# In sanctum Lucianum martyrem 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Lucianum martyrem, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-sanctum-lucianum-martyrem/1.1

Ὅπερ χθὲς ἐδεδοίκειν ἐξέβη, καὶ τέλος ἔλαβε νῦν, καὶ τῆς ἑορτῆς ἀπελθούσης, καὶ τὸ πλῆθος ἡμῖν συναπεδήμησε, καὶ ἐλάττων ἡμῖν ὁ σύλλογος γέγονε. Καὶ ᾔδειν μὲν τοῦτο συμβησόμενον πάντως· οὐ μὴν δὲ διὰ τοῦτο τῆς παραινέσεως ἀπέστην· εἰ γὰρ καὶ μὴ πάντες ἐπείσθησαν οἱ χθὲς ἀκούσαντες, ἀλλ' οὐδὲ πάντες ἠπείθησαν· οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίας λόγον ἡμῖν· διόπερ οὐδὲ σήμερον ἀποστήσομαι ταύτης τῆς συμβουλῆς· εἰ γὰρ καὶ μὴ δι' ἡμῶν, ἀλλά γε δι' ὑμῶν πάντως ἀκούσονται τὰ λεγόμενα. Τίς γὰρ δυνηθείη σιγῇ τὴν τοσαύτην αὐτῶν ῥᾳθυμίαν ἐνεγκεῖν, ἢ μεταδοῦναι συγγνώμης καὶ ἀπολογίας αὐτοῖς, οἳ διὰ τοσούτου χρόνου τὴν μητέρα ἰδόντες, καὶ τῶν ἐν αὐτῇ καλῶν ἀπολαύσαντες ἀπέστησαν, καὶ οὐκ ἠνέσχοντο τὸ δεύτερον ἐπιστρέψαι πάλιν, οὐδὲ τὴν τοῦ Νῶε περιστερὰν, ἀλλὰ τὸν κόρακα ἐμιμήσαντο, καὶ ταῦτα τοῦ κλυδωνίου μένοντος ἔτι, καὶ τοῦ χειμῶνος ἐκείνου, καὶ χαλεπωτέρας καθ' ἑκάστην ἡμέραν ἐγειρομένης ζάλης, καὶ τῆς ἁγίας ταύτης κιβωτοῦ προκειμένης ἐν μέσῳ, καὶ πάντας καλούσης, καὶ πρὸς ἑαυτὴν ἐπισπωμένης, καὶ πολλὴν τοῖς καταφεύγουσι παρεχούσης τὴν ἀσφάλειαν; Οὐ γὰρ ὑδάτων, οὐδὲ κυμάτων ἐμβολὰς, ἀλλὰ τῶν ἀλογωτάτων παθῶν τὰς συνεχεῖς ἀποκρούεται ἐπαναστάσεις, καὶ φθόνον ἀναιρεῖ, καὶ ἀπόνοιαν καταστέλλει. Οὔτε γὰρ ὁ πλούσιος ἐνταῦθα τοῦ πένητος ὑπεριδεῖν δυνήσεται, ἀκούων παρὰ τῶν θείων Γραφῶν, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· οὔτε ὁ πένης πλουτοῦντα ἕτερον ἰδὼν βασκανίᾳ ἁλώσεται, ἀκούων καὶ αὐτὸς ἑτέρου προφήτου λέγοντος· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. Τοιαύτη γὰρ τῆς εὐπορίας ταύτης ἡ φύσις· οὐ συμμεθίσταται τοῖς ἔχουσιν, οὐ συναποδημεῖ τοῖς κεκτημένοις, οὐ παρίσταται κρινομένοις ἐκεῖ καὶ εὐθύνας ὑπέχουσιν, ἀλλ' ὑπὸ τοῦ θανάτου διακόπτεται πάντως· πολλοὺς δὲ καὶ πρὸ τοῦ θανάτου κατέλιπεν· ἄπιστος ἡ χρῆσις, ἀβέβαιος ἡ ἀπόλαυσις, ἐπικίνδυνος ἡ κτῆσις. Ἀλλ' οὐ τὰ τῆς ἀρετῆς τοιαῦτα, καὶ τὰ τῆς ἐλεημοσύνης· ἀλλ' ἔστιν ἄσυλος οὗτος ὁ θησαυρός. Πόθεν τοῦτο δῆλον; Ὁ περὶ τοῦ πλούτου τούτου φιλοσοφήσας καὶ εἰπὼν, ὅτι Οὐ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ, οὗτος καὶ περὶ τῶν τῆς ἐλεημοσύνης θησαυρῶν, τῶν ἀεὶ μενόντων καὶ μηδέποτε συλωμένων, ἐπαίδευσεν ἡμᾶς οὕτως εἰπών· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Τί τούτου παραδοξότερον γένοιτ' ἄν; Τὰ συλλεγόμενα ἀπόλλυνται, καὶ τὰ σκορπιζόμενα μένει, καὶ μάλα εἰκότως. Τὰ μὲν γὰρ ὁ Θεὸς ὑποδέχεται, ἐκ δὲ τῆς τοῦ Θεοῦ χειρὸς οὐδεὶς ἁρπάζειν δύναται· τὰ δὲ ἐν ἀνθρωπίνοις ἀποτίθεται θησαυροῖς· ἔνθα πολλαῖς ὑπόκειται ταῖς ἐπιβουλαῖς, ἔνθα πολὺς ὁ φθόνος καὶ ἡ βασκανία. Μὴ τοίνυν ἀμελῇς, ἀγαπητὲ, τῆς ἐνταῦθα διατριβῆς· κἂν γάρ τις ἀθυμία ἐνοχλῇ, ἐνταῦθα φυγαδεύεται· κἂν φροντίδες βιωτικαὶ, δραπετεύουσι· κἂν ἄλογα πάθη, σβέννυται· ἀπὸ δὲ τῆς ἀγορᾶς, καὶ τῶν θεάτρων, καὶ τῶν ἄλλων συλλόγων τῶν ἔξωθεν πολλὰς ἐπισυρόμενοι φροντίδας, καὶ ἀθυμίας, καὶ ψυχῆς νόσους, οἴκαδε ἀναχωροῦμεν. Ἂν ἐνταῦθα διατρίβῃς συνεχῶς, καὶ ἅπερ ἔλαβες ἔξωθεν κακὰ ἀποθήσῃ πάντως· ἂν δὲ ἀποπηδᾷς καὶ φεύγῃς καὶ ἅπερ ἐκτήσω παρὰ τῶν θείων Γραφῶν ἀγαθὰ ἀπολεῖς πάντως, κατὰ μικρὸν ἐκ τῶν ἔξω συνεδρίων καὶ διαλέξεων ὑποσυρομένης σου τῆς εὐπορίας. Καὶ ὅτι ταῦτά ἐστιν ἀληθῆ, ἀναχωροῦντες ἐντεῦθεν σπουδάσατε τοὺς σήμερον ἀπολειφθέντας ἰδεῖν, καὶ ὄψεσθε πόσον τὸ μέσον τῆς ὑμετέρας εὐθυμίας καὶ τῆς ἐκείνων ἀθυμίας. Οὐχ οὕτως ἐστὶ νύμφη καλὴ καὶ ἐπίχαρις ἐν παστάδι καθημένη, ὡς ἔστι ψυχὴ θαυμαστὴ καὶ ἔνδοξος ἐν Ἐκκλησίᾳ φαινομένη, μύρων πνέουσα πνευματικῶν. Ὁ γὰρ ἐνταῦθα μετὰ πίστεως καὶ σπουδῆς παραγινόμενος, μυρίους λαβὼν ἄπεισι θησαυρούς· κἂν ἀνοίξῃ τὸ στόμα μόνον, πάσης εὐωδίας εὐθέως καὶ πλούτου πνευματικοῦ τοὺς συγγινομένους ἐνέπλησε κἂν μυρία προσπέσῃ δεινὰ, πάντα οἴσει ῥᾳδίως, ἱκανὴν ἀφορμὴν ἀπὸ τῶν θείων Γραφῶν ὑπομονῆς καὶ φιλοσοφίας ἐντεῦθεν λαβών. Καὶ καθάπερ ὁ διηνεκῶς ἐπὶ τῆς πέτρας ἑστὼς τῶν κυμάτων καταγελᾷ, οὕτως ὁ συνάξεως ἀπολαύων διηνεκοῦς, καὶ τοῖς θείοις ἀρδευόμενος λόγοις, καθάπερ ἐπὶ πέτρας τῆς ὀρθῆς τῶν πραγμάτων κρίσεως στήσας ἑαυτὸν, οὐδενὶ τῶν ἀνθρωπίνων ἁλώσεται, ἀνώτερον τῆς τῶν βιωτικῶν πραγμάτων καταστήσας ἑαυτὸν ἐπιδρομῆς· οὐκ ἀπὸ συμβουλῆς δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ εὐχῆς, καὶ ἀπὸ πατρικῆς εὐλογίας, καὶ ἀπὸ κοινῆς συνόδου, καὶ ἀπὸ τῆς τῶν ἀδελφῶν ἀγάπης, καὶ ἐξ ἑτέρων μυρίων πολλὴν ὠφέλειαν καὶ ψυχαγωγίαν καρπωσάμενος, οὕτως ἀνεχώρησε, μυρία οἴκαδε φέρων ἀγαθά. Ὅρα οὖν πόσης μὲν ὑμεῖς σήμερον ἀπολαύσεσθε τῆς εὐλογίας, πόσην δὲ ὑποστήσονται ἐκεῖνοι τὴν ζημίαν. Ὑμεῖς μὲν γὰρ μαρτύρων μισθὸν λαμβάνοντες ἀπελεύσεσθε· ἐκεῖνοι δὲ πρὸς τῷ τοῦ κέρδους ἀποστερηθῆναι τούτου, καὶ ἑτέραν ὑποστήσονται ζημίαν, ἐκ τῶν ἀνονήτων διατριβῶν πολὺν φροντίδων ἐπισυρόμενοι φορυτόν. Ὥσπερ γὰρ ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήψεται· οὕτως ὁ δεχόμενος μάρτυρα εἰς ὄνομα μάρτυρος, μισθὸν μάρτυρος λήψεται· ὑποδοχὴ δὲ μάρτυρος τὸ συνελθεῖν εἰς τὴν ἐκείνου μνήμην, τὸ κοινωνῆσαι τῆς διηγήσεως τῶν ἄθλων, τὸ θαυμάσαι τὰ γεγενημένα, τὸ ζηλῶσαι τὴν ἀρετὴν, τὸ εἰς ἑτέρους ἐξενεγκεῖν τὰς ἀνδραγαθίας τὰς ἐκείνου· ταῦτα τῶν μαρτύρων τὰ ξένια· οὕτω τοὺς ἁγίους τούτους τις ὑποδέχεται, καθάπερ οὖν καὶ ὑμεῖς τήμερον πεποιήκατε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Lucianum martyrem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg040.local001/.
