Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Romanum martyrem (homilia 2) [Sp.] 3.1
Not analysed yet
Δαίμοσί ποτε θύσας ὁ δυσσεβὴς, καὶ καπνοῦ καὶ κνίσσης ἀνάπλεως γεγονὼς, καὶ ταῖς σταγόσι τῆς ἀσεβείας μεμολυσμένος, δρομαίως ἐπὶ τὴν ἐκκλησίαν ἐχώρει, καὶ τὸν ᾑμαγμένον ἐπιφερόμενος πέλεκυν, τὸ ἀναίμακτον θυσιαστήριον πρὸς ἱερουργίαν ἀθέμιτον ἐπεζήτει. Ἀλλ' οὐκ ἔλαθεν ἡ τοῦ τυράννου λύττα τὸν μάρτυρα. Εὐθέως γοῦν ἐκπηδήσας εἰς τὰ προπύλαια, φερομένην ἤδη τῆς ἀσεβείας τὴν ἐπίκλυσιν ἀναστέλλει· καὶ καθάπερ τις εὐμήχανος κυβερνήτης τὴν θάλατταν βλέπων κατὰ τῆς πρώρας ἐπιφερομένην, ἠρεμεῖν οὐκ ἀνέχεται, ἀλλὰ τὸ σκάφος ὅλον κούφῳ ποδὶ διατρέχει, καὶ διὰ τοῦ πηδαλίου τὴν πρύμναν ἐγείρας, ἵστησι τὸ πλοῖον τοῖς κύμασιν ἀντιπρόσωπον, καὶ μετεωρίσας τὸ κινδυνεῦον, μέσην διασχίζει τὴν τρικυμίαν, καὶ τέχνῃ τινὶ τὸ κυρτωθὲν πέλαγος αὐλακίζει· τοῦτο καὶ ὁ μακάριος Ῥωμανὸς ἐποίησε. Τῆς εἰδωλικῆς θαλάττης βλάσφημα μυκωμένης, καὶ κατὰ τοῦ ἐκκλησιαστικοῦ σκάφους λυττώσης, καὶ ἀφρὸν αἱμάτων κατὰ τῶν θυσιαστηρίων ἐρευγομένης, μόνος ἀνθοπλίζεται τῇ μαινομένῃ θαλάττῃ, καὶ εἰς ἄκρον ὁρῶν τὸ σκάφος σφαλλόμενον, ἀφυπνίζει τὸν ἐν τῷ πλοίῳ Δεσπότην, ἀφυπνίζει δὲ αὐτὸν τὸν τῆς μακροθυμίας ὕπνον καθεύδοντα. Βλέπει τὸ πέλαγος ταῖς ἀντιπνοίαις χειμαζόμενον, καὶ τὰ τῶν κινδυνευόντων μαθητῶν φθέγγεται ῥήματα· Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα· πειραταὶ τὸ σκάφος περιστοιχίζονται, λύκοι πολιορκοῦσι τὸ ποίμνιον, λῃσταὶ τὴν παστάδα τὴν σὴν διορύττουσι, μοιχικὰ συρίγματα τὴν σὴν νύμφην περικτυπεῖ, πάλιν ὁ ὄφις τοιχωρυχεῖ τὸν παράδεισον· ὁ τῆς Ἐκκλησίας θεμέλιος ἡ πέτρα σαλεύεται· ἀλλ' ἐξ οὐρανοῦ τὴν εὐαγγελικὴν ἄγκυραν ῥῖψον, καὶ τὴν πέτραν στήριξον σειομένην· Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα. Ὁ κοινὸς κίνδυνος μερίζει τὸν μάρτυρα, καὶ πρὸς τὸν Δεσπότην παῤῥησιάζεται· ἐπαφίησι ῥέουσαν κατὰ τοῦ τυράννου τὴν γλῶτταν, στῆσον, λέγων, τὸν ἐμμανῆ τοῦτον δρόμον, ὦ τύραννε· ἐπίγνωθι τῆς σῆς ἀσθενείας τὰ μέτρα, αἰδέσθητι τοῦ σταυρωθέντος τοὺς ὅρους· ὅροι δὲ τοῦ σταυρωθέντος οὐ τῆς ἐκκλησίας οἱ τοῖχοι, ἀλλὰ τῆς οἰκουμένης τὰ πέρατα· ἀποτίναξαι τὴν ἀχλὺν τῆς μανίας· βλέψον εἰς γῆν, καὶ τὸ τῆς φύσεως τῆς σῆς ἀσθενὲς ἐνθυμήθητι· ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ τοῦ πολέμου τὸ μέγεθος λόγισαι· τῶν δαιμόνων τὴν ἀσθενῆ διάπτυσον συμμαχίαν· σκόπησον, ὅτι τῷ σταυρῷ πεπληγότες οἱ δαίμονές σε προστάτην τῶν βωμῶν τῶν οἰκείων προβάλλονται. Τί διώκεις ἀκατάληπτα; τί τοξεύεις ἀπέραντα; μὴ γὰρ τοίχοις ὁ Θεὸς περιγράφεται; ἀπερίγραπτον τὸ θεῖον· μὴ γὰρ ὀφθαλμοῖς ὁ ἡμέτερος Δεσπότης ὁρᾶται; ἀθεώρητος γάρ ἐστι καὶ ἀνείδεος τῇ οὐσίᾳ, κατὰ δὲ τὸ ἀνθρώπινον γράφεται καὶ ὁρᾶται. Μὴ γὰρ λίθον καὶ ξύλον οἰκεῖ, πιπράσκων ἀντὶ βοὸς καὶ προβάτου τὴν πρόνοιαν; μὴ γὰρ βωμὸς τοῖς συναλλάγμασιν αὐτοῦ μεσιτεύει; Αὕτη τῶν σῶν δαιμόνων ἡ λίχνος προσαίτησις· ὁ ἐμὸς Δεσπότης, μᾶλλον δὲ ὁ τῶν ὅλων Δεσπότης, Χριστὸς οὐρανὸν οἰκεῖ, καὶ κόσμον ἡνιοχεῖ, καὶ θυσία τούτῳ ψυχὴ πρὸς αὐτὸν ἀνανεύουσα, μία τούτῳ τροφὴ, τῶν πιστευόντων σωτηρία. Παῦσαι κατὰ τῆς Ἐκκλησίας τὰ ὅπλα κινῶν· ἐπὶ γῆς τὸ ποίμνιον, καὶ ὁ ποιμαίνων ἐν οὐρανῷ· ἐπὶ γῆς αἱ κληματίδες, καὶ ἐν οὐρανῷ ἡ ἄμπελος· ἂν δὲ ἐκτέμῃς τὰς κληματίδας, πολυπλασιάζεις τὴν ἄμπελον. Λύθρου γέμουσιν αἱ χεῖρές σου, τὸ ξίφος τὸ σὸν ἀπὸ θυμάτων ἐστὶν ἀλόγων· φεῖσαι τῶν ἀναιτίων θρεμμάτων, καὶ ἡμῖν τοῖς ἐλέγχουσιν ἔπαφες τὸν σίδηρον· φεῖσαι τῶν σιωπώντων ἀλόγων, καὶ ἡμᾶς τοὺς κατηγοροῦντας ἀπόσφαττε. Οὐ γὰρ οὕτω φοβοῦμαι τὸν ἀνδροφόνον σίδηρον, ὡς τὸν ἐπιβώμιον πέλεκυν· ὁ ἀνδροφόνος σίδηρος τὸ σῶμα διασπαράττει, ὁ ἐπιβώμιος πέλεκυς τὴν ψυχὴ ἀναιρεῖ· ὁ ἀνδροφόνος σίδηρος τὸ θυόμενον κατασφάττει, ὁ δὲ ἐπιβώμιος πέλεκυς καὶ τὸ θυόμενον καὶ τὸν θύοντα συναπόλλυσι. Τέμε τὸν αὐχένα τὸν ἐμὸν, καὶ μὴ μολύνῃς θυσιαστήριον· ἔχεις αὐτοκέλευστον ἱερεῖον, τί τὸν δεσμώτην ταῦρον ἀνανεύοντα συμποδίζεις; Εἰ θύειν ἐπιθυμεῖς, ἐν τοῖς τῆς ἐκκλησίας προθύροις θύε λογικὸν ἱερεῖον. Οὐ φέρει τὴν ἄμετρον ὁ τύραννος παῤῥησίαν τοῦ μάρτυρος, ἀλλ' εὐθὺς ἀπὸ τῆς γλώττης τοῦ θύματος ἄρχεται. Ἐκτέμνει τοίνυν τὴν γλῶτταν, οὐκ ἀνελεῖν βουλόμενος, ἀλλὰ τῷ κηρύγματι πολεμῶν· οὐ τοσοῦτον τῷ κήρυκι φθονῶν, ὅσον τῷ κηρυττομένῳ βασκαίνων, Ἀλλ' Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, τὸ ἐκτμηθὲν ὄργανον τῆς φωνῆς ἐξ οὐρανοῦ ἀποδίδωσι, καὶ ἀοράτῳ γλώττῃ τὸν χωλεύοντα φθόγγον ὑποστηρίζει, καὶ χαρίζεται τῷ ἀγλώττῳ τὴν φωνὴν, ἔργῳ τὴν ἀνθρωπίνην δημιουργίαν ἐνδεικνύμενος τῷ τυράννῳ, Καὶ καθάπερ οἱ φρεωρύχοι τὰς φλέβας διασκαλεύοντες εὐρυτέραν τῷ ὕδατι τὴν ἐκροὴν ἀπεργάζονται, οὕτω καὶ ὁ τύραννος σιδήρῳ τῆς γλώττης διορύττων τὴν ῥίζαν, σφοδροτέροις ἐπεκλύζετο τοῖς τῶν ἐλέγχων κρουνοῖς. Ἐβουλόμην ἄχρι τέλους ἐγχορεῦσαι τῇ τοῦ μάρτυρος ὑποθέσει, ἀλλ' ὁ τῆς συμμετρίας ἐπέστη καιρὸς, καί μοι σιωπᾷν ἐγκελεύεται· ὑμῖν τε γὰρ πρὸς ὠφέλειαν ἱκανὰ τὰ ῥηθέντα, καὶ ἀναγκαῖα τοῦ πατρὸς τὰ διδάγματα πρὸς τὸν τῶν ῥηθέντων ἀπαρτισμόν· ἀλλὰ καὶ τὰ ῥηθέντα τοῖς τῆς μνήμης κόλποις περιπτυξώμεθα, καὶ τοῖς λέγεσθαι μέλλουσι τοὺς τῆς ψυχῆς αὔλακας ἀναπτύξωμεν, καὶ ἐπὶ πᾶσι τὸν θαυματοποιὸν Χριστὸν προσκυνήσωμεν, ὅτι αὐτῷ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.