Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Lucianum martyrem 2.1
Not analysed yet
Χθὲς μὲν οὖν ὁ Δεσπότης ἡμῶν ὕδατι ἐβαπτίσατο, σήμερον δὲ ὁ δοῦλος αἵματι βαπτίζεται· χθὲς ἠνεῴχθησαν οὐρανοῦ πύλαι, σήμερον κατεπατήθησαν ᾅδου πύλαι. Καὶ μὴ θαυμάσητε, εἰ βάπτισμα τὸ μαρτύριον ἐκάλεσα· καὶ γὰρ καὶ ἐνταῦθα τὸ Πνεῦμα μετὰ πολλῆς ἐφίπταται τῆς δαψιλείας, καὶ ἁμαρτημάτων ἀναίρεσις καὶ ψυχῆς γίνεται καθαρμὸς θαυμαστός τις καὶ παράδοξος· καὶ ὥσπερ οἱ βαπτιζόμενοι τοῖς ὕδασιν, οὕτως οἱ μαρτυροῦντες τῷ ἰδίῳ λούονται αἵματι· ὃ δὴ καὶ ἐπὶ τούτου γεγένηται. Ἀλλὰ γὰρ πρὸ τῆς σφαγῆς ἀναγκαῖον εἰπεῖν τοῦ διαβόλου τὴν πανουργίαν. Συνιδὼν γὰρ ἐκεῖνος ὅτι πάσης τιμωρίας καὶ κολάσεως εἴδους κατεγέλασε, καὶ οὔτε κάμινον ἀνάψας, οὔτε βάραθρον ὀρύξας, οὔτε τροχὸν εὐτρεπίσας, οὔτε εἰς ξύλον ἀναγαγὼν, οὔτε εἰς κρημνοὺς ῥίψας, οὔτε εἰς θηρίων ὀδόντας ἐμβαλὼν ἴσχυσε περιγενέσθαι τῆς τοῦ ἁγίου φιλοσοφίας, ἕτερον ἐπενόησε χαλεπώτερον τρόπον, καὶ περιῄει ζητῶν τιμωρίαν εὑρεῖν, ὥστε τὴν αὐτὴν ὁμοῦ καὶ δριμυτάτην γενέσθαι καὶ μακροτάτην. Ἐπειδὴ γὰρ τῶν κολάσεων αἱ μὲν ἀφόρητοι ταχίστην παρέχουσι τὴν ἀπαλλαγὴν, αἱ δὲ ἐπιμηκέστεραι ὑποτέμνονται τὴν ὀδύνην, ἐσπούδασεν εὑρεῖν κόλασιν ὁμοῦ τε τὰ ἀμφότερα ἔχουσαν, καὶ μῆκος καὶ ὑπερβολὴν ὀδύνης ἀνήκεστον, ἵνα καὶ τῇ σφοδρότητι καὶ τῷ πλήθει τοῦ χρόνου τὸ στεῤῥὸν καταβάλῃ τῆς αὐτοῦ διανοίας. Καὶ τί ποιεῖ; Λιμῷ τὸν ἅγιον παραδίδωσι τοῦτον· σὺ δὲ λιμὸν ἀκούσας μὴ παρέλθῃς ἁπλῶς τὸ λεγόμενον· ἁπάντων γὰρ θανάτων οὗτός ἐστι χαλεπώτατος. Καὶ μάρτυρες οἱ πεῖραν εἰληφότες· μὴ γὰρ δὴ ἡμεῖς πεῖραν λάβοιμεν· καλῶς γὰρ ἐδιδάχθημεν εὔχεσθαι, μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καθάπερ γὰρ δήμιός τις τοῖς σπλάγχνοις ἔνδον καθήμενος ἅπαντα καταξαίνει τὰ μέλη, πυρὸς παντὸς καὶ θηρίου σφοδρότερον κατεσθίων πάντοθεν τὸ σῶμα, διηνεκῆ τινα καὶ ἄῤῥητον παρέχων ὀδύνην. Καὶ ἵνα μάθῃς ὅσον ἐστὶ λιμὸς, καὶ τέκνων ἀπεγεύσαντο μητέρες πολλάκις, τὴν τοῦ κακοῦ τούτου βίαν οὐκ ἐνεγκοῦσαι· καὶ ταύτην τὴν συμφορὰν τραγῳδῶν ὁ προφήτης ἔλεγε· Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ τέκνα αὐτῶν. Οὓς ἔτεκον μητέρες κατήσθιον, καὶ τῶν γεννηθέντων παιδίων ἡ τεκοῦσα γαστὴρ ἐγένετο τάφος, καὶ φύσεως ἐκράτησεν ὁ λιμός· μᾶλλον δὲ οὐ φύσεως μόνον, ἀλλὰ καὶ τῆς προαιρέσεως· τῆς δὲ τοῦ ἁγίου τούτου γενναιότητος οὐκ ἐκράτησε. Τίς οὐκ ἂν ἐκπλαγείη ταῦτα ἀκούσας; Καίτοι τί φύσεως δυνατώτερον; τί δὲ προαιρέσεως ὀξυῤῥεπέστερον; Ἀλλ' ἵνα μάθῃς, ὅτι τοῦ φόβου τοῦ Θεοῦ οὐδὲν ἰσχυρότερον, προαίρεσις φύσεως εὐτονωτέρα ἐφάνη, καὶ μητέρας μὲν ἤλεγξε, καὶ ὠδίνων ἐπιλαθέσθαι ἐποίησε, τὸν δὲ ἅγιον τοῦτον ὑποσκελίσαι οὐκ ἴσχυσεν, οὐδὲ περιεγένετο τῆς φιλοσοφίας ἡ κόλασις, οὐδὲ τῆς ἀνδρείας ἐκράτησεν ἡ τιμωρία· ἀλλ' ἔμενεν ἀδάμαντος παντὸς ἰσχυρότερος, ταῖς ἀγαθαῖς ἐντρυφῶν ἐλπίσι, καὶ τῇ τῶν ἀγώνων ἐγκαλλωπιζόμενος ὑποθέσει, ἱκανὴν παραμυθίαν ἔχων τῶν ἄθλων τὴν ἀφορμὴν, μάλιστα καθ' ἑκάστην ἀκούων Παύλου λέγοντος· Ἐν λιμῷ καὶ δίψῃ, ἐν ψύχει καὶ γυμνότητι· καὶ πάλιν, Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ὡς δὲ εἶδεν ὁ μιαρὸς δαίμων οὐκ ἐνδιδόντα τῇ τοσαύτῃ τοῦ πράγματος ἀνάγκῃ, ἔτι χαλεπωτέραν ἐποίει τὴν βάσανον. Καὶ γὰρ εἰδωλόθυτα λαβὼν, καὶ τὴν τράπεζαν τούτων ἐμπλήσας, πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ τεθῆναι παρεσκεύασεν, ἵνα τὸ τῆς ἐξουσίας ἕτοιμον ἐκλύσῃ τῆς προθυμίας τὴν εὐτονίαν. Οὐ γὰρ οὕτως ἁλισκόμεθα μὴ φαινομένων τῶν δελεαζόντων πραγμάτων, ὡς πρὸ τῶν ὀφθαλμῶν κειμένων· ἐπεὶ καὶ τῆς γυναικῶν ἐπιθυμίας εὐκολώτερον ἄν τις κρατήσειε μὴ βλέπων γυναῖκα εὔμορφον, ἢ συνεχῶς εἰς αὐτὴν ἀτενίζων. Ἀλλ' ὅμως καὶ ταύτης ἐκράτησε τῆς ἐνέδρας ὁ δίκαιος, καὶ ὅπερ ἐνόμιζεν ὁ διάβολος ἐκλύσειν αὐτοῦ τὴν ἀνδρείαν, τοῦτο μάλιστα αὐτὸν ἤλειψε πρὸς τοὺς ἀγῶνας· οὐ γὰρ μόνον οὐδὲν ἔπαθεν ἀπὸ τῆς ὄψεως τῶν εἰδωλοθύτων, ἀλλὰ καὶ μᾶλλον αὐτὰ ἀπεστρέφετο καὶ ἐμίσει· καὶ ὅπερ ἐπὶ τῶν ἐχθρῶν πάσχομεν, ὅσῳπερ ἂν αὐτοὺς ἐμβλέψωμεν, τοσούτῳ μᾶλλον αὐτοὺς μισοῦμεν καὶ ἀποστρεφόμεθα, τοῦτο καὶ ἐκεῖνος ἐπὶ τῆς μιαρᾶς ἐκείνης ἔπασχε θυσίας τότε· μᾶλλον γὰρ αὐτὴν ὁρῶν ἐβδελύττετο καὶ ἀπεπήδα, καὶ ἡ συνεχὴς ὄψις μᾶλλον αὐτὸν εἰς μῖσος καὶ ἀποτροπὴν τῶν προκειμένων ἐνέβαλλε· καὶ τοῦ λιμοῦ μέγα ἔνδοθεν ἐμβοῶντος, καὶ τῶν προκειμένων κελεύοντος ἐφάπτεσθαι, ὁ τοῦ Θεοῦ φόβος τὰς χεῖρας ἀνέστελλε, καὶ τῆς φύσεως αὐτῆς ἐπιλαθέσθαι παρεσκεύαζε· καὶ τράπεζαν ὁρῶν μιαρὰν καὶ ἐναγῆ, τραπέζης ἐμνήσθη ἑτέρας τῆς φρικώδους καὶ Πνεύματος γεμούσης, καὶ οὕτως ἐπυροῦτο, ὡς ἑλέσθαι πάντα ὑποστῆναι καὶ παθεῖν, ἢ τῶν μιαρῶν ἐκείνων ἀπογεύσασθαι ἐδεσμάτων. Ἀνεμνήσθη καὶ τῆς τραπέζης ἐκείνης τῶν τριῶν παίδων, οἳ νέοι ληφθέντες, καὶ πάσης ἔρημοι προστασίας ὄντες, ἐν ἀλλοτρίᾳ γῇ καὶ βαρβάρῳ χώρᾳ τοσαύτην ἐπεδείξαντο φιλοσοφίαν, ὡς μέχρι νῦν ᾄδεσθαι τὴν ἀνδρείαν αὐτῶν. Καὶ οἱ μὲν Ἰουδαῖοι καὶ τὴν οἰκείαν ἔχοντες γῆν ἠσέβησαν, καὶ ἐν τῷ ναῷ διατρίβοντες εἰδωλολάτρουν· οἱ δὲ νέοι ἐκεῖνοι εἰς τὴν βαρβαρικὴν ἀπενεχθέντες γῆν, ἔνθα εἴδωλα καὶ πάσης ἀσεβείας ὑπόθεσις, τὴν πατρῴαν διετέλεσαν φυλάττοντες πολιτείαν. Εἰ τοίνυν οἱ αἰχμάλωτοι, καὶ δοῦλοι, καὶ νέοι πρὸ τῆς χάριτος τοσαύτην ἐπεδείξαντο φιλοσοφίαν, φησὶ, ποίας ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, μηδὲ πρὸς τὴν αὐτὴν ἐκείνοις ἀρετὴν φθάσαι δυνηθέντες;