Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Romanum martyrem (homilia 2) [Sp.] 1.1
Not analysed yet
Παλαῖστραι μὲν σώμασιν ἀνδρείαν χαρίζονται, καὶ τέχνης ἀθλητικῆς ἐπιστήμας· μαρτύρων δὲ μνῆμαι ταῖς τῶν δαιμόνων τὰς ψυχὰς ἀνθοπλίζουσι τέχναις, καὶ πρὸς τὰς κατ' ἐκείνων παιδοτριβοῦσι λαβάς. Τὸν γὰρ ἀθλητικὸν δημοσιεύουσαι τόνον καὶ τὴν ἀνένδοτον πρὸς τὰς μάστιγας πάλην, ἐγείρουσιν εἰς θάρσος τὴν εὐσέβειαν, ὥσπερ ἐν σκάμμασι ταῖς τῶν παθῶν διηγήσεσιν ὑπὸ μάρτυρος παντὸς τεταμένον προθεῖσαι δίαυλον. Τοιαύτη ἡ τοῦ σήμερον στεφανωθέντος ἀθλητοῦ μνήμη. Τίς γὰρ οὐκ ἂν τὰ κατὰ τοῦ διαβόλου θαῤῥήσειε σκάμματα τοῖς τοῦ μάρτυρος τὴν ψυχὴν παιδοτριβήσας παλαίσμασιν, ὃν τοσούτων κινδύνων οὐ κατέσεισε πλῆθος; Πολλὴ γάρ τις τῷ κόσμῳ τῆς ἀσεβείας τότε τυραννὶς ἐνωρχεῖτο, καὶ θάλασσαν ἐκ βυθῶν ἐμιμεῖτο σειομένην ὁ βίος, καὶ τοῦ πελάγους εἰς τὴν γῆν αἱ τρικυμίαι μετέστησαν, καὶ σφοδρὸν τὸ τῆς εὐσεβείας σκάφος δυσσεβείας περιήντλει κλυδώνιον, ἐν ᾧ πολλοὶ μὲν νεκροὶ πανταχοῦ κυβερνῆται, ναυτῶν δὲ οὐκ ὀλίγος ἀριθμὸς ὑποβρύχιος· πάντα δὲ ἦν φόβων πικρῶν καὶ ναυαγίων ἀνάμεστα. Ἔπνεον βασιλεῖς καταιγίδος σφοδρότερον, φοβερὰς τύραννοι τρικυμίας ἐπῆγον, ἀρχόντων συγκεκίνηντο θρόνοι, δικασταὶ τὴν εἰς Χριστὸν ἐκήρυττον ἄρνησιν, πικρὰς νομοθέται τιμωρίας ἠπείλουν, πρὸς τὰς τῶν δαιμόνων ἄνδρες θυσίας ἡρπάζοντο, πρὸς τὴν τῶν βωμῶν εἵλκοντο βδελυρίαν γυναῖκες· ἐσύροντο πρὸς ταύτην καὶ παρθένοι τὴν λύσσαν, φυγαῖς ἱερεῖς καὶ σφαγαῖς παρεδίδοντο, τῶν ἱερῶν ἠλαύνοντο οἱ πιστοὶ περιβόλων. Πρὸς τηλικαύτην ὁ μάρτυς ἐξωπλίζετο μάχην, καὶ τοσούτοις τὴν γνώμην κινδύνοις ἀνθίστησιν, ὥσπερ τινὰ σκιαμαχίαν γελῶν τὴν παράταξιν, καὶ καθάπερ ἐν σκάμμασιν ἀντὶ κόνεως τῇ πίστει τοὺς δικαστὰς καταπάσσων, οὕτω τὴν τοῦ τότε δικάζοντος ἀνεῤῥίπιζε γνώμην, δρόμον αὐτῷ κατὰ τῆς Ἐκκλησίας μελετώμενον στήσας. Διὸ δὴ πρὸς κόλασιν ὀξέως ὁ γενναῖος ἀνήρπαστο, καὶ πολλαὶ μὲν προσήγοντο τιμωριῶν ποικιλίαι· ὁ μάρτυς δὲ προσεῴκει κιθάρᾳ, τῷ τῶν βασάνων πλήκτρῳ πρὸς φθόγγον κινούμενος· συνέτριβον τὸ σῶμα περιστάντες οἱ δήμιοι, ὁ δὲ, ὡς χαλκός τις, τῆς εὐσεβείας τὸ μέλος ὑπήχει κρουόμενος· κρεμῶντες ἐπὶ ξύλου κατέξαινον, ὁ δὲ ὡς δένδρον ζωῆς τὸ ξύλον ἠσπάζετο· ὡς πλευρὰς τοῦ δικαίου τὰς παρειὰς διεσπάραττον, ὁ δὲ ὡς πλείονα στόματα λαμβάνων ἐῤῥητόρευεν, καὶ καινῷ κατῄσχυνε τὸν ἀντίπαλον πτώματι. Ὡς γὰρ εἶδε τὸν δικαστὴν πρὸς τὴν τῶν δαιμόνων σπουδὴν αὐτὸν ἐκκαλούμενον, αἰτεῖ βρέφος ἐξ ἀγορᾶς ἀχθῆναι, ὡς ἐκεῖνο τῶν ζητουμένων παρὰ τοῦ δικαστοῦ κριτὴν ποιησόμενος· καὶ προσαχθέντι τῷ βρέφει τὴν περὶ τῶν προκειμένων προσῆγεν ἐρώτησιν. Τέκνον, φησὶ, δίκαιόν ἐστι τὸν Θεὸν προσκυνεῖν, ἢ τοὺς θεοὺς τοὺς λεγομένους ὑπὸ τούτων; Πολλὴ τῆς τοῦ μάρτυρος σοφίας ἡ περιουσία· τοῦ δικαστοῦ δικαστὴν τὸ παιδίον καθίζει· τὸ δὲ ὑπὲρ τοῦ Χριστοῦ ταχέως ἀπεφήνατο ψῆφον, ἵνα δειχθῇ καὶ παιδία δυσσεβούντων δικαστῶν συνετώτερα, μᾶλλον δὲ ἵνα φανῇ μὴ μόνον μάρτυς ὁ μάρτυς, ἀλλὰ καὶ μαρτύρων ἀλείπτης. Οὐδὲ τοῦτο δὲ ὅμως τὴν δικαστικὴν ὑπεσκέλισε λύσσαν, ἀλλ' εὐθὺς ἐπὶ ξύλου μετὰ τοῦ βρέφους ὁ μάρτυς ἡρπάζετο, καὶ τὴν τοῦ ξύλου κόλασιν εἱρκτὴ διεδέχετο, κἀκείνην ψῆφος ποικίλας τοῖς ἀθληταῖς τὰς τιμωρίας μερίζουσα· τὸ μὲν γὰρ βρέφος θανάτῳ, τὸν δὲ μάρτυρα τῇ τῆς γλώττης ἐκτομῇ κατεδίκασε. Τίς τρόπον κρίσεως τοιοῦτον ἀκήκοε; μαστίζουσι δικασταὶ καταδίκους, ἃ συνίσασιν ἑαυτοῖς, ὁμολογεῖν ἀναγκάζοντες, ἐκτέμνει δὲ τὴν γλῶσσαν ὁ τῆς ἀσεβείας κριτὴς, ἃ σύνοιδεν ἑαυτῷ σιγᾷν βιαζόμενος. Ὢ δεινοῦ κακοτεχνίας εὑρήματος. Φρονοῦσαν, φησὶ, τὰ τοῦ Χριστοῦ τὴν ψυχὴν οὐκ ἐξέστησα, κἂν τὴν λαλοῦσαν ὑπὲρ Χριστοῦ διακόψω γλῶτταν. Ἔκκοψον, ὦ τύραννε, γλῶσσαν, ἵνα μάθῃς τὴν φύσιν καὶ ἄγλωσσον ὑπὲρ Χριστοῦ ῥητορεύουσαν· ἐκκόλαψον τὴν γλῶσσαν τοῦ στόματος, ἵνα μάθῃς ἀληθῆ τὸν τὰ χαρίσματα τῶν γλωσσῶν ὑποσχόμενον. Τὸ μὲν γὰρ τῆς γλώσσης ἐξέκοψεν ὄργανον, ὁ λόγος δὲ ἐξώρμα σφοδρότερον, ὥσπερ ἐμποδίου τινὸς ἀπηλλαγμένος τῆς γλώττης· θέαμα καινὸν καὶ παράδοξον· σάρκινος σαρκίνοις ἀσάρκως φθεγγόμενος. Πρέπον ἄρα τῷ μάρτυρι τοῦ προφήτου τὸ μέλος· Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως· ἐπλήσθη τὸ στόμα χαρᾶς, καινὸν θῦμα τῷ Χριστῷ προσκομίσαν τὴν γλῶσσαν· ἔσχεν ἡ γλῶσσα πολλὴν ἀγαλλίασιν, πρόδρομος μάρτυς ὀφθεῖσα τοῦ μάρτυρος. Ὢ γλώσσης πρὸς τοὺς τῶν μαρτύρων δήμους τὴν ψυχὴν προλαβούσης· ὢ στόματος κρυπτόμενον γεννήσαντος μάρτυρα· ὢ γλώσσης θυσιαστήριον κτησαμένης τὸ στόμα· ὢ στόματος ἱερεῖον κτησαμένου τὴν γλῶσσαν· ναὸν ἔχων ἐλελήθεις, ὦ γενναῖε, τὸ στόμα, ναὸν ἐν ᾧ τὴν σύναιμον γλῶσσαν παράδοξον ἀμνάδα κατέθυσας.