Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Samaritanam [Sp.] 4.1
Not analysed yet
Ἐπὶ τοῦ Κλεώπα ἑαυτὸν τοῖς ἀποστόλοις οὐκ ἀπεκάλυψεν· ἀλλ' ὅτε διήνοιξεν αὐτῶν τοὺς ὀφθαλμοὺς, τότε ἄφαντος ἐγένετο ἀπ' αὐτῶν, ὡς καὶ τοὺς μαθητὰς εἰπεῖν, ὅτι Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς; Ἐκείνοις ἑαυτὸν οὐκ ἀπεκάλυψε, καὶ τῇ γυναικὶ λέγει· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. Ὃ ἐποίησε Παύλῳ μόνῳ, τῷ ἕως τρίτου οὐρανοῦ ἀνελθόντι, τῷ ἁρπαγέντι εἰς τὸν παράδεισον, καὶ ἄῤῥητα ῥήματα ἀκούσαντι, τῷ τὴν οἰκουμένην σαγηνεύσαντι, τοῦτο προλαβὼν καὶ τῇ Σαμαρείτιδι πεποίηκεν. Παύλῳ σαφῶς ἀπεκάλυψεν ἐξ οὐρανοῦ λέγων· Σαῦλε, Σαῦλε, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Ὁ δὲ Σαῦλος ἀπεκρίθη λέγων· Τίς εἶ, Κύριε; Ὁ δὲ ἀπεκρίθη· Ἐγώ εἰμι Ἰησοῦς Χριστὸς, ὃν σὺ διώκεις. Τοῦτο δὲ νῦν τῇ Σαμαρείτιδι λέγει· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. Ἐπὶ τούτοις ἔρχονται οἱ μαθηταὶ, καὶ εὑρίσκουσιν αὐτὸν ὁμιλοῦντα τῇ γυναικί· Καὶ ἐθαύμασαν, ὅτι μετὰ γυναικὸς ἐλάλει. Ὁ παρὰ τῶν ἀγγέλων προσκυνούμενος, μετὰ πόρνης διελέγετο· ὁ μετὰ τοῦ Πατρὸς συμβασιλεύων βασιλείαν τὴν ἀτελεύτητον, μόνος πρὸς μόνην τὴν γυναῖκα ὡμίλει. Ἀλλ' ἐκείνη τὴν ὑδρίαν ἀφεῖσα, εἰσῆλθεν εἰς τὴν πόλιν. Ἀφῆκε τὴν ὑδρίαν, ἐπειδὴ ἐνεπλήσθη τῶν ζώντων ὑδάτων, καὶ εἰσελθοῦσα πρὸς τοὺς πολίτας, ἐβόα· Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Δεῦτε, ἴδετε ἄνθρωπον. Οὐκ εἶπε, Δεῦτε, βλέπετε Θεὸν ἐν ἀνθρώποις, ἵνα μὴ τοῖς ἀνθρώποις δόξῃ παραφρονεῖν, ἵνα μὴ εἴπωσιν ἄνθρωποι, Αὕτη μαίνεται. Πότε γὰρ εἶδέ τις Θεὸν περιπατοῦντα; πότε τις εἶδε Θεὸν μετ' ἀνθρώπων συναναστρεφόμενον; Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα. Διεγείρει αὐτοὺς πρὸς ἐπιθυμίαν ἐξελθεῖν, καὶ θηρευθῆναι· ὡς ἐσαγηνεύθη, σαγηνεύει· ἀπὸ Ἰουδαίου εἰς Κύριον προέκοπτεν αὐτὴ, ἀπὸ ἀνθρώπου εἰς Θεὸν χειραγωγεῖ. Ὢ πόρνης ἀποστολικῆς· ἡ πόρνη γέγονε τῶν ἀποστόλων δυνατωτέρα. Οἱ γὰρ ἀπόστολοι μετὰ τὸ πληρωθῆναι πᾶσαν τὴν οἰκονομίαν, τότε τῶν ἀποστολικῶν ἤρξαντο κηρυγμάτων· ἡ δὲ πόρνη καὶ πρὸ τοῦ Πάθους καὶ τῆς οἰκονομίας καὶ τῆς ἀναστάσεως τὸν Χριστὸν εὐαγγελίζεται. Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα. Στηλιτεύω τὰ ἐμὰ ἁμαρτήματα, ἵνα ὑμᾶς χειραγωγήσω· ἵνα ὑμεῖς ἴδητε Θεὸν πρὸς ἀνθρώπους παραγενόμενον, ἐκπομπεύω μου τὰ κακά· καὶ προσκυνείσθω Χριστὸς ὁ τοὺς ἁμαρτωλοὺς μὴ βδελυττόμενος. Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; Βλέπε σοφίαν γυναικὸς, βλέπε πόρνης εὐγνωμοσύνην. Ἓν ἁμάρτημα εἶπεν αὐτῇ ὁ Χριστὸς μόνον τὸ τῆς πορνείας, κἀκείνη ἀφεῖσα τὴν ὑδρίαν, ἔδραμεν εἰς τὴν πόλιν, λέγουσα· Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι πάντα, ὅσα ἐποίησα. Κηρύττει τὸν εἰδότα τὰ πάντα, κηρύττει τῶν ἀποστόλων ἰσχυρότερα. Οὐκ εἶδεν αὐτὸν ἐκ τῶν νεκρῶν ἐγειρόμενον, οὐκ εἶδε τετραήμερον Λάζαρον ἐκ τοῦ τάφου ἀνακαλούμενον, οὐκ εἶδε θάνατον κλειόμενον, οὐκ εἶδε θάλασσαν τῷ ῥήματι χαλινουμένην, οὐκ εἶδε τὸν πλάσαντα τὸν Ἀδὰμ, ἐπὶ τοῦ τυφλοῦ τὸ ἐλλεῖπον τῆς δημιουργίας πηλῷ προσαναπληροῦντα, καὶ τὸν ἐν παραδείσῳ κεραμέα διὰ τὸν λόγον ἀνακηρύττουσα ἦν. Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέ μοι ἅπαντα ὅσα ἐποίησα. Ἐκ δὲ τῆς πόλεως ἐκείνης τῶν Σαμαρειτῶν πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης, ὅτι Εἶπέ μοι πάντα, ὅσα ἐποίησα. Μιμησώμεθα τὴν γυναῖκα ταύτην τὴν Σαμαρεῖτιν καὶ ἡμεῖς, καὶ ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασι μὴ αἰσχυνώμεθα, ἀλλὰ φοβώμεθα τὸν Θεόν. Νῦν δὲ τὸ ἐναντίον ὁρῶ γινόμενον· τὸν μὲν γὰρ μέλλοντα κρίνειν ἡμᾶς οὐ δεδοίκαμεν, τοὺς δὲ οὐδὲν ἡμᾶς παραβλάπτοντας, τούτους φρίττομεν, καὶ τὴν παρ' αὐτῶν αἰσχύνην δεδοίκαμεν· διὰ τοῦτο ἐν οἷς δεδοίκαμεν, ἐπὶ τούτων διδόαμεν τὴν τιμωρίαν. Ὁ γὰρ ἐπαισχυνόμενος ἀνθρώπῳ ἀποκαλύψαι τὰ ἁμαρτήματα, Θεοῦ δὲ ὁρῶντος μὴ αἰσχυνόμενος πρᾶξαι, μηδὲ θέλων ὁμολογῆσαι, καὶ μετανοῆσαι, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἐνώπιον ἑνὸς καὶ δύο, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ὁρώσης παραδειγματίζεται. Διαλεχθῶμεν οὖν τῷ Χριστῷ· καὶ γὰρ καὶ νῦν μέσος ἡμῶν ἕστηκε, καὶ διὰ τῶν προφητῶν, καὶ διὰ τῶν ἀποστόλων ἡμῖν φθεγγόμενος. Ἀκούσωμεν τοίνυν, καὶ πεισθῶμεν αὐτῷ. Μέχρι τίνος ζῶμεν εἰκῆ καὶ μάτην; Ὅταν γὰρ τὸν δοθέντα ἡμῖν χρόνον ἀναλώσωμεν εἰς οὐδὲν, ἀπελευσόμεθα δίκην δώσοντες τὴν ἐσχάτην τῆς ἀκαίρου δαπάνης. Διὰ τοῦτο γὰρ ἤγαγεν ἡμᾶς ὁ Θεὸς εἰς τὸν παρόντα βίον, καὶ ψυχὴν ἐνέπνευσε λογικὴν, οὐχ ἵνα τῷ παρόντι βίῳ χρησώμεθα μόνον, ἀλλ' ἵνα πρὸς τὴν μέλλουσαν ζωὴν πάντες πραγματευσώμεθα. Τὰ γὰρ ἄλογα μόνῳ τῷ παρόντι χρήσιμα βίῳ· ἡμεῖς διὰ τοῦτο ψυχὴν ἀθάνατον ἔχομεν, ἵνα πρὸς τὴν ἐκεῖ ζωὴν πάντα πράξωμεν, ἵνα ἐκεῖ λάμψωμεν, ἵνα μετὰ ἀγγέλων χορεύσωμεν, ἵνα τῷ βασιλεῖ παριστώμεθα διὰ παντὸς ἐν τοῖς αἰῶσι τοῖς ἀκηράτοις. Διὰ τοῦτο γὰρ καὶ ἀθάνατος γέγονεν ἡ ψυχὴ, καὶ τὸ σῶμα ἔσται πάλιν. Ἐὰν δὲ τῇ γῇ προσηλωμένος ᾖς, τῶν οὐρανίων προκειμένων, ἐννόησον, ὅση γίνεται ὕβρις εἰς τὸν δωρούμενον, ὅταν ἐκεῖνος τὰ ἄνω σοι προτείνῃ, σὺ δὲ οὐ πολὺν αὐτῶν ποιούμενος λόγον, τὴν γῆν αὐτῶν ἀνταλλάσσῃ. Διὰ ταῦτα καὶ γέενναν ἠπείλησεν, ἅτε καταφρονούμενος, ἵνα μάθῃς ἐντεῦθεν, ὅσων ἀποστερεῖς σεαυτὸν καλῶν. Ἀλλὰ μὴ γένοιτο πεῖραν λαβεῖν τῆς κολάσεως ἐκείνης· ἀλλ' εὐαρεστήσαντας ἡμᾶς τῶν αἰωνίων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.