Ancient Greek · ~17 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Barlaam martyrem 3.1
Not analysed yet
Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε πάντες, ἵνα μάθητε, ὅτι εἰ καὶ περιετράπη ἡ δεξιὰ, οὐκ ἦν ἧττα τὸ γενόμενον· τί δήποτε; Ὅτι καθάπερ ἐπὶ τῶν τὰς πλευρὰς καταξαινομένων ἢ καὶ ἑτέρως πως βασανιζομένων κρίνομεν, οὕτω καὶ ἐνταῦθα δικάζειν χρή. Ἂν μὲν γὰρ ἐνδῶσι καὶ θύσωσι, τὸ ἔγκλημα τῆς ἀσθενείας αὐτῶν γίνεται, ὅτι τὰς ὀδύνας οὐκ ἐνεγκόντες ἔθυσαν· ἂν δὲ ἐγκαρτερήσαντες ταῖς βασάνοις ἀλγήσωσι μὲν ἐφ' οἷς πάσχωσι, μὴ προδῶσι δὲ τὴν εὐσέβειαν, οὐδεὶς αὐτοὺς ὑπὲρ τῶν ἀλγηδόνων αἰτιᾶται τούτων, ἀλλὰ διὰ τοῦτο μειζόνως αὐτοὺς ἀποδεχόμεθα, καὶ θαυμάζομεν, ὅτι καὶ ὀδυνηθέντες ὑπέμειναν, καὶ οὐκ ἠρνήσαντο. Καὶ ἐνταῦθα τοίνυν, εἰ μὲν οὐκ ἐνεγκὼν ὁ μακάριος Βαρλαὰμ τὸ καίεσθαι ὑπέσχετο θύειν, ἡττήθη· εἰ δὲ αὐτοῦ μὴ ἐνδιδόντος περιετράπη ἡ χεὶρ, οὐκ ἔστιν ἔγκλημα τοῦτο τῆς γνώμης τοῦ μάρτυρος· οὐ γὰρ τῆς προαιρέσεως ἀσθενούσης, ἀλλὰ τῆς τῶν νεύρων φύσεως κατὰ τὸν ἴδιον τόνον, καὶ ἄκοντος τῆς χειρὸς τοῦ ἁγίου καμπτομένης, ὑπὸ τοῦ πυρὸς τοῦτο συνέβαινεν. Ὥσπερ γὰρ τοῖς ξαινομένοις τὰς πλευρὰς οὐκ ἐγκαλοῦμεν, ὅτι διασχίζεται αὐτῶν ἡ σάρξ· μᾶλλον δὲ ἵνα ἐγγύτερον ἀγάγω τὸ παράδειγμα· ὥσπερ τοῖς πυρέττουσι καὶ σπωμένοις οὐδεὶς ἂν μέμφοιτο καμπτομένων αὐτοῖς τῶν χειρῶν· οὐ γὰρ τῆς ἐκείνων βλακείας ἐστὶ τὸ γινόμενον, ἀλλὰ τῆς φλογὸς τοῦ νοσήματος τὴν νοτίδα ἀναλισκούσης καὶ συνελκούσης παρὰ φύσιν λοιπὸν τῶν νεύρων τὴν ἀκολουθίαν· οὕτως οὐδὲ τὸν ἅγιον τοῦτον ἄν τις ἐμέμψατο τῆς χειρὸς περιτραπείσης. Εἰ γὰρ πυρετὸς καὶ ἄκοντος τοῦ κάμνοντος συνέλκειν τὰ μέλη πέφυκε καὶ διαστρέφειν, πολλῷ μᾶλλον ἄνθρακες ἐπικείμενοι δεξιᾷ, καὶ μὴ ἐνδόντος τοῦ μάρτυρος τοῦτο ἂν εἰργάσαντο. Ἀλλ' ὅμως οὐκ εἰργάσαντο, ἵνα ἐκ περιουσίας μάθῃς, ὅτι Θεοῦ χάρις ἦν ἡ συμπαροῦσα καὶ ἀλείφουσα τὸν ἀθλητὴν, καὶ τὸ τῆς φύσεως ἐλάττωμα διορθουμένη· οὔτε αὐτὴ τὰ ἑαυτῆς ἔπαθε κατὰ τοῦτο, ἀλλ' ὡς ἐξ ἀδάμαντος πεπηγυῖα ἡ χεὶρ ἐκείνη, οὕτως ἀπερίτρεπτος ἔμενεν. Τίς τότε ὁρῶν οὐκ ἂν ἐθαύμασε; τίς οὐκ ἂν ἔφριξε; Διέκυπτον ἄνωθεν ἄγγελοι, ἐθεώρουν ἀρχάγγελοι· λαμπρὸν ἦν τὸ θέατρον, καὶ ὑπερβαῖνον ὄντως τὴν ἀνθρωπίνην φύσιν. Τίς γὰρ οὐκ ἂν ἐπεθύμησεν ἰδεῖν ἄνθρωπον ἀγωνιζόμενον, καὶ οὐ πάσχοντα τὰ τῶν ἀνθρώπων; τὸν αὐτὸν θυσιαστήριον, καὶ ἱερεῖον, καὶ ἱερέα γινόμενον; Διὸ καὶ διπλοῦς ὁ καπνὸς ἀνῄει, ὁ μὲν τοῦ λιβανωτοῦ ἁπτομένου, ὁ δὲ τῆς σαρκὸς τηκομένης· καὶ ἦν ὁ καπνὸς οὗτος ἐκείνου προσηνέστερος, αὕτη δὲ ἡ εὐωδία ἐκείνης βελτίων. Καὶ ταυτὸ συνέβαινεν ὅπερ καὶ ἐπὶ τῆς βάτου· καθάπερ γὰρ ἐκείνη ἡ βάτος ἐκαίετο, καὶ οὐ κατεκαίετο, οὕτω καὶ ἐνταῦθα ἐκαίετο μὲν ἡ δεξιὰ, οὐ κατεφλέγετο δὲ ἡ ψυχή· ἐδαπανᾶτο τὸ σῶμα, καὶ οὐκ ἀνηλοῦτο ἡ πίστις· ἀπηγόρευεν ἡ σὰρξ, καὶ οὐκ ἀπηγόρευεν ἡ προθυμία· καὶ οἱ μὲν ἄνθρακες τὸ μέσον τῆς χειρὸς διατρήσαντες ἐξέπιπτον κάτω, ἡ δὲ ἀνδρεία τῆς ψυχῆς οὐ διέπιπτεν· ἀλλ' ἡ μὲν χεὶρ ἀνήλωτο καὶ ἐῤῥύη· σὰρξ γὰρ ἦν, καὶ οὐκ ἀδάμας· ἡ δὲ ψυχὴ ἑτέραν ἐπεζήτει χεῖρα πάλιν, ὥστε καὶ ἐν ἐκείνῃ τὴν καρτερίαν ἐπιδείξασθαι. Καὶ καθάπερ στρατιώτης γενναῖος εἰς πολεμίους εἰσελθὼν, καὶ κατακόψας τὴν φάλαγγα τῶν ἀνταγωνιζομένων αὐτῷ, διακλάσας τὸ ξίφος τῇ πυκνότητι τῶν ἐπαλλήλων πληγῶν, εἶτα ἐπιστραφεὶς ἕτερον ἐπιζητεῖ, διὰ τὸ μηδέπω κόρον εἰληφέναι τῆς τῶν πολεμίων σφαγῆς· οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου Βαρλαὰμ τὴν χεῖρα ἀναλώσασα ἐν τῷ κατακόπτειν τὰς φάλαγγας τῶν δαιμόνων, ἑτέραν ἐπεζήτει δεξιὰν πάλιν, ὥστε καὶ ἐν ἐκείνῃ τὴν προθυμίαν ἐπιδείξασθαι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι μίαν ἐξέδωκε χεῖρα μόνον· ἀλλὰ τοῦτο πρὸ ἐκείνου ἐννόει, ὅτι ὁ τὴν χεῖρα προδοὺς, οὗτος καὶ τὴν κεφαλὴν ἐξέδωκεν ἂν, καὶ τὰς πλευρὰς προὔθηκε, καὶ πυρὶ, καὶ θηρίοις, καὶ πελάγει, καὶ κρημνῷ, καὶ σταυρῷ, καὶ τροχῷ, καὶ πρὸς πάσας τὰς ἀκουσθείσας ποτὲ τιμωρίας παρετάξατο, καὶ πάντα ἔπαθεν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ προθέσει. Οὐ γὰρ πρὸς ὡρισμένας κολάσεις ἀπαντῶσιν οἱ μάρτυρες, ἀλλὰ πρὸς ἀορίστους ἀποδύονται τιμωρίας· οὐ γάρ εἰσι κύριοι τῆς γνώμης τῶν τυράννων, οὐδὲ ὅρους αὐτοῖς καὶ μέτρα τιμωριῶν τιθέασιν· ἀλλ' ὅσα ἂν αὐτοὺς ἡ ἀπάνθρωπος καὶ θηριώδης ἐκείνων γνώμη διαθεῖναι ἐπιθυμήσῃ κακὰ, τοσαῦτα εἰσέρχονται πεισόμενοι· πλὴν ἂν μὴ μεταξὺ τὸ σῶμα ἀπαγορεῦσαν ἀπλήρωτον ἐν τῷ μέσῳ καταλίπῃ τὴν τῶν τυράννων ἐπιθυμίαν. Ἐμαραίνετο τοίνυν ἡ σὰρξ, καὶ ἡ προαίρεσις προθυμοτέρα ἐγίνετο, αὐτοὺς τοὺς ἄνθρακας παρερχομένη τῇ λαμπρότητι, καὶ μᾶλλον αὐτῶν ἀποστίλβουσα· πνευματικὸν γὰρ ἔνδον ἀνεκαίετο πῦρ πολὺ τοῦ πυρὸς τούτου φλογωδέστερον. Διὰ τοῦτο ἐκεῖνος τῆς ἔξωθεν οὐκ ᾐσθάνετο φλογὸς, ἐπειδὴ τὸ ἔνδον αὐτὸν ἔκαιε πῦρ τὸ διάπυρον καὶ διακαὲς τῆς ἀγάπης τοῦ Χριστοῦ.