# In Samaritanam [Sp.] 3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Samaritanam [Sp.], Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-samaritanam-sp/3.1

Καὶ ἐκάθητο ὁ Θεὸς, ὁμιλῶν τῇ γυναικί. Ὢ πολλῆς φιλανθρωπίας· ὁ καθήμενος ἐπὶ τὸν Χερουβὶμ πόρνῃ γυναικὶ διαλέγεται. Θεωρῶ, ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Ἡ πόρνη περὶ δογμάτων εἰσάγει λόγον, καὶ νομίσασα τὸν Δεσπότην εἶναι προφήτην, οὐδὲν ᾔτησε βιωτικόν· Κύριον ὡμολόγησε, καὶ χρημάτων περιουσίαν οὐκ ἐπεζήτησε. Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. Κύριον ὡμολόγησε, καὶ οὐδὲν ᾔτησε πλέον τῶν πατρικῶν δογμάτων. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Καὶ γὰρ ἐν τῷ ὄρει ἐκείνῳ τῷ Σώμωρ ὁ Ἀβραὰμ τὸν ἴδιον υἱὸν Ἰσαὰκ εἰς θυσίαν ἀνήνεγκε τῷ Θεῷ, ἐν δὲ τοῖς Ἱεροσολύμοις ὁ Ἰακὼβ ἐν Μεσοποταμίᾳ κατερχόμενος πρὸς Λάβαν τὸν Σύρον, τὴν ἀπὸ τῆς γῆς ἕως οὐρανοῦ κλίμακα τεταμένην κατὰ τοὺς ὕπνους κατεῖδε, καὶ τὴν πάλην τὴν μετὰ τοῦ Θεοῦ ἐπάλαισε· διὸ καὶ ἔλεγεν· Ὁ Θεὸς ὤφθη μοι ἐν Λούσᾳ. Διὰ τοῦτο ἡ γυνὴ δογμάτων ἅπτεται, καί φησι· Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Τί οὖν ὁ Κύριος; Πάλιν μετὰ τῆς πρεπούσης αὐτῷ σοφίας ἀποκρίνεται. Ἐπειδὴ γὰρ Ἰουδαῖος ἐνομίζετο παρ' αὐτῆς, αὐτὴ δὲ Σαμαρεῖτις ἦν, οὐκ ἠθέλησε πρὸς τὴν πεῦσιν ἀποκρίνασθαι, ἵνα μήτε διαψεύσηται, μήτε τὴν γυναῖκα σκληροτέραν ἀπεργάσηται. Οὐ γὰρ ἦν αὐτῷ ἄλλο τι τὸ κατασκευαζόμενον, ἀλλὰ θηρεῦσαι τὸ γύναιον πρὸς τὴν τῆς σωτηρίας ὁδὸν ἐπεζήτει· καὶ διὰ τοῦτο οὐδὲν σκληρότερον πρὸς αὐτὴν λέγει, ἵνα μήτε διαψεύσηται, μήτε καταισχύνῃ τὴν Σαμαρεῖτιν. Εἰ γὰρ εἶπεν αὐτῇ, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν, καθὼς προσέταξε Μωϋσῆς τοῖς υἱοῖς Ἰσραὴλ, σκληροτέραν ἂν αὐτὴν ἀπειργάσατο· ἐπειδὴ, ὡς εἰρήκαμεν, παλαιὰν εἶχεν ὑπόληψιν περὶ τοῦ ὄρους τοῦ ἐν Σικίμοις, ὅτι ἐν αὐτῷ θυσιάζειν ὁ Ἀβραὰμ τὸν Ἰσαὰκ προσετέτακτο παρὰ τοῦ Θεοῦ. Καὶ πάλιν, εἰ ἠθέλησεν αὐτῇ συγκαταβῆναι, καὶ εἰπεῖν, ὅτι Τοῦτό ἐστι τὸ ὄρος, καὶ καλῶς προσκυνεῖτε, πάλιν ψευδὲς τὸ ῥῆμα προεβάλλετο. Διὰ τοῦτο οὖν ἀμφότερα χαμαὶ καταλιπὼν ἐπὶ τὴν πνευματικωτέραν προσκύνησιν χειραγωγεῖ τὸ γύναιον, καί φησι· Γύναι, πίστευσόν μοι λέγοντι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσι τῷ Πατρί· ἀλλ' οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Εἶδες διδασκαλίαν ἀρίστην, εἶδες εὐμηχάνου Διδασκάλου σοφίαν; Γύναι, πίστευσόν μοι λέγοντι. Βλέπε, πῶς καταρτίζει τὴν πίστιν τῆς γυναικός· βλέπε, πῶς τὴν ψυχὴν αὐτῆς κατ' ὀλίγον εἰς τοὺς οὐρανοὺς ἀνακουφίζει, οὐκ αἰσχυνόμενος τὸ τῆς πόρνης περιβόλαιον, ἀλλὰ τῆς ψυχῆς τὴν σωτηρίαν διακονῶν. Διὰ τί; Ἐπειδὴ οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· ἐπειδὴ διὰ τὸ ἀπολωλὸς πρόβατον, μὴ κενώσας τοὺς κόλπους τοὺς πατρικοὺς, πρὸς ἡμᾶς καταβέβηκε, κλίνας οὐρανοὺς καὶ ἄνθρωπος τέλειος γέγονεν, ὅπερ ἦν μεμενηκώς. Γύναι, πίστευσόν μοι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. Καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Οὐ περιγράφεται τόπῳ ἡ τοῦ Θεοῦ προσκύνησις, ἀλλ' ἐξεφήπλωται πανταχοῦ τῆς θείας χάριτος ἡ ἐπίγνωσις· οὐκ ἔτι Ἰουδαῖοι καὶ Σαμαρεῖται ἁρπάζουσι πρὸς ἑαυτοὺς τοῦ νόμου τὰ σύμβολα. Καὶ γὰρ τοὺς προσκυνοῦντας τὸν Θεὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ, δεῖ προσκυνεῖν. Οὐκ ἔτι ἐν ἀλλοτρίοις ὁλοκαυτώμασι, καὶ μόσχοις, καὶ κριοῖς· οὐκ ἔτι περιτομὴ, καὶ σαββάτου φυλακή· οὐκ ἔτι ναὸς, καὶ βωμὸς, καὶ τράγος ἀποπομπαῖος, καὶ τὰ ἅγια τῶν ἁγίων· οὐκ ἔτι σκιὰ, καὶ λατρεία, καὶ σάββατα διεψευσμένα. Τὰς γὰρ νεομηνίας ὑμῶν καὶ τὰ σάββατα, φησὶν ὁ Θεὸς διὰ προφήτου, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Τοὺς προσκυνοῦτας γὰρ αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Παρελήλυθεν ἐκεῖνα πάντα ὡς σκιά· τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Μετεστράφη λοιπὸν τῶν πραγμάτων ἡ χᾶρις· οὐκ ἔτι κατὰ τὸν νόμον εἰς ἕνα τόπον τοὺς προσκυνοῦντας τῷ Θεῷ συγκροτεῖσθαι συγχωρῶ· εἰς πᾶσαν γὰρ τὴν οἰκουμένην ἐφαπλῶσαι βούλομαι τὰ τῆς σωτηρίας χαρίσματα. Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀπαγγελεῖ ἡμῖν πάντα. Ὢ πόρνης πνευματικὰ φιλοσοφούσης· ὢ πόρνης τὰς θείας Γραφὰς ἐπὶ στόματος φερούσης. Κἂν γὰρ τῷ σώματι βεβάπτισται τῇ τῆς πορνείας ἀκαθαρσίᾳ, ἀλλ' ἡ ψυχὴ κεκαθάρισται τῇ τῶν θείων Γραφῶν ἐπαγγελίᾳ καὶ ἀναγνώσει. Οἶδα ὅτι Μεσσίας ἔρχεται. Μεσσίας δὲ ἑρμηνεύεται Ἠλειμμένος. Διὰ τοῦτο ἡ γυνὴ, Προσδοκῶ, φησὶ, τὸν Ἠλειμμένον, οὗ ἡ σὰρξ ἀλειφθήσεται τῇ θεότητι. Ἐκεῖνος ὅταν ἔλθῃ, ἀναγγελεῖ ἡμῖν πάντα. Ὢ προκοπῆς πνευματικῆς, ὢ γυναικὸς πόρνης καὶ πάντα εἰδυίας. Βλέπε πῶς ἀπὸ τῶν καταχθονίων εἰς τοὺς οὐρανοὺς ἀνεπτερώθη. Μεσσίαν λέγει τὸν ἀποστελλόμενον, τὸν προσδοκώμενον Χριστὸν, τὸν ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου ἐρχόμενον, καὶ πάλιν προφήτην, καὶ πάλιν Κύριον· οὐκ ἔτι καλεῖ αὐτὸν Ἰουδαῖον, οὐκ ἔτι διακρίνεται περὶ τὴν δόσιν τοῦ ὕδατος, οὐκ ἔτι λέγει πρὸς αὐτόν· Πῶς σὺ, Ἰουδαῖος ὢν, παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαίοις Σαμαρεῖται· ἀλλὰ τί; Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ· καὶ πάλιν ἁπτομένη δογμάτων· Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Βλέπε, πῶς ἁρπάζει τὴν δωρεὰν τῶν πνευματικῶν χαρισμάτων· βλέπε, πῶς ἅπαντα μετὰ Γραφικῆς ἀποδείξεως λέγει. Οἶδα, ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. Ἐκεῖνον ζητῶ, ἐκεῖνον προσδοκῶ, ἐκεῖνον ἐκδέχομαι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. Ὢ μεγάλων καὶ παραδόξων θαυμάτων· ὃ πολλοῖς τῶν ἀποστόλων οὐκ ἀπεκάλυψε, τοῦτο τῇ πόρνῃ φανερῶς ἀποκαλύπτει.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Samaritanam [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg235.local001/.
