# In sanctum Barlaam martyrem 2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Barlaam martyrem, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-sanctum-barlaam-martyrem/2.1

Ἀλλὰ γὰρ ἄνωθεν αὐτοῦ τὸ μαρτύριον διηγήσομαι ὥστε σαφεστέραν γενέσθαι τὴν ἱστορίαν· σὺ δέ μοι σκόπει τοῦ διαβόλου τὴν κακουργίαν. Τῶν ἁγίων τοὺς μὲν ἤγαγεν ἐπὶ τήγανα, τοὺς δὲ εἰς λέβητας ἐνέβαλε τοῦ πυρὸς σφοδρότερον ζέοντας· καὶ τῶν μὲν τὰς πλευρὰς κατέξαινε, τοὺς δὲ εἰς πέλαγος κατεπόντισεν, ἄλλους θηρίοις παρέδωκεν, ἑτέρους εἰς κάμινον εἰσήγαγε, καὶ τῶν μὲν ἐξεμόχλευσε τὰ ἄρθρα, τῶν δὲ τὰς δορὰς ἔτι ζώντων ἀπέσυρεν, ἑτέρων τοῖς σώμασιν ᾑμαγμένοις ὑπέθηκεν ἄνθρακας, καὶ οἱ σπινθῆρες ἐπεπήδων τοῖς ἕλκεσι, θηρίου παντὸς δριμύτερον τὰ τραύματα δάκνοντες· ἄλλοις ἄλλας ἐπενόει χαλεπωτέρας τιμωρίας. Ἐπεὶ οὖν εἶδεν ἅπαντα ταῦτα καταγελασθέντα, καὶ τοὺς ταῦτα παθόντας μετὰ πολλῆς τῆς περιουσίας κρατήσαντας, καὶ τοῖς μετ' αὐτοὺς ἐρχομένοις ἐπὶ τὰ αὐτὰ παλαίσματα μεγίστην τοῦ θαῤῥεῖν ὑπόθεσιν γενομένους, τί ποιεῖ; Καινὸν ἐπινοεῖ τρόπον ἐπιβουλῆς, ἵνα τὸ ἀμελέτητον καὶ ἄηθες τῆς τιμωρίας καταβάλῃ τὸ φρόνημα τοῦ μάρτυρος. Τὸ μὲν γὰρ ἀκουσθὲν καὶ νοηθὲν, κἂν ἀφόρητον ᾖ, τῇ προσδοκίᾳ μελετηθὲν εὐκαταφρόνητον γίνεται· τὸ δὲ ἀμελέτητον, κἂν κοῦφον ᾖ, πάντων ἐστὶν ἀφορητότερον. Ἔστω τοίνυν καινὸς ὁ ἀγὼν, ἔστω ξένον τὸ μηχάνημα, ἵνα τὸ καινὸν καὶ παράδοξον θορυβῆσαν τὸν ἀθλητὴν ὑποσκελίσῃ ῥᾳδίως. Τί οὖν ποιεῖ; Ἐξάγει τὸν ἅγιον ἀπὸ τοῦ δεσμωτηρίου δεδεμένον. Καὶ γὰρ καὶ τοῦτο τῆς ἐκείνου κακουργίας ἦν, τὸ μὴ εὐθέως ἐκ προοιμίων χαλεπὰ προσαγαγεῖν τὰ μηχανήματα, μηδὲ τὰς φρικτὰς ἐπαγαγεῖν τιμωρίας, ἀλλ' ἀπὸ τῶν ἐλαττόνων ἀκροβολίζεσθαι· τί δήποτε; Ἵνα ἂν μὲν ἡττηθῶσιν οἱ ἀγωνιζόμενοι, αἰσχρὰ αὐτῶν ἡ ἧττα γένηται, ὅτι μηδὲ πρὸς τὰ μικρὰ ἀντέστησαν· ἂν δὲ περιγένωνται καὶ νικήσωσιν, ἐν τοῖς ἐλάττοσι προκαταβληθείσης αὐτοῖς τῆς δυνάμεως εὐχείρωτοι γένωνται πρὸς τὰ μείζονα. Διὰ τοῦτο προσήγαγε τὰ ἐλάττονα πρότερον, ἵνα κἂν ἕλῃ, κἂν μὴ ἕλῃ, μὴ ἀποτύχῃ· ἂν μὲν γὰρ ἕλω, φησὶ, κατεγέλασα· ἂν δὲ μὴ ἕλω, ἀσθενεστέρους ἐποίησα πρὸς τὰ μέλλοντα. Ἐξάγει τοίνυν αὐτὸν ἀπὸ τοῦ δεσμωτηρίου· ὁ δὲ ἐξῄει καθάπερ ἀθλητὴς γενναῖος ἐν παλαίστρᾳ πολὺν γυμνασάμενος χρόνον· παλαίστρα γὰρ τῷ μάρτυρι τὸ δεσμωτήριον ἦν, κἀκεῖ κατ' ἰδίαν τῷ Θεῷ διαλεγόμενος παρ' ἐκείνου τὰ παλαίσματα ἐμάνθανεν ἅπαντα· ὅπου γὰρ δεσμὰ τοιαῦτα, ἐκεῖ καὶ ὁ Χριστὸς πάρεστιν. Ἐξῄει τοίνυν ἰσχυρότερος γενόμενος τῇ μακροτέρᾳ τοῦ δεσμωτηρίου διατριβῇ· ἐξελθόντα δὲ αὐτὸν εἰς μέσον ἀγαγὼν ὁ διάβολος διὰ τῶν ὑπηρετουμένων αὐτοῦ τῇ παρανομίᾳ, οὐ προσέδησε τῷ ξύλῳ, οὐ περιέστησε δημίους· ἑώρα γὰρ αὐτὸν τούτων ἐπιθυμοῦντα, καὶ πάλαι αὐτὰ προμελετήσαντα· ἀλλὰ ξένον τι καὶ καινὸν, καὶ μηδέποτε ἐλπισθὲν μηχάνημα προσάγει τῷ πύργῳ, ῥᾳδίως ἐμποιεῖν δυνάμενον τὴν κατάπτωσιν· τοῦτο γάρ ἐστιν αὐτῷ τὸ σπουδαζόμενον ἐπὶ πάντων ὑποσκελίζειν μᾶλλον ἢ ὀδυνᾷν τοὺς ἁγίους. Τί τοίνυν ἐστὶ τὸ μηχάνημα; Τὴν χεῖρα κελεύσαντες ὑπτίαν ἐκτεῖναι ὑπεράνω τοῦ βωμοῦ, ἐπέθηκαν ἄνθρακας καὶ λιβανωτὸν τῇ χειρὶ, ἵνα ἐὰν ἀλγήσῃ, καὶ περιτρέψῃ τὴν χεῖρα, θυσίαν αὐτῷ καὶ παράβασιν τὸ πρᾶγμα λογίσωνται. Εἶδες πῶς κακοῦργος ὁ διάβολος, Ἀλλ' ὅρα πῶς ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν ἄκυρα ἐποίησεν αὐτοῦ τὰ μηχανήματα, καὶ τὸ τῆς ἐπιβουλῆς ἐπιτεταμένον καὶ τὸ τῆς κακουργίας ποικίλον προσθήκην καὶ πλεονασμὸν πλείονος δόξης παρεσκεύασε γενέσθαι τῷ μάρτυρι. Ὅταν γὰρ μυρία κακουργήσας ὁ ἀνταγωνιστὴς, εἶτα ἡττηθεὶς ἀπέλθῃ, τότε λαμπρότερος γίνεται τῆς εὐσεβείας ὁ ἀθλητής· ὅπερ καὶ ἐνταῦθα συνέβαινεν. Ἔμενε γὰρ ὁ μακάριος Βαρλαὰμ ἀκλινῆ καὶ ἀπερίτρεπτον τηρῶν τὴν χεῖρα, καθάπερ ἀπὸ σιδήρου συγκειμένην ἔχων· καίτοι εἰ παρετράπη ἡ χεὶρ, οὐδ' οὕτως ἦν ἔγκλημα τοῦ μάρτυρος.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Barlaam martyrem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg054.local001/.
