Ancient Greek · ~16 min
Edition urn:cts:greekLit:tlg2062.tlg402.local001
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctam Pelagiam [Sp.] 001.1
Not analysed yet
Τοῦ αὐτοῦ ἐγκώμιον εἰς τὴν αὐτὴν ἁγίαν μάρτυρα Πελαγίαν. Ἔδει μὲν μείζονος τῆι Πελαγίαι θεάτρου· μεγάλα γὰρ τῆς κόρης τὰ σκάμματα καὶ πολυανθρώπου θεωρίας ἀντάξια. ἀρκεῖ δὲ ὅμως ἀντὶ τοῦ κόσμου παντὸς ὁ Χριστός, τῆι τῆς παρθένου πανηγύρει παρών· ὅπου γὰρ Χριστὸς ὁ παρών, ἐκεῖ πάντων ὁ χορὸς τῶν ἀγγέλων. ἅπας μὲν οὖν μάρτυς ξιφῶν καὶ βασάνων δεικνὺς τὸ σῶμα φιλονεικότερον, μέγαν τῶι διαβόλωι κατασκευάζει θεατρισμόν, τὸν ἀσώματον νικῶν διὰ σώματος καὶ πρὸς σίδηρον ἐρίζων διὰ σαρκός. ὅταν δὲ ἴδω καὶ κόρας τὴν ὑπὲρ τοῦ Σταυρωθέντος τελευτὴν ὠδινούσας, πλατύτερον γελῶ τοῦ διαβόλου τὸ θράσος, ὃς μαντεῖα πλαττόμενος πάμπολλα, ὡς δὴ τὸ μέλλον δι' αὐτῶν προμηνύων, τὴν οἰκείαν σήμερον οὐκ ἐμαντεύσατο χλεύην, πολλοῦ τινος οὖσαν ἀντάξιον γέλωτος. τί γὰρ ἂν γελοιότερον εὕροι τις ἧς ὑπέμεινε σήμερον ὁ διάβολος χλεύης; ἔχων γὰρ ἐν δικτύωι παρθένον, ἐκπεπτώκει τῆς θήρας, καὶ λαβόμενος τῆς παιδὸς οὐκ ἐλάβετο, καθάπερ σκιᾶς, οὐκ αὐτῆς δεδραγμένος. ἡ γὰρ κόρη καὶ τῶι τῆς περιστερᾶς ἀκεραίωι καὶ τῶι τοῦ ὄφεως κεκραμένη φρονίμωι, **ὡς μὲν ἀκέραιος περιστερὰ συνηλήφθη, ὡς δὲ φρόνιμος ὑπεξέκλινεν ὄφις. οὐ γὰρ ἀπέγνω συλληφθεῖσα τὴν νίκην, οὐδὲ συγκατεσχέθη τῆι σαρκὶ καὶ τὴν σύνεσιν· ἀλλ' ἐσκοπεῖτο μηχανήν, τὸ τῶν συλλαβόντων ἀντεκλήττουσαν θράσος. τί οὖν; μεταμέλειαν ὑποκρίνεται, καὶ χειμῶνι ναυαγοῦσα τοσούτωι, παραγγέλλει τῶι προσώπωι φαιδρότητα. οἱ δὲ δελεασθέντες τῶι πλάσματι καὶ τῆι τῆς κόρης ἱλαρότητι κλαπέντες, ἔπαθόν τι πρὸς αὐτὴν καὶ φιλάνθρωπον καὶ σχῆμα περιθέσθαι νυμφικὸν αἰτησάσηι διδόασιν ἄδειαν, ὡς οὐ τῆι παρθένωι χαριούμενοι μόνον, ἀλλὰ καὶ τῶι δικαστῆι φανούμενοι κρείττους, εἰ κεκαλλωπισμένην ἀπαγάγοιεν κόρην. ἡ δὲ τυχοῦσα τῆς τέχνης, τὸν ὄντως εὐθὺς ἠμφιέννυτο κόσμον· ζωσαμένη γὰρ τόλμαν καὶ τὰς τῆς ἀναστάσεως ἐλπίδας ἐνδυσαμένη, πρὸς τὸ τοῦ στέγους δραμοῦσα πτερύγιον, ἐκεῖθεν καθίησιν ἑαυτήν, καὶ νικᾶι πάλης ἰδέαν, ἣν ὡς μεγάλην ποτὲ τῶι Κυρίωι τετολμήκει προτεῖναι <ὁ> διάβολος, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, λέγων, βάλε σεαυτὸν κάτω. ***πρὸ τῆς πίστεως τὴν εὐτολμίαν τῆς κόρης ἐκπλήττομαι· τίς γὰρ οὐκ ἂν καθ' ἑαυτὴν ἀνεκίνησεν· Ἐκδίδωμι ἐμαυτὴν πρὸς κατάπτωσιν βεβιασμένην, φοβουμένη πορνεύειν· καλὸς ὁ σκοπός, εἰ θανάτωι βεβαιωθείη τὸ πτῶμα· νεκρᾶι γὰρ κἂν παροινῶσιν, οὐκ εἴσομαι· ἂν δὲ δὴ προσραγεῖσα τῆι γῆι, θραύσω μὲν τὰ τοῦ σώματος καίρια, ἡ ψυχὴ δὲ ἐμμένηι τοῖς μέλεσιν, ὀδυρομένη τὴν τοῦ σώματος λώβην, ἃ δέδοικα πείσομαι τῷ δικαστῆι προσαχθεῖσα. τεθραυσμένην γὰρ τὸ σῶμα καὶ πορνείαι παραδόντες, ἀπολύσουσιν ἄτιμον, ὡς εἶναί μοι τὴν δυσπραγίαν διττήν, καὶ τῆς τοῦ σώματος χρείας βλαβείσης τῶι πτώματι καὶ τῆς παρθενίας παρ' ἐμοῦ συληθείσης. ταῦτα ἂν ἄλλην παρετάραξε κόρην· ἡ δὲ ὥσπερ ἐγγυητῆι τοῦ τέλους τῆι πίστει θαρρήσασα, πρὸς τὴν τοῦ πτώματος εὐτολμίαν ἐξώρμα. ἑάλως ὑπὸ κόρης, διάβολε, νενίκησαι παρθένου τολμήματι· ἃ γὰρ τῶι σαυτοῦ Δεσπότηι προέτεινας, ἐπὶ ταῦτα δούλη τις ἐκείνου προκαλεῖταί σε κόρη, καὶ πρὸς τὸ τοῦ στέγους δραμοῦσα πτερύγιον, ἐκεῖθεν ἑαυτὴν ἀκοντίζει. οὐχ ὑπακούει σου διὰ δικαστοῦ καλουμένη, οὐ δέχεται τὴν παρένθετον μάχην· γνωρίζει γάρ σου τῆς πανουργίας τὴν ἔννοιαν· καλεῖς πολλάκις παρθένους πρὸς δικαστὰς ὡς εἰς μάστιγας, καὶ ἄνευ μάχης τῶν ἐκ μάχης ἐκβάλλεις κεκρατημένας πικρότερον. εἰ δὲ ὄντως καλεῖς πρὸς παράταξιν, ἢ πρὸς σκάμματα μεταστέλληι τὴν κόρην, ἐκ τοῦ στέγους ἐμβαλλούσηι συμπλέκου, ἐκεῖθεν ἐκπεσουμένην ὑπόμεινον. στῆθι καὶ πειρῶ τοῦ παλαίσματος, ἀκόνησον πανουργίαν ἣν βούλει· ἔχεις τὴν γῆν ἀντὶ σκάμματος, κατάπηξον ἐν αὐτῆι τοῦ θανάτου τὸ ξίφος, ἀνθρωποκτόνον ἀντιτυπίαν ὑπόστρωσον, ἑτοίμασον συντριβὴν κατιούσηι· καθ' ὅλων γάρ σου κυβιστήσει τῶν ἄντρων, ὡς κολυμβήθρας ἁπαλωτέρων. καὶ τὸ δὴ μεῖζον, οὐδὲ τὸ γεγραμμένον ἀπαιτεῖ τὸν Θεόν, τοῖς ἀγγέλοις ἐντείλασθαι περὶ αὐτῆς, μήποτε προσκόψηι πρὸς λίθον τὸ σῶμα αὐτῆς· ἀλλ' ἐντείλασθαι τῆι ψυχῆι μετὰ τὸ πτῶμα τῆς σαρκὸς ἐκδημῆσαι. ὢ κτισθεῖσα μὲν εἰς τὸ τοῦ θήλεος γένος, ἄρρεν δὲ δειχθεῖσα φρονήματι. ὢ παρθένων ἀγέλαις καὶ μαρτύρων χοροῖς περιμάχητε. ὢ μηδὲ μέχρις ὄψεως ἀπόλαυσιν ἀκολάστωι δικαστῆι παρασχοῦσα. τὸ τῆς κόρης τοίνυν καὶ αὐτοὶ μεταδιώξωμεν σῶφρον, τὰ κατὰ τῶν ἡδονῶν ἀνελώμεθα τρόπαια, ἀκολασίαν ἐπιοῦσαν ῥηγνύωμεν, πρὸ τῆς ψυχῆς τὴν εὐσέβειαν σφίγγωμεν, δικαστὴν ἐκ πειρασμῶν μεταλλεύωμεν, εὐκαίρους ἐπιδειξώμεθα τόλμας, νεκρώσωμεν τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς, ἵνα καὶ ὁ Κύριος μεταχωνεύσηι τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τοῦ σώματος αὐτοῦ, ὧι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.