# In ramos palmarum [Sp.] 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In ramos palmarum [Sp.], Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-ramos-palmarum-sp/2.1

Τούτων δὲ οὕτω τελουμένων, καὶ τῶν μαθητῶν χορευόντων περὶ πασῶν ὧν εἶδον δυνάμεων, καὶ λεγόντων, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ἐν ὑψίστοις δόξα, καὶ ἐπὶ γῆς εἰρήνη· ἡ πόλις ἐσείετο λέγουσα· Τίς ἐστιν οὗτος; πεπωρωμένον φθόνον κατὰ τῆς τοῦ Δεσπότου δόξης κινοῦσα. Πόλιν δὲ ἀκούων, τὴν παλαιὰν τῆς συναγωγῆς ἄτακτον πληθὺν ἐπιγίνωσκε. Διερωτῶσιν οἱ ἀγνώμονες, Τίς ἐστιν οὗτος; ὡς μήπω ἑωρακότες τὸν εὐεργέτην καὶ περιβόητον τοῖς θεοπρεπέσι θαύμασιν. Οὐ γὰρ κατέλαβεν ἡ σκιὰ τὸ ἐν αὐτῇ ἐπιλάμψαν ἄδυτον φῶς. Ὅθεν εὐθυβόλως προανακέκραγε πρὸς αὐτοὺς Ἡσαΐας λέγων· Οἱ κωφοὶ, ἀκούσατε, καὶ οἱ τυφλοὶ, ἀναβλέψατε ἰδεῖν. Καὶ τίς τυφλὸς, ἀλλ' ἢ οἱ παῖδές μου; καὶ κωφοὶ, ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Εἴδετε πολλάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Ὁρᾶτε, ἀγαπητοὶ, ἀκρίβειαν λόγων; ὅπως τὸ προθεωρητικὸν θεῖον Πνεῦμα διὰ τῶν ἁγίων αὐτοῦ, ὡς παρόντα, τὰ μέλλοντα προεκήρυττεν; Εἶδον γὰρ οἱ ἀχάριστοι, καὶ ἐψηλάφησαν διὰ τῶν θαυμάτων τὸν θαυματουργὸν Θεὸν, καὶ τῇ ἀπιστίᾳ ἐνέμειναν· εἶδον τὸν τυφλὸν ἐκ γενετῆς τὸν φωταγωγήσαντα Κύριον κηρύττοντα· εἶδον σύγχρονον καὶ σύζυγον τῇ ἀσθενείᾳ παράλυτον προστάγματι διαζευχθέντα τῆς κακουχίας· ἐθεάσαντο Λάζαρον φυγάδα θανάτου γεγονότα· ἤκουσαν τὸν ἐν θαλάσσῃ περίπατον, τὴν ἀγεώργητον οἰνοδοσίαν, τὴν ἄμοχθον ἀρτοτροφίαν, τὴν τῶν δαιμόνων ἀπελασίαν, τὴν τῶν καμνόντων εὐρωστίαν· αἱ πλατεῖαι αὐτῶν τὰς δυνάμεις ἐκήρυττον, αἱ ὁδοὶ αὐτῶν τὰς ἰάσεις τοῖς ὁδοιπόροις κατήγγειλον· πᾶσα ἡ Ἰουδαῖα ἐπληρώθη τῶν εὐεργεσιῶν, καὶ νῦν πυνθάνονται, Τίς ἐστιν οὗτος; Ὢ τῆς ἀνοίας τῶν ψευδωνύμων διδασκάλων. ὢ τῶν ἀπειθῶν πατέρων. ὢ τῶν ἀφρόνων πρεσβυτέρων. ὢ σπέρμα Χαναὰν τοῦ ἀναιδοῦς, καὶ οὐκ Ἰούδα τοῦ εὐλαβοῦς. Τὰ τέκνα ἐπέγνωσαν τὸν κτίστην, καὶ οἱ ἀπειθεῖς πατέρες ἔλεγον, Τίς ἐστιν οὗτος; Ἡ νέα ἡλικία τὸν Θεὸν ἀνύμνησε, καὶ οἱ πεπαλαιωμένοι ἡμερῶν κακῶν ἐπυνθάνοντο. Τίς ἐστιν οὗτος; Οἱ θηλάζοντες θεολογοῦσι, καὶ οἱ πρεσβύτεροι βλασφημοῦσι, παῖδες εὐσεβῶς ἱερουργοῦσιν αἶνον, καὶ ἀνίεροι ἱερεῖς δυσσεβῶς ἀγανακτοῦσιν; Οἱ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἐπιστρέψατε τὰς καρδίας ὑμῶν ἐπὶ τὰ τέκνα ὑμῶν, μάθετε Θεοῦ μυστήρια. Αὐτὸ τὸ τελούμενον μαρτυρεῖ, ὅτι Θεός ἐστιν ὁ οὕτως ἀνυμνούμενος ὑπὸ ἀδιδάκτων γλωσσῶν. Ἐρευνᾶτε τὰς Γραφὰς, καθὼς ἠκούσατε παρὰ τοῦ Δεσπότου, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ αὐτοῦ, καὶ οὐκ ἀγνοεῖτε τὸ θαῦμα. Ἀκούσατε, οἱ ἀχάριστοι, τί εὐαγγελίζεται ὑμῖν ὁ προφήτης Ζαχαρίας. Φησὶ γάρ· Χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου. Διὰ τί τὴν χαρὰν ἀποσείεσθε; διὰ τί ἡλίου λάμποντος, τὸ σκότος ἀγαπᾶτε; διὰ τί πρὸς τὴν ἀπολέμητον εἰρήνην μελετᾶτε πόλεμον; Εἰ τοίνυν υἱοὶ Σιών ἐστε, συγχορεύσατε τοῖς τέκνοις ὑμῶν· χαρᾶς ἀφορμὴ ἔστω ὑμῖν ἡ τῶν τέκνων θεοσέβεια. Μάθετε παρ' αὐτῶν, τίς ὁ διδάξας, τίς ὁ συναθροίσας, πόθεν τὰ διδάγματα, τίς ἡ καινὴ θεολογία, καὶ παλαιὰ προφητεία. Εἰ δὲ ἀνθρώπων μὲν οὐδεὶς οὐδὲν τούτων ἐδίδαξεν, αὐτόματον δὲ τὸν αἶνον ἀναμέλπουσι, γνῶτε Θεοῦ εἶναι τὸ ἔργον, ὡς ἐν τῷ νόμῳ γέγραπται· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Διπλασιάσατε οὖν τὴν χαρὰν, ὅτι τοιούτων γεγόνατε πατέρες, οἵτινες καὶ τὰ τοῖς πρεσβυτέροις ἀγνοηθέντα θεοδιδάκτως ἀνευφήμησαν. Ἐπιστρέψατε οὖν τὰς καρδίας ὑμῶν ἐπὶ τὰ τέκνα ὑμῶν, καὶ μὴ μύσητε τοὺς ὀφθαλμοὺς ὑμῶν πρὸς τὴν ἀλήθειαν. Εἰ δὲ αὐτοί ἐστε, καὶ ἀκούοντες οὐκ ἀκούετε, καὶ βλέποντες οὐ βλέπετε, καὶ μάτην διαφέρεσθε πρὸς τὰ νήπια, αὐτοὶ ὑμῶν κριταὶ ἔσονται κατὰ τὸν τοῦ Σωτῆρος λόγον. Καλῶς γοῦν καὶ τοῦτο μετὰ τῶν ἄλλων προανεφώνησε περὶ ὑμῶν ὁ προφήτης Ἡσαΐας λέγων· Οὐ νῦν αἰσχυνθήσεται Ἰακὼβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ· ἀλλ' ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσι τὸν ἅγιον τοῦ Ἰακὼβ, καὶ τὸν Θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται· καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην. Ὁρᾷς, ὦ ἀνόητε Ἰουδαῖε, πῶς ἐκ προοιμίων τοῦ λόγου αἰσχύνην ὑμῖν προκαταγγέλλει ὁ προφήτης διὰ τὴν ἀπείθειαν ὑμῶν; Μάθετε κἂν παρ' αὐτοῦ, πῶς θεοδίδακτον κηρύσσει τὴν τῶν τέκνων ὑμῶν ὑμνῳδίαν, ὡς καὶ ὁ μακάριος Δαυῒδ προανεφώνησε λέγων· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ἢ τοίνυν τὴν ὁσιότητα τῶν παίδων οἰκειώσασθε, ὡς χρεὼν, ἢ μετὰ τῆς εὐσεβείας καὶ τοὺς παῖδας ἡμῖν χαρίσασθε. Ἡμεῖς τούτοις συγχορεύσωμεν καὶ συνεορτάσωμεν, καὶ τῇ καινῇ γλώσσῃ τὸ θεοδίδακτον ᾆσμα συμψάλλωμεν. Ποτὲ μὲν γὰρ Συμεὼν ὁ πρεσβύτης ὑπήντησε τῷ Σωτῆρι, καὶ ταῖς ἀγκάλαις ὑπεδέξατο τὸν τῶν αἰώνων Δεσπότην ὡς βρέφος, καὶ Κύριον καὶ Θεὸν ἐκήρυξε· νῦν δὲ ἀντὶ πρεσβυτέρων ἀγνωμόνων οἱ παῖδες τῷ Σωτῆρι ὑπήντησαν ὡς Συμεὼν, καὶ τὰ κλάδη ἀντὶ ἀγκαλῶν ὑπέστρωσαν, καὶ Κύριον καὶ Θεὸν ηὐλόγησαν τὸν ἐπὶ πώλου ὡς ἐπὶ Χερουβὶμ καθεζόμενον, Ὡσάννα τῷ υἱῷ Δαυῒδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Μεθ' ὧν βοήσωμεν καὶ ἡμεῖς, Εὐλογημένος ὁ ἐκ Θεοῦ Θεὸς, ὁ βασιλεὺς τῆς δόξης, ὁ πτωχεύσας ἐν τοῖς ἰδίοις αὐτοῦ ἀπτωχεύτως δι' ἡμᾶς, ἵνα ἡμᾶς πλουτίσῃ τῇ αὐτοῦ ἀγαθότητι· εὐλογημένος ὁ ἐλθὼν ἐν ταπεινώσει, καὶ πάλιν ἐρχόμενος ἐν δόξῃ· πρῶτον, ἐπὶ πώλου πραῢς καὶ ὑπὸ νηπίων ἀνευφημούμενος, ὅπως πληρωθῇ τὸ γεγραμμένον, Ἐθεωρήθησαν αἱ πορεῖαι σου, ὁ Θεὸς, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ· δεύτερον, φοβερὸς ἐπὶ τῶν νεφελῶν, καὶ ὑπὸ ἀγγέλων καὶ δυνάμεων δορυφορούμενος. Ὢ τῆς μελιῤῥύτου τῶν παίδων γλώττης. ὢ τῆς ἀκαπηλεύτου διδασκαλίας τῶν θεαρέστων. Δαυῒδ προφητεύσας ὑπὸ τὸ γράμμα ἐκάλυψε τὸ νόημα· οἱ παῖδες τὸν θησαυρὸν ἀνοίξαντες, ἐπὶ γλώττης τὸν πλοῦτον ἤνεγκαν, καὶ λόγῳ κεχαριτωμένῳ πάντας διαπρυσίως ἐπὶ τὴν ἀπόλαυσιν συνεκάλεσαν. Ἀντλήσωμεν τοιγαροῦν καὶ ἡμεῖς σὺν αὐτοῖς τὸν ἀναφαίρετον πλοῦτον, ἀπλήστοις κόλποις καὶ ταμείοις ἐναποθέμενοι τὰ χαρίσματα· βοήσωμεν ἀπέραντα, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς ἀληθινὸς, παντοκράτωρ ἐκ παντοκράτορος, Υἱὸς ἐν ὀνόματι Πατρὸς, βασιλεὺς ἀληθινὸς, ἐξ ἀληθινοῦ βασιλέως, συναΐδιον καὶ προαιώνιον τὴν βασιλείαν ἔχων, ὡς ὁ γεννήσας αὐτόν. Κοινὴ γὰρ ἡ βασιλεία, καὶ οὐκ ἔξωθεν τὴν αὐτῆς τιμὴν τῷ Υἱῷ ὁ Λόγος προσκληροῖ, οὔτε ἀρξαμένην ἢ προσγινομένην ἢ μειουμένην, ἄπαγε, ἀλλὰ φυσικὴν καὶ ἰδιόκτητον ἀληθῶς. Μία γὰρ ἡ βασιλεία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ὥσπερ καὶ μία οὐσία καὶ μία κυριότης. Ὅθεν καὶ μιᾷ προσκυνήσει λατρεύωμεν μίαν τρισυπόστατον θεότητα, ἄναρχον, ἄκτιστον, ἀπέραντον, καὶ ἀδιάδοχον. Οὔτε γὰρ ὁ Πατὴρ παυθήσεταί ποτε τοῦ εἶναι Πατὴρ, οὔτε ὁ Υἱὸς τοῦ εἶναι Υἱὸς καὶ βασιλεύς· οὕτως οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ εἶναι τοῦθ' ὅπερ ἐστὶ τῇ ὑποστάσει. Οὐδὲν γὰρ τῆς Τριάδος ἐλαττωθήσεται, ἢ παυθήσεταί ποτε ἢ τῆς ἀϊδιότητος, ἢ τῆς κοινότητος καὶ βασιλείας. Οὐ γὰρ, ὅτι ἄνθρωπος γέγονε δι' ἡμᾶς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸν καθ' ἡμῶν τύραννον ἐνίκησεν, ἐν σαρκὶ ταύτην πραγματευσάμενος κατὰ τοῦ δυσμενοῦς αὐτῆς ἐχθροῦ νίκην, διὰ τοῦτο βασιλεὺς ἐχρημάτισεν, ἀλλ' ὅτι Κύριος καὶ Θεὸς ἀεὶ, διὰ τοῦτο βασιλεὺς, ὡς ὁ γεννήσας αὐτὸν, νυνὶ δὲ, καὶ μετὰ τῆς προλήψεως, καὶ εἰς τὸ διηνεκές. Μὴ βλασφήμει τὴν τοῦ Χριστοῦ βασιλείαν, αἱρετικὲ, ἵνα μὴ τὸν γεννήσαντα ἀτιμάσῃς. Εἰ πιστὸς εἶ, πρόσελθε Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχων τῆς κακίας τὴν ἐλευθερίαν. Εἰ δοῦλος εἶ, ἐν τρόμῳ τῷ Δεσπότῃ ὑποτάγηθι. Ὁ γὰρ λογομάχος οὐκ εὐγνώμων, ἀλλὰ πρόδηλος δυσμενής. Γέγραπται γάρ· Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In ramos palmarum [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg256.local001/.
