Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In ramos palmarum [Sp.] 3.1
Not analysed yet
Ἡμεῖς δὲ, ἀγαπητοὶ, ὅθεν ἐξήλθομεν, ἐπανέλθωμεν, τῷ λόγῳ βοῶντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ ποιμὴν ὁ καλὸς καὶ ἀγαθὸς, θεῖναι ἑκουσίως τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων αὐτοῦ· ἵνα ὥσπερ τοὺς πρόβατα σιτουμένους λύκους προβάτῳ ἁλίσκουσιν οἱ λυκόθηρες, οὕτω τοῖς νοητοῖς καὶ ψυχοφθόροις λύκοις ἑαυτὸν ὡς ἄνθρωπον προθεὶς ὁ ἀρχιποιμὴν θήραμα ποιήσῃ τοὺς θηρεύσαντας τῷ πάλαι θηρευθέντι ὑπ' αὐτῶν Ἀδάμ. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς κατὰ τοῦ διαβόλου, οὐ φανερῶς διὰ τῆς ἀπροσβλέπτου δυνάμεως, ἀλλὰ διὰ τῆς ἀσθενείας τῆς σαρκὸς, δῆσαι τὸν καθ' ἡμῶν ἰσχυρόν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς κατὰ τοῦ τυράννου, οὐ διὰ τῆς παντοκρατορικῆς δυνάμεως καὶ σοφίας, ἀλλὰ διὰ τῆς νομισθείσης τοῦ σταυροῦ μωρίας, τοῦ ἐν κακίᾳ φρονίμου ὄφεως τὰ σκῦλα διαρπάσαι. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ ἀληθινὸς κατὰ τοῦ ψεύστου, ὁ Σωτὴρ κατὰ τοῦ λυμεῶνος, ὁ εἰρηνάρχης κατὰ τοῦ πολεμήτορος, ὁ φιλάνθρωπος κατὰ τοῦ μισανθρώπου. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Κύριος σῶσαι τὸν πλανηθέντα ἄνθρωπον, καταλῦσαι τὴν πλάνην, φωταγωγῆσαι τοὺς ἐν σκότει, καταργῆσαι εἰδώλων ἀπάτην, ἀντεισάξαι θεογνωσίαν σωτήριον, ἁγιάσαι κόσμον, ἀπελάσαι τὸ μύσος καὶ ἄγος τῆς τῶν ματαίων θεραπείας. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, εἷς ὑπὲρ πολλῶν, ῥύσασθαι πτωχὸν γένος ἀνθρώπων ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἐπιχέαι οἶνον καὶ ἔλαιον ἐπὶ τὸν ἐμπεσόντα εἰς τοὺς λῃστὰς, καὶ παρεωραμένον. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, σῶσαι ἡμᾶς δι' ἑαυτοῦ, ὥς φησιν ὁ προφήτης· Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς. Διὰ τοῦτο καὶ ἡμεῖς εὐλογοῦμέν σε, Κύριε, τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι πρὸ αἰώνων καὶ εἰς αἰῶνας αἰώνων εὐλογημένον· πρὸ μὲν τῶν αἰώνων καὶ μέχρι τῆς δεῦρο ἀσωμάτως, τανῦν δὲ, καὶ εἰς αἰῶνας, μετὰ τῆς θείας καὶ ἀμεταβόλου καὶ ἀμερίστου σου σαρκώσεως. Ἴδωμεν καὶ τὰ ἑξῆς. Τί λέγει ὁ θειότατος εὐαγγελιστής; Εἰσελθόντος γὰρ, φησὶ, τοῦ Κυρίου εἰς τὸ ἱερὸν, προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ, καὶ ἐθεράπευσεν αὐτούς. Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰ θαύματα ἃ ἐποίησε, καὶ τοὺς παῖδας κράζοντας καὶ λέγοντας, Ὡσάννα τῷ υἱῷ Δαυῒδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, οὐκ ἤνεγκαν τὴν τούτου τιμήν. Ὅθεν προσελθόντες αὐτῷ εἶπον· Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν; Οὐ βαρύνῃ δοξαζόμενος, ὡς Θεός; οὐκ ἄχθῃ ἀκούων παρὰ τῶν ἀκάκων τὰ τῷ Θεῷ καὶ μόνῳ πρέποντα; οὐ πάλαι δεδήλωκεν ὁ Θεὸς διὰ τοῦ προφήτου, Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω; καὶ, Πῶς σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν; Ἀλλὰ τί πρὸς ταῦτα ὁ μακρόθυμος, ὁ πολὺς ἐν ἐλέει, καὶ βραδὺς εἰς ὀργήν; Ἀνέχεται τῶν μεμηνότων, ἀναστέλλει ἀπολογίᾳ τὴν, φλεγμονὴν, ἀνθυπομνήσκει Γραφὰς, προφέρει μαρτυρίας τῶν τελουμένων, καὶ οὐκ ἀπαναίνεται πρὸς τὴν πεῦσιν. Διὸ καί φησιν· Οὐδέποτε καὶ ὑμεῖς ἠκούσατέ μου διὰ τοῦ προφήτου λέγοντος, Τότε γνώσεσθε, ὅτι αὐτὸς ἐγὼ ὁ λαλῶν πάρειμι; οὐδ' αὖ πάλιν, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν; οἵτινές εἰσιν ὑμεῖς, οἱ νόμῳ προσέχοντες, καὶ προφήτας ἀναγινώσκοντες, κἀμὲ τὸν ἐν νόμῳ κηρυττόμενον ἀθετοῦντες. Δοκεῖτε μὲν γὰρ ἐν προσχήματι εὐσεβείας διεκδικεῖν τὴν τοῦ Θεοῦ δόξαν, μὴ συνιέντες, ὅτιπερ ὁ ἐμὲ ἀθετῶν, καὶ τὸν Πατέρα ἀθετεῖ. Ἐγὼ γὰρ παρὰ τοῦ Θεοῦ ἐξῆλθον, καὶ ἐλήλυθα εἰς τὸν κόσμον· καὶ ἡ ἐμὴ δόξα, καὶ τοῦ Πατρός μού ἐστι δόξα. Ἐλεγχθέντες δὲ οὕτως οἱ ἀνόητοι ὑπὸ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἐπαύσαντο μὲν τῆς ἀντιλογίας, φιμωθέντες τῇ ἀληθείᾳ· ἕτερον δὲ ἐπισπασάμενοι ἀνοίας λογισμὸν, συμβούλιον κατ' αὐτοῦ ἐποιοῦντο. Ἡμεῖς δὲ ψάλλωμεν, Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Ταῦτα γὰρ πάντα γέγονεν, ἵνα ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνὸς καὶ Υἱὸς τοῦ Θεοῦ, ἑκουσίως ὑπὲρ ἡμῶν ἐπὶ τὸ σωτήριον πάθος ἔλθῃ, καὶ ἐπὶ τὸ πραιτώριον γνωρισθῇ, καὶ οἱ ἐξουθενοῦντες τὸν ἐξωνούμενον τῷ ζωοποιῷ αὐτοῦ αἵματι τὸν κόσμον συμφωνήσωσι τριάκοντα ἀργυρίοις, καὶ τὸ πάσχα τυθῇ ὑπὲρ ἡμῶν Χριστὸς, ὅπως οἱ τῷ τιμίῳ αὐτοῦ αἵματι ῥαντιζόμενοι καὶ τὰ χείλη ὡς φλιὰς σφραγιζόμενοι, ἐκφύγωσι τοῦ ὀλοθρεύοντος τὰ βέλη· καὶ οὕτως ὁ παθὼν σαρκὶ Χριστὸς, καὶ ἀναστὰς τριήμερος, τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι ὁμοτίμως καὶ ὁμοδόξως παρὰ πάσης κτίσεως προσκυνηθῇ· ὅτι αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, δόξαν αὐτῷ ἀναπέμποντες εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.