# In sanctum Ignatium martyrem 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Ignatium martyrem, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-sanctum-ignatium-martyrem/1.1

Οἱ πολυτελεῖς καὶ φιλότιμοι τῶν ἑστιατόρων πυκνὰς καὶ ἐπαλλήλους ποιοῦνται τὰς ἑστιάσεις, ὁμοῦ μὲν τὴν οἰκείαν περιουσίαν ἐπιδεικνύμενοι, ὁμοῦ δὲ τὴν περὶ τοὺς ἐπιτηδείους φιλοφροσύνην ἐμφαίνοντες. Οὕτω καὶ ἡ τοῦ Πνεύματος χάρις τῆς οἰκείας δυνάμεως τὴν ἀπόδειξιν ἡμῖν παρεχομένη, καὶ πολλὴν τὴν φιλοφροσύνην περὶ τοὺς τοῦ Θεοῦ φίλους ἐπιδεικνυμένη, συνεχεῖς ἡμῖν καὶ ἐπαλλήλους τὰς τῶν μαρτύρων παρατίθεται τραπέζας. Πρῴην γοῦν ἡμᾶς κόρη κομιδῇ νέα καὶ ἀπειρόγαμος, ἡ μακαρία μάρτυς Πελαγία, μετὰ πολλῆς τῆς εὐφροσύνης εἱστίασε· σήμερον πάλιν τὴν ἐκείνης ἑορτὴν ὁ μακάριος οὗτος καὶ γενναῖος μάρτυς Ἰγνάτιος διεδέξατο. Διάφορα τὰ πρόσωπα, ἀλλὰ μία ἡ τράπεζα· ἐνηλλαγμένα τὰ παλαίσματα, ἀλλ' εἷς ὁ στέφανος· ποικίλα τὰ ἀγωνίσματα, ἀλλὰ τὸ αὐτὸ βραβεῖον. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἀγώνων, ἐπειδὴ σωμάτων εἰσὶν οἱ πόνοι, εἰκότως ἄνδρες ἐγκρίνονται μόνοι· ἐνταῦθα δὲ, ἐπειδὴ τῆς ψυχῆς ὁ ἀγὼν ἅπας ἐστὶν, ἑκατέρᾳ τῇ φύσει τὸ στάδιον ἀνέῳγεν, ἑκατέρῳ τῷ γένει τὸ θέατρον κάθηται. Καὶ οὔτε ἄνδρες ἀπεδύσαντο μόνον, ἵνα μὴ πρὸς τὴν τῆς φύσεως ἀσθένειαν αἱ γυναῖκες καταφεύγουσαι δόξωσιν ἔχειν εὐπρόσωπον ἀπολογίαν· οὔτε γυναῖκες ἠνδρίσαντο μόναι, ἵνα μὴ τὸ τῶν ἀνδρῶν καταισχύνηται γένος· ἀλλὰ καὶ ἐντεῦθεν κἀκεῖθεν πολλοὶ οἱ ἀνακηρυττόμενοι καὶ στεφανούμενοι, ἵνα μάθῃς διὰ τῶν ἔργων αὐτῶν ὅτι ἐν Χριστῷ Ἰησοῦ οὐκ ἄρσεν, οὐ θῆλυ, ὅτι οὔτε φύσις, οὔτε σώματος ἀσθένεια, οὔτε ἡλικία, οὔτε ἄλλο οὐδὲν τῶν τοιούτων ἐμποδίσαι δύναιτ' ἂν τοῖς τὸν τῆς εὐσεβείας τρέχουσι δρόμον, ἐὰν προθυμία γενναία, καὶ φρόνημα διεγηγερμένον, καὶ φόβος Θεοῦ θερμὸς καὶ διάπυρος ἐῤῥιζωμένος ἡμῶν ἐν ταῖς ψυχαῖς ᾖ. Διὰ τοῦτο καὶ κόραι, καὶ γυναῖκες, καὶ ἄνδρες, καὶ νέοι, καὶ γέροντες, καὶ δοῦλοι, καὶ ἐλεύθεροι, καὶ πᾶσα ἀξία, καὶ ἡλικία ἅπασα, καὶ φύσις ἑκατέρα πρὸς τοὺς ἀγῶνας ἀπεδύσαντο τούτους, καὶ οὐδαμόθεν οὐδὲν παρεβλάβησαν, ἐπεὶ προαίρεσιν γενναίαν εἰσήνεγκαν εἰς τὰ παλαίσματα ταῦτα. Ὁ μὲν οὖν καιρὸς ἡμᾶς ἤδη πρὸς τὴν διήγησιν τῶν τοῦ μακαρίου τούτου κατορθωμάτων καλεῖ· ὁ λογισμὸς δὲ ταράττεται καὶ θορυβεῖται, οὐκ ἔχων τί πρῶτον, τί δεύτερον εἰπεῖν, τί τρίτον· τοσοῦτον περιῤῥεῖ πάντοθεν ἡμᾶς ἐγκωμίων πλῆθος. Καὶ ταὐτὸν πάσχομεν, οἷον ἂν εἴ τις εἰς λειμῶνα εἰσελθὼν, καὶ πολλὴν μὲν τὴν ῥοδωνιὰν ἰδὼν, πολὺ δὲ τὸ ἴον, καὶ τὸ κρίνον τοσοῦτον, καὶ ἕτερα δὲ ἠρινὰ ἄνθη ποικίλα τε καὶ διάφορα, ἀπορήσειε, τί πρῶτον ἴδῃ, τί δεύτερον, ἑκάστου τῶν ὁρωμένων πρὸς ἑαυτὸ καλοῦντος τὰς ὄψεις. Καὶ γὰρ καὶ ἡμεῖς εἰς τὸν πνευματικὸν τοῦτον λειμῶνα τῶν Ἰγνατίου κατορθωμάτων εἰσελθόντες, καὶ οὐχὶ ἄνθη ἠρινὰ, ἀλλ' αὐτὸν τοῦ Πνεύματος τὸν καρπὸν ποικίλον τε καὶ διάφορον ἐν τῇ τούτου ψυχῇ θεώμενοι θορυβούμεθα, καὶ διαποροῦμεν, οὐκ ἔχοντες ποῦ πρῶτον τὸν λογισμὸν ἀπερείσωμεν, ἑκάστου τῶν ὁρωμένων ἀπὸ τῶν πλησίον ἀνθέλκοντος, καὶ πρὸς τὴν τῆς οἰκείας εὐπρεπείας θεωρίαν ἐπισπωμένου τὴν τῆς ψυχῆς ὄψιν. Σκοπεῖτε γάρ· προέστη τῆς παρ' ἡμῖν Ἐκκλησίας γενναίως, καὶ μετὰ τοσαύτης ἀκριβείας, μεθ' ὅσης ὁ Χριστὸς βούλεται· ἂν γὰρ μέγιστον ὄρον καὶ κανόνα τῆς ἐπισκοπῆς ἔφησεν εἶναι ἐκεῖνος, τοῦτον οὗτος διὰ τῶν ἔργων ἐπεδείξατο. Καὶ γὰρ τοῦ Χριστοῦ λέγοντος ἀκούσας, ὅτι Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, μετὰ πάσης ἀνδρείας αὐτὴν ἐπέδωκεν ὑπὲρ τῶν προβάτων. Συνεγένετο τοῖς ἀποστόλοις γνησίως, καὶ τῶν πνευματικῶν ναμάτων ἀπήλαυσεν. Ὁποῖον οὖν εἶναι εἰκὸς τὸν συντραφέντα ἐκείνοις, καὶ πανταχοῦ συγγενόμενον, καὶ ῥητῶν καὶ ἀποῤῥήτων αὐτοῖς κοινωνήσαντα, καὶ τοσαύτης εἶναι δόξαντα αὐτοῖς ἀρχῆς ἄξιον; Ἐπέστη πάλιν καιρὸς ἀνδρείαν ἐπιζητῶν καὶ ψυχὴν τῶν παρόντων ὑπερορῶσαν ἁπάντων, καὶ τῷ θείῳ ζέουσαν ἔρωτι, καὶ τὰ μὴ βλεπόμενα τῶν ὁρωμένων προτιμῶσαν· καὶ μετὰ τοσαύτης εὐκολίας τὴν σάρκα ἀπέθετο, μεθ' ὅσης ἄν τις ἱμάτιον ἀποδύσαιτο. Τί οὖν πρότερον εἴπωμεν; τῶν ἀποστόλων τὴν διδασκαλίαν, ἢν ἐπεδείξατο διὰ πάντων, ἢ τῆς παρούσης ζωῆς τὴν ὑπεροψίαν, ἢ τὴν ἀκρίβειαν τῆς ἀρετῆς, μεθ' ἧς τὴν προστασίαν τῆς Ἐκκλησίας ᾠκονόμησε; Τίνα πρότερον ἀνυμνήσομεν; τὸν μάρτυρα, ἢ τὸν ἐπίσκοπον, ἢ τὸν ἀπόστολον; Τριπλοῦν γὰρ στέφανον ἡ τοῦ Πνεύματος πλέξασα χάρις, οὕτω τὴν ἁγίαν ἐκείνην ἀνέδησε κεφαλήν· μᾶλλον δὲ πολλαπλοῦν. Τῶν γὰρ στεφάνων ἕκαστον, εἴ τις αὐτοὺς μετὰ ἀκριβείας ἀναπτύξειεν, εὑρήσει καὶ ἑτέρους ἡμῖν βλαστάνοντας στεφάνους.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Ignatium martyrem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg044.local001/.
