Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Eustathium Antiochenum 4.1
Not analysed yet
Ὁρᾷς ὅτι διὰ τοῦτο συγχωρεῖ ὁ Θεὸς τοὺς ἀγγέλους τοῦ Σατανᾶ τοῖς αὐτοῦ δούλοις ἐπικεῖσθαι, καὶ μυρία παρέχειν πράγματα, ἵνα ἡ δύναμις αὐτοῦ διαφαίνηται; Ὄντως γὰρ κἂν πρὸς Ἕλληνας, κἂν πρὸς τοὺς ἀθλίους Ἰουδαίους διαλεγώμεθα, ἀρκεῖ τοῦτο ἡμῖν εἰς ἀπόδειξιν τῆς θείας δυνάμεως, τὸ διὰ μυρίων πολέμων τὴν πίστιν εἰσενεχθεῖσαν κρατῆσαι, καὶ τῆς οἰκουμένης ἁπάσης ἀντιπραττούσης, καὶ μετὰ πολλῆς τῆς σφοδρότητος ἀπωθουμένων ἁπάντων τοὺς δώδεκα ἀνθρώπους ἐκείνους, τοὺς ἀποστόλους λέγω, δυνηθῆναι ἐν βραχεῖ καιρῷ μαστιζομένους, ἐλαυνομένους, μυρία πάσχοντας δεινὰ, τῶν ταῦτα ποιούντων κρατῆσαι μεθ' ὑπερβολῆς ἁπάσης. Διὰ ταῦτα καὶ τὸν μακάριον Εὐστάθιον ἀφῆκε πρὸς τὴν ὑπερορίαν ὁ Θεὸς ἀπενεχθῆναι, ἵνα μειζόνως ἡμῖν δείξῃ καὶ τὴν δύναμιν τῆς ἀληθείας, καὶ τῶν αἱρετικῶν τὴν ἀσθένειαν. Μέλλων τοίνυν πρὸς τὴν ἀποδημίαν ἀπιέναι, τὴν μὲν πόλιν ἠφίει, τὴν δὲ ἀγάπην ὑμῶν οὐκ ἠφίει· οὐδὲ ἐπειδὴ τῆς Ἐκκλησίας ἐξεβάλλετο, καὶ τῆς προστασίας καὶ τῆς ὑπὲρ ὑμῶν κηδεμονίας ἀλλότριον ἑαυτὸν εἶναι ἐνόμιζεν, ἀλλὰ μειζόνως τότε ἐκήδετο, καὶ ἐφρόντιζε· καὶ καλέσας ἅπαντας παρεκάλεσε μὴ παραχωρῆσαι, μηδὲ ἐνδοῦναι τοῖς λύκοις, μηδὲ προδοῦναι τὴν ποίμνην αὐτοῖς, ἀλλὰ μένειν ἔνδον ἐπιστομίζοντας μὲν αὐτοὺς καὶ διελέγχοντας, τοὺς ἀκεραιοτέρους δὲ τῶν ἀδελφῶν ἀσφαλιζομένους. Καὶ ὅτι καλῶς ἐκέλευσε, τὸ τέλος ἔδειξεν· εἰ γὰρ μὴ ἐμείνατε ἐν τῇ Ἐκκλησίᾳ τότε, τὸ πλέον τῆς πόλεως ἦν διεφθαρμένον, ἐπ' ἐρημίας τῶν λύκων τὰ πρόβατα ἐσθιόντων· ἀλλ' ἐκείνου τὸ ῥῆμα ἐκώλυσε μετὰ ἀδείας αὐτοὺς τὴν οἰκείαν ἐπιδείξασθαι πονηρίαν. Οὐ τὸ τέλος δὲ ἔδειξε μόνον, ἀλλὰ καὶ τὰ Παύλου ῥήματα· καὶ γὰρ οὗτος παρ' ἐκείνου παιδευθεὶς ταῦτα παρῄνει. Τί οὖν ὁ Παῦλός φησι; Μέλλων ἀπάγεσθαί ποτε εἰς τὴν Ῥώμην τὴν ἐσχάτην ἀποδημίαν, μεθ' ἣν οὐκ ἔτι ἔμελλεν ὄψεσθαι τοὺς μαθητάς· Οὐκ ἔτι γὰρ ὑμᾶς ὄψομαι, φησί· τοῦτο δὲ ἔλεγεν, οὐχὶ λυπῆσαι, ἀλλ' ἀσφαλίσασθαι βουλόμενος· μέλλων τοίνυν ἀποδημεῖν ἐκεῖθεν, οὕτω πως αὐτοὺς ἠσφαλίζετο λέγων· Οἶδα ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσελεύσονται πρὸς ὑμᾶς λύκοι βαρεῖς, καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα. Τριπλοῦς ὁ πόλεμος, ἡ φύσις τῶν θηρίων, ἡ χαλεπότης τοῦ πολέμου, τὸ μὴ ἀλλοτρίους, ἀλλὰ καὶ οἰκείους εἶναι τοὺς πολεμοῦντας· διὰ τοῦτο χαλεπώτερος· εἰκότως. Ἂν μὲν γὰρ ἔξωθέν μέ τις βάλλῃ καὶ πολεμῇ, ῥᾳδίως αὐτοῦ περιγενέσθαι δυνήσομαι· ἂν δὲ ἔνδοθεν ἀπὸ τοῦ σώματος φύῃ τὸ ἕλκος, δυσίατον γίνεται τὸ κακόν· ὃ δὴ καὶ τότε ἐγένετο. Διὸ καὶ παρῄνει λέγων, Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ· οὐκ εἶπε, Καταλιπόντες τὰ πρόβατα φεύγετε ἔξω. Ταῦτα καὶ ὁ μακάριος Εὐστάθιος πεπαιδευμένος παρῄνει τοῖς ἑαυτοῦ μαθηταῖς· ἅπερ οὖν καὶ ὁ σοφὸς οὗτος καὶ γενναῖος διδάσκαλος ἀκούσας, ἔργῳ τὸν λόγον ἐπλήρωσεν. Εἰσιόντων γοῦν ἐκείνων, οὐκ ἀφῆκε τὰ πρόβατα, καίτοι γε οὐκ ἦν ἐπὶ τὸν θρόνον τῆς ἀρχῆς ἀνελθών· ἀλλ' οὐδὲν τοῦτο πρὸς τὴν γενναίαν ἐκείνην καὶ φιλόσοφον ψυχήν. Τὰς μὲν γὰρ τιμὰς τῶν ἀρχόντων ἑτέροις ἠφίει, τοὺς δὲ πόνους τῶν ἀρχόντων αὐτὸς ὑπέμενεν, ἔνδον μεταξὺ τῶν λύκων στρεφόμενος· οὐδὲν γὰρ αὐτὸν οἱ τῶν θηρίων ὀδόντες ἔβλαπτον, οὕτως ἰσχυροτέραν πίστιν εἶχε τῶν ἐκείνων δηγμάτων. Ἔνδον τοίνυν στρεφόμενος, καὶ τῇ γινομένῃ πρὸς αὐτὸν μάχῃ πάντας αὐτοὺς ἀσχολῶν, πολλὴν ἄδειαν τοῖς προβάτοις παρεσκεύαζεν. Οὐ τοῦτο δὲ μόνον ἐποίει ἐμφράττων αὐτῶν τὰ στόματα, ἀνακρουόμενος τὰς βλασφημίας, ἀλλὰ καὶ αὐτὰ τὰ θρέμματα περιιὼν κατεμάνθανε, μή που βέλος ἐδέξατό τις, μή που τραῦμα χαλεπὸν ἔλαβε, καὶ εὐθέως τὸ φάρμακον ἐπετίθει. Καὶ ταῦτα ποιῶν ἐζύμωσεν ἅπαντας εἰς τὴν ἀληθῆ πίστιν, καὶ οὐ πρότερον ἀπέστη, ἕως ὁ Θεὸς τὸν μακάριον Μελέτιον παρεσκεύασεν ἐλθόντα τὸ φύραμα ἅπαν λαβεῖν· οὗτος ἔσπειρεν, ἐκεῖνος ἐλθὼν ἐθέρισεν. Οὕτω καὶ ἐπὶ Μωϋσέως καὶ Ἀαρὼν ἐγένετο. Καὶ γὰρ κἀκεῖνοι ζύμης δίκην ἐν μέσοις τοῖς Αἰγυπτίοις στρεφόμενοι πολλοὺς τῆς οἰκείας εὐσεβείας ἐποίησαν ζηλωτάς. Καὶ μαρτυρεῖ τοῦτο Μωϋσῆς λέγων, ὅτι πολὺς ἐπίμικτος λαὸς συνανέβη μετὰ τῶν Ἰσραηλιτῶν. Τοῦτον δὴ τὸν Μωϋσέα μιμούμενος οὗτος, καὶ πρὸ τῆς ἀρχῆς τὰ τῆς ἀρχῆς ἔπραττε· καὶ γὰρ ἐκεῖνος οὐδέπω τοῦ λαοῦ τὴν προστασίαν ἐγχειρισθεὶς, ἐῤῥωμένως μάλα καὶ γενναίως τοὺς ἀδικοῦντας ἐκόλαζε, τοῖς ἀδικουμένοις ἤμυνε, καὶ βασιλικὴν τράπεζαν ἀφεὶς, καὶ τιμὰς, καὶ προεδρίας, πρὸς τὸν πηλὸν καὶ τὴν πλινθείαν ἔδραμε, πάσης τρυφῆς, καὶ ἀνέσεως, καὶ τιμῆς προτιμοτέραν εἶναι νομίζων τὴν τῶν οἰκείων κηδεμονίαν· πρὸς ὃν καὶ αὐτὸς βλέπων τότε πάντας ἄρχοντας τῇ περὶ τὸν λαὸν παρῄνει κηδεμονίᾳ, καὶ ἀνέσεως προετίθει πόνους καὶ τὸ πάντοθεν ἐλαύνεσθαι διηνεκεῖς καθ' ἑκάστην ἡμέραν ἀναδεχόμενος ἀπεχθείας· ἀλλὰ πάντα ἦν αὐτῷ κοῦφα· ἡ γὰρ τῶν γινομένων ὑπόθεσις ἱκανὴν αὐτῷ παρεῖχε τῶν συμβαινόντων παραμυθίαν. Διὰ δὴ ταῦτα πάντα εὐχαριστήσαντες τῷ Θεῷ, ζηλώσωμεν τῶν ἁγίων τούτων τὰς ἀρετὰς, ἵνα καὶ τῶν στεφάνων αὐτοῖς κοινωνήσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.