Ancient Greek
Sect 12
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 1) [Sp.] (fort. auctore Apollinare Laodicense) 12
Not analysed yet
ὥστε εἰ καὶ πλείους αἱ τῶν Ἑβραίων οἰκίαι μιᾶς ἔχουσι δύναμιν, ὥσπερ αἱ κατὰ πόλεις καὶ χώρας ἐκκλησίαι πολλαὶ τὸν ἀριθμὸν οὖσαι μία ἐστὶν ἐκκλησία· εἷς γὰρ ἐν αὐταῖς ὁ Χριστὸς ἁπανταχοῦ ὁ τέλειος καὶ ἀμέριστος—διόπερ »τέλειον» ἦν ἐφ' ἑκάστης οἰκίας τὸ ἱερεῖον καὶ οὐκ εἰς διαφόρους ἐμερίζετο· —φησὶ γοῦν ἡμᾶς καὶ ὁ Παῦλος ἕνα εἶναι πάντας ἐν Χριστῷ, διότι καὶ ὁ κύριος εἷς καὶ ἡ πίστις μία.