Ancient Greek · ~19 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Julianum martyrem 1.1
Not analysed yet
Εἰ ἐν τῇ γῇ τοιαῦται τοῖς μάρτυσιν αἱ τιμαὶ, μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ποταποὶ πλέκονται ἐν οὐρανοῖς οἱ στέφανοι ταῖς ἁγίαις αὐτῶν κεφαλαῖς; εἰ πρὸ τῆς ἀναστάσεως τοσαύτη ἡ δόξα, πόση μετὰ τὴν ἀνάστασιν ἡ λαμπρότης; εἰ παρὰ τῶν συνδούλων τοσαύτης θεραπείας ἀπολαύουσι, πόσης τεύξονται παρὰ τοῦ Δεσπότου τῆς εὐνοίας; εἰ ἡμεῖς οἱ πονηροὶ οἴδαμεν τοὺς κατορθοῦντας τῶν συνδούλων οὕτω τιμᾷν καὶ ἐκπλήττεσθαι, ἐπειδὴ ὑπὲρ Χριστοῦ ἠγωνίσαντο· πόσῳ μᾶλλον ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος δώσει μυρία ἀγαθὰ τοῖς ὑπὲρ αὐτοῦ πεπονηκόσι; Καὶ γὰρ μεγαλόδωρός ἐστι καὶ φιλάνθρωπος· ἀλλ' οὐ δι' αὐτὸ τοῦτο μένουσιν αὐτοὺς μεγάλαι αἱ τιμαὶ, ἀλλ' ὅτι καὶ ὀφειλέτης ἐστὶν αὐτῶν. Οὐκ ἐσφάγησαν ὑπὲρ ἡμῶν οἱ μάρτυρες, καὶ ὅμως συντρέχομεν εἰς τὴν ἐκείνων τιμήν. Εἰ δὲ ἡμεῖς, ὑπὲρ ὧν οὐκ ἐσφάγησαν, συντρέχομεν, ὁ Χριστὸς, ὑπὲρ οὗ τὰς κεφαλὰς ἀπέθεντο, τί οὐ ποιήσει; εἰ οἷς μηδὲν ὤφειλε, τοσαῦτα ἔδωκεν ἀγαθὰ, τούτους, οἷς ὀφειλέτης ἐστὶ, πόσαις οὐκ ἀμείψεται δωρεαῖς; Οὐδὲν ὤφειλε πρὸ τούτου τῇ οἰκουμένῃ· Πάντες γὰρ ἥμαρτον, φησὶ Παῦλος, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· μᾶλλον δὲ ὤφειλε κόλασιν καὶ τιμωρίαν· ἀλλ' ὅμως κόλασιν ἡμῖν ὀφείλων καὶ τιμωρίαν, ζωὴν αἰώνιον ἐχαρίσατο. Εἰ τοίνυν οἷς κόλασιν ὤφειλε, τούτοις βασιλείαν ἔδωκεν· οἷς ζωὴν αἰώνιον ὀφείλει, τί οὐ δώσει; καὶ πόσαις αὐτοὺς οὐ τιμήσει τιμαῖς; εἰ ὑπὲρ τῶν μισούντων αὐτὸν ἐσταυρώθη, καὶ τὸ αἷμα ἐξέχεεν, ὑπὲρ τῶν τὸ αἷμα ἐκχεάντων διὰ τὴν εἰς αὐτὸν ὁμολογίαν, τί οὐκ ἐργάσεται; εἰ τοὺς ἀποστρεφομένους καὶ ἀποπηδῶντας οὕτως ἠγάπησεν, ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτῶν, τοὺς ἀγαπήσαντας αὐτὸν μέτρῳ μεγίστῳ (Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ), πόσῃ δέξεται εὐνοίᾳ καὶ θεραπείᾳ; Οἱ μὲν οὖν ἀθληταὶ τῶν ἔξωθεν ἀγώνων ἐν τῷ αὐτῷ σκάμματι καὶ παλαίουσι, καὶ νικῶσι, καὶ ἀνακηρύττονται, καὶ στεφανοῦνται· οὗτοι δὲ οἱ ἀθληταὶ τῆς εὐσεβείας οὐχ οὕτως· ἀλλ' ἐπάλαισαν μὲν ἐν τῷ παρόντι αἰῶνι, στεφανοῦνται δὲ ἐν ἐκείνῳ τῷ μέλλοντι· ἐπύκτευσαν ἐνταῦθα τῷ διαβόλῳ καὶ περιεγένοντο, ἀνακηρύττονται δὲ ἐκεῖ. Καὶ ἵνα μάθητε, ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ οὐκ ἐνταῦθα αὐτοῖς οἱ στέφανοι δίδονται, ἀλλ' ἐκεῖ πᾶσαι αὐτοὺς ἀναμένουσιν αἱ δωρεαὶ, ἀκούσατε τοῦ Παύλου λέγοντος, Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος· ποῦ καὶ πότε; Ὃν ἀποδώσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής. Ἐνταῦθα ἔδραμεν, ἐκεῖ στεφανοῦται· ἐνταῦθα ἐνίκησε, κἀκεῖ ἀναγορεύεται. Ἠκούσατε αὐτοῦ καὶ σήμερον βοῶντος καὶ λέγοντος, Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι. Τίνος οὖν ἕνεκεν τοῖς μὲν ἀθληταῖς τοῖς ἔξωθεν ὁμοῦ καὶ αἱ νῖκαι, καὶ οἱ στέφανοι, τοῖς δὲ ἀθληταῖς τῆς εὐσεβείας οὐχ ὁμοῦ καὶ αἱ νῖκαι, καὶ οἱ στέφανοι, ἀλλὰ μετὰ τοσοῦτον τὸ διάστημα τοῦ χρόνου; Ἵδρωσαν, ἐπόνεσαν ἐνταῦθα, μυρία ὑπέμειναν τραύματα, καὶ οὐκ εὐθέως αὐτοὺς στεφανοῖ; Οὐχὶ, φησίν· οὐ γὰρ δέχεται ἡ φύσις τοῦ παρόντος βίου τὸ μεγέθος ἐκείνης τῆς τιμῆς· ἐπίκηρος ὁ παρὼν αἰών ἐστι καὶ βραχὺς, ἄπειρος ἐκεῖνος, καὶ ἀθάνατος, καὶ ἀτελεύτητος. Διὰ τοῦτο τοὺς μὲν πόνους συνεκλήρωσε τῷ βραχεῖ καὶ προσκαίρῳ αἰῶνι, τοὺς δὲ στεφάνους ἐταμιεύσατο τῷ ἀγήρῳ καὶ ἀθανάτῳ, ἵνα καὶ τῶν πόνων τὸ φορτικὸν ὑποτέμνηται, τῇ ὀλιγότητι τοῦ χρόνου συγκαταλυόμενον, καὶ τῶν στεφάνων ἡ ἀπόλαυσις μένῃ διαρκὴς καὶ ἀτελεύτητος, τῇ τῶν ἀπείρων αἰώνων ἐκείνων ἀθανασίᾳ συμπαρεκτεινομένη. Μειζόνως τοίνυν αὐτοὺς τιμῆσαι βουλόμενος ἀνεβάλετο τὴν δωρεάν· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἵνα καὶ καθαρὰν λοιπὸν ἔχωσι τὴν ἡδονήν. Ὥσπερ γὰρ ὁ πρότερον τρυφῶν καὶ ἀνέσεως ἀπολαύων, μετὰ δὲ ταῦτα θλιβόμενος, οὐκ αἰσθάνεται τῆς παρούσης τρυφῆς τῇ προσδοκίᾳ τῶν μελλόντων δεινῶν· οὕτως ὁ πρότερον πυκτεύων, καὶ ἀθλῶν, καὶ μυρία ὑπομένων κακὰ, μετὰ δὲ ταῦτα στεφανούμενος, οὐκ αἰσθάνεται τῶν παρόντων δεινῶν, τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν ἀνανεούμενος. Οὐ τοῦ παρόντος δὲ μόνον ἐκούφισεν αὐτοὺς πόνου τῇ μελλούσῃ ἐλπίδι, ἀλλὰ καὶ τῇ τάξει προτέραν τῆς ἀνέσεως κατασκευάσας γίνεσθαι τὴν θλῖψιν, ἵνα μὴ σφόδρα ὑπὸ τῶν παρόντων δεινῶν κατατείνωνται πρὸς ἐκεῖνα βλέποντες. Οὕτω καὶ οἱ πυκτεύοντες δέχονται τὰ τραύματα προθύμως, οὐ πρὸς τὰς ἀλγηδόνας, ἀλλὰ πρὸς τὸν στέφανον βλέποντες· οὕτω καὶ ναῦται μυρίους ὑπομένοντες κινδύνους, χειμῶνας, καὶ πόλεμόν τινα χαλεπὸν, καὶ πρὸς θηρία ἄγρια, καὶ πρὸς τοὺς ἐν τῇ θαλάττῃ κακούργους ἀντιπαραταττόμενοι, οὐδὲν τούτων λογίζονται, ἀλλὰ πρὸς τοὺς λιμένας, καὶ τὸν ἀπὸ τῆς ἐμπορίας πλοῦτον ὁρῶσιν· οὕτω καὶ οἱ μάρτυρες μυρία πάσχοντες δεινὰ, καὶ τὸ σῶμα διαφόροις βασάνοις κατατεμνόμενοι, πρὸς οὐδὲν τούτων ἑώρων, ἀλλὰ πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐκεῖθεν κεχήνασιν ἀγαθά. Καὶ ἵνα μάθητε ὅτι τὰ φύσει φορτικὰ καὶ ἀφόρητα, ταῦτα τῇ ἐλπίδι τῶν μελλόντων κοῦφα καὶ ῥᾷστα γίνεται, ἀκούσατε τοῦ πρωτοστάτου τῶν τοιούτων ἀγαθῶν λέγοντος· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν. Πῶς, εἰπέ μοι; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα.