Ancient Greek
Sect 21
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 2) [Sp.] (fort. auctore Apollinare Laodicense) 21
Not analysed yet
»Κεφαλὴν» οὖν »σὺν τοῖς ποσὶ» λέγων προδιαμαρτύρεται τοῖς Ἰουδαίοις ὅτι τὴν ἄδοξον παρουσίαν τοῦ κυρίου μὴ χωρίσητε τῆς ἐνδόξου, ἵνα μὴ τῆς κοινωνίας χωρισθῆτε τῆς πρὸς αὐτὸν ἀπιστήσαντες· ἀλλὰ καὶ »σὺν τοῖς ἐντοσθιδίοις» φησί. Τί τοῦτό ἐστιν; Μὴ σκανδαλισθῆτε περὶ τὸ φαινόμενον, ἀλλὰ καὶ τὸ ἀπόκρυφον θεωρήσατε· μὴ ἄνθρωπον ἐπίσης ὑμῖν νομίσητε, διότι ἐστὶ »καὶ ἄνθρωπος» κατὰ σῶμα, ἀλλὰ γνῶτε πνευματικῶς αὐτὸν καὶ γνώσεσθε ἐν αὐτῷ τὸν πατέρα.