι πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθῶν ἐν φρονήσει δικαίων. Λέγετε, ὦ παῖδες, πόθεν ὑμῖν ἡ καλὴ αὕτη καὶ ἐπίχαρις ἅμιλλα καὶ ᾠδή; τίς ὁ διδάξας; τίς ὁ σοφίσας; τίς ὁ συναθροίσας; ποῦ αἱ δέλτοι; τίνες οἱ παιδαγωγοί; Συγκοινωνήσατε ἡμῖν, φησὶ, τῆς εὐωχίας καὶ μελῳδίας, καὶ μαθήσεσθε τὰ Μωϋσῇ καὶ τοῖς λοιποῖς προφήταις ἐν ἐπιθυμίαις. Ἐπεὶ οὖν προετράπημεν, καὶ δεξιὰς ἡμῖν ἔδωκαν οἱ παῖδες κοινωνίας, δεῦρο, ἀγαπητοὶ, καὶ ἡμεῖς ζηλώσωμεν τὴν θεοπρεπῆ χορείαν, καὶ μετὰ τῶν ἀποστόλων ὁδοιποιήσωμεν τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς, καὶ ἐφ' ὑποζύγιον, ὡς εὐδόκησεν, ἐποχουμένῳ ἐπὶ τῆς γῆς. Μετὰ νηπίων τὰ κλάδη ἄρωμεν, καὶ τοῖς κλάδοις κροτήσωμεν, ὅπως ἐπιπνεύσῃ καὶ ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν θεοδίδακτον ἀναπέμψωμεν εὐτάκτως ᾠδὴν, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὡσάννα ἐν τοῖς ὑψίστοις. Σήμερον ὁ πατριάρχης ἐν πνεύματι ἑορτάζει Ἰακὼβ, ὁρῶν τὴν προφητείαν αὐτοῦ εἰς ἔργον ἀχθεῖσαν, καὶ τὸν δεσμεύοντα πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, ἐπιβεβηκότα ἐπὶ πῶλον νέον· καὶ μετὰ τῶν πιστῶν προσκυνεῖ τῷ πνεύματι. Σήμερον πῶλος ἑτοιμάζεται τὸ τῶν ἀλογίστων ἐθνῶν τὸ πρὶν ἄλογον ἐξεμπλάριον εἰς ἔνδειξιν ὑποταγῆς τοῦ ἐξ ἐθνῶν νέου λαοῦ· καὶ νήπια καταμηνύουσι τὴν τούτων πρὸς θεογνωσίαν νηπιότητα. Σήμερον ὁ βασιλεὺς τῆς δόξης ἐπὶ γῆς προφητικῶς δοξάζεται, καὶ κοινωνοὺς τῆς ἐπουρανίου εὐωχίας τοὺς γηγενεῖς ἀναδείκνυσιν· ἵνα δείξῃ ὅτι αὐτός ἐστι Κύριος ἀμφοτέρων, ὡς ἑκατέρωθεν συμφώνως σὺν Πατρὶ καὶ Πνεύματι ἀνυμνούμενος. Διὰ τοῦτο οἱ μὲν ἄνω τὴν ἐπὶ τῆς γῆς σωτηρίαν καταμηνύοντες ἔψαλλον, Ἅγιος, ἅγιος, ἅγιος, Κύριος σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ· οἱ δὲ κάτω τῇ ἐπουρανίῳ εὐφροσύνῃ συμπανηγυρίζοντες ἐκραύγαζον, Ὡσάννα ἐν τοῖς ὑψίστοις, ὡσάννα τῷ υἱῷ Δαυΐδ. Καὶ οἱ μὲν ἐδοξολόγουν, Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ· οἱ δὲ ἐθεολόγουν, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.